μηκέτ’ ἔστω ὁ ἥλιος αὐτοῖς Ἡρακλῆς, ἔστω δ’ ὁ Διό- νυσος · καὶ τί ταῦτα πρὸς τὸν Διόνυσον ; φαίη τις ἂν εἰκότως. τίς γὰρ ἡ τοῦτον γεννήσασα, εἴτε Σεμέλη τις λέγοιτο εἴτε Περσεφόνη ; πῶς δ’ ἂν εἴη ὁ Διόνυσος ὁμοῦ καὶ ἥλιος καὶ ἡ κατὰ τοὺς ὑγροὺς καρποὺς
καὶ τὰ ἀκρόδρυα βλαστῶσα δύναμις ; τί δ’ ἂν γένοιτο 73 τῶν συστρατευσαμένων αὐτῷ γυναικῶν τὸ πλῇθος; τίς δὲ καὶ ἡ τοῦ ἡλίου , ὥσπερ οὑν ἡ τοῦ Διο- νύσου, Ἀριάδνη; τί δὲ μᾶλλον οἴνου, οὐχὶ δὲ σίτου καὶ ὀσπρίων καὶ τῶν ἀπὸ γῆς ἁπάντων καρπῶν γένοιτ᾿ 121 ἂν χορηγὸς ὁ Διόνυσος ἐπὶ τὸν ἥλιον μεταγόμενος;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.