τίς οὖν ἔτι γένοιτ’ ἂν Εὐρυσθεὺς ὁ τῷ ἡλίῳ, ὥσπερ οὖν τῷ Ἡρακλεῖ, τοὺς ἄθλους ἐκτελεῖν ἐπιτάττων., πῶς δ’ ἂν ἐπὶ τὸν ἥλιον ἀναχθεῖεν αἱ πεντήκοντα Θεστίου θυγατέρες καὶ τὸ τῶν λοιπῶν αἰχμαλωτίδων πλῆθος , αἷς τὸν ῾Ηρακλέα λόγος ἔχει μιγῆναι, ἐξ ὧν
καὶ θνητοὶ παῖδες αὐτῷ γενόμενοι ἐπὶ μήκιστον τὴν τῶν γενῶν παρέτειναν διαδοχήν; τίς δ’ ἂν εἴη ὁ Κένταυρος, οὗ τῷ αἵματι τὸν χιτῶνα μολύνασα ἡ Δηιάνειρα τὸν ἥλιον, ὥσπερ οὖν τὸν ῾Ηρακλέα, τῇ d δεδηλωμένῃ περιβάλοι ἂν συμφορᾷ;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.