τὴν ψυχὴν ἀναθυμίασιν φήσασι. τί γὰρ, ὠ πρὸς θεῶν, κοινὸν ὅλως ἀναθυμιάσει καὶ ψυχῇ; ποῦ δὲ ἐγχωρεῖ νομίσαντας τούτῳ προσεοικέναι τήν θ’ ἡμετέραν καὶ τὴν τῶν ἄλλων ζῴων οὐσίαν, τοῦτο μὲν φαντασίας καὶ μνήμας οἵους τε εἶναι σώζειν διαρκεῖς,
τοῦτο δὲ ὁρμὰς καὶ βουλήσεις τῶν λυσιτελούντων εἰς σύνεσιν αραγμάτων; ἠ τἄρα καὶ τοὺς θεοὺς καὶ d τὸν διὰ πάντων παρήκοντα ὁμοίως ἐπιγείων τε καὶ οὐρανίων εἰς ἀναθυμίασιν καὶ καπνὸν καὶ τοιαύτην φλυαρίαν καταθήσομεν, καὶ οὐδὲ τοὺς ποιητὰς αἰσχυνόμεθα,
οἳ καίπερ ἀκριβῆ σύνεσιν τῶν θεῶν οὐκ ἔχοντες, ὅμως τὰ μὲν ἐκ τῆς κοινῆς ἐπινοίας τῶν ἀνθρώπων, τὰ δὲ ἐξ ἐπιπνοίας τῶν Μουσῶν, ἣ κινεῖν Αὐτοὺς ἐπὶ ταπυτα πέφυκε, σεμνότερα εἰρήκασιπερὶ αὐτῶν, καὶ οὐκ ἀναθυμιάσεις, οὐδ’ ἀέρας, οὐδὲ πνεύματα καὶ λήρους;”
824
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.