ἡμῖν λεπτότης πρὸ ἔργου γένοιτ’ ἂν εἰς φαντασίας b καὶ λογισμούς; τί δέ; τῶν ἀτόμων σχῆμα τοσαύτην παρὰ τὰ ἄλλα ἔχει δύναμιν καὶ τροπὴν, ὥστε φρόνησιν γεννᾶν, ὅταν εἰς ἑτέρου πλάσιν ἐγκαταμιχθῇ σώματος; οἶμαι μὲν ὡς οὐδ’ εἰ τῶν Ἡφαίστου τις
ὢν τύχοι τριπόδων καὶ θεραπαινῶν, (ὡν φησιν Ὅμηρος τοὺς μὲν αὐτομάτους εἰς τὸν ἀγῶνα δι’ αὑτῶν χωρεῖν, τὰς δὲ συνεργάζεσθαι τῷ δεσπότῃ, καὶ μηδενὸς οἴων οἶ ζῶντες ἔχουσι πλεονεκτημάτων ἀπολείπεσθαι) μή τί γε δὴ τῶν ἔκ ταὐτομάτου ψηγμάτων,
καὶ αὖ τοῖς ἐπὶ τῶν αἰγιαλῶν προσέοικε λίθοις, εἰς 481 τὸ δύνασθαί τι περιττότερον ποιεῖν πρὸς αἴσθησιν. c
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.