καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος, εἴτε καὶ τἀναντία ’ καὶ εἰ ἄφθαρ- τος ἢ φθαρτός ’ καὶ πόθεν τρέφεται ’ καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί
τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα 841 τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου μέρη ’ περί τε οὐρανοῦ ’ καὶ πρὸς ἅπασι τούτοις περί τε δαιμόνων καὶ ἡρώων ’ περί τε ὕλης καὶ περὶ ἰδεῶν ’ περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων
φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων Διοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς· καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.