περὶ ὧν ὁ λόγος κατεσκευασμένα ἐπειδὴ τεμὼν ὁ Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ b συναγαγὼν ἀποφάσεις καὶ τὰς διαφωνίας αὐτῶν, ἡγοῦμαι καὶ ἡμῖν οὐκ ἄχρηστα γενήσεσθαι αὐτὰ παρατεθέντα εἰς τὴν εὔλογον αὐτῶν παραίτησιν. ὅτε γὰρ
αὐτοὶ πρὸς σφάς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον ἔστησαν, μάχας τε καὶ πολέμους, πλέον δ’ οὐδὲν καθ’ ἑαυτῶν ἐξῆψαν, τὰ τῶν πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων ἀπελέγξαντες , πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν περὶ τούτων ἐποχὴν γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.