ἀφεστηκέναι τοῦ τὰ δέοντα λογίζεσθαι πάντες ἐφεξῆς ὁπόσοι τὴν ψυχὴν σῶμα ἀπἱφήναντο. πῶς γὰρ ὅλως ἐγχωρεῖ παραπλήσιον εἶναί τινι τῶν στοιχείων τὸ κατ’ αὐτὴν θεῖναι; ποῦ δὲ ἐπὶ τὰς κράσεις καὶ μί- ξεις ἀνενεγκεῖν; αἳ κατὰ πολλοὺς γιγνόμεναι τρόπους
823 ἄλλων μὲν ἀμυθήτων ἰδέας σωμάτων ἀπογεννᾶν πεφύκασιν, ἐν οἶς εἰ καὶ μὴ συνεχῶς, ἀλλ’ οὖν πόρ- ρωθεν ἰδεῖν ἔνι τὴν τῶν στοιχείων αἰτίαν καὶ τὴν πρὸς τὰ δεύτερα καὶ τρίτα τῶν πρώτων ἀφορμήν. τῶν δὲ περὶ ψυχὴν ἴχνος οὐδὲν οὐδὲ τεκμήριον ἐν
1 τοῖς σώμασιν εὑρίσκεται, κἂν εἰ φιλοτιμοῖτό τις, ὡς Ἐπίκουρος καὶ Χρύσιππος, ἅπαντα λίθον κινεῖν καὶ πᾶσαν ἐρευνᾶν δύναμιν σώματος εἰς γένεσιν τῶν περὶ ψυχῆς πράξεων.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.