ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν 840 συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα σχημάτων καὶ μεγεθῶν.
ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἴς τε τὸ μετέωρον ἀνεφέρετο.
ἐκωλύετο δὲ ταῦτα φέρεσθαι κάτω , ἐπιέζετο b πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι. οὗτοι δὲ ἦσαν οἱ πέριξ.
δ’ αὐτῆς ἐχόμεναι φύσεως αἶ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν τῶν ἄστρων φύσιν ἀπετέλουν.
κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγενήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων ὁ οὐρανὸς, πῦρ, ἀήρ.
πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα.
καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος, εἴτε καὶ τἀναντία ’ καὶ εἰ ἄφθαρ- τος ἢ φθαρτός ’ καὶ πόθεν τρέφεται ’ καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί
τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα 841 τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου μέρη ’ περί τε οὐρανοῦ ’ καὶ πρὸς ἅπασι τούτοις περί τε δαιμόνων καὶ ἡρώων ’ περί τε ὕλης καὶ περὶ ἰδεῶν ’ περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων
φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων Διοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς· καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν.
περὶ ὧν ὁ λόγος κατεσκευασμένα ἐπειδὴ τεμὼν ὁ Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ b συναγαγὼν ἀποφάσεις καὶ τὰς διαφωνίας αὐτῶν, ἡγοῦμαι καὶ ἡμῖν οὐκ ἄχρηστα γενήσεσθαι αὐτὰ παρατεθέντα εἰς τὴν εὔλογον αὐτῶν παραίτησιν. ὅτε γὰρ
αὐτοὶ πρὸς σφάς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον ἔστησαν, μάχας τε καὶ πολέμους, πλέον δ’ οὐδὲν καθ’ ἑαυτῶν ἐξῆψαν, τὰ τῶν πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων ἀπελέγξαντες , πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν περὶ τούτων ἐποχὴν γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε;
ἀλλ’ ὅτι καὶ ἐν τοῖς περιγείοις διαπεφωνήκασιν. ἴνα δὲ τῶν σοφῶν ἔτι μᾶλλον τὴν σοφίαν ἀποθαυμάσῃς, προσθήσω καὶ ὅσα περὶ ψυχῆς καὶ τοῦ ἐν αὐτῇ ἡγεμονικοῦ διεμαχήσαντο, οὐδὲ σφᾶς αὐτοὺς ἐπιγνῶναι οἵας εἶεν φύσεως δεδυνημένοι. ἀλλὰ γὰρ
ἀνίωμεν ἐπὶ τὰ πρῶτα τῶν εἰρημένων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.