Ποσειδῶν δὲ ἡ ὑγρὰ οὐσία, Ἥρα δὲ ὁ ἀὴρ, καὶ γῆ πάλιν , ἡ μὲν ὄρειος καὶ πετρώδης ῾Ρέα , ἡ δὲ πεδινὴ καὶ γόνιμος Δημήτηρ , καὶ Κόρη δὲ ἡ σπερματοῦχος, καὶ Διόνυσος ἡ φυτευτικὴ τῶν ἀκροδρύων δύναμις. καὶ ἥλιος Ἀπόλλων σὺν τοῖς κατειλεγμένοις , σελήνη
δὲ ποτὲ μὲν Ἄρτεμις, ποτὲ δὲ Ἀθηνᾶ, καὶ πάλιν Ἑκάτη καὶ Εἰλήθυια, οὐκοῦν πάλιν τὴν κτίσιν παρὰ τὸν κτίστην, καὶ τὴν δημιουργίαν τοῦ παντὸς, ἀλλ’ οὐ τὸν δημιουργὸν θεολογοῦντες ἀπελέγχονται, d λίαν ἐπισφαλῶς καὶ ἐπικινδύνως καὶ ἐπὶ κακῷ τῆς 1 ἰδίας αὐτῶν κεφαλῆς.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.