ἀλλὰ καὶ πρὸς τοὺς σφῶν οἰκείους διεστῶτας ὑπό τε τῶν γνωρίμων ἀνατετραμμένους ἐν τῷ πρὸ τούτου συγγράμματι κατεφώρασα· διὰ τούτων ἁπάντων τῆς ἡμετέρας γνώμης τὸ κριτήριον ἀδέκαστον ἔπιδ’ ἐπιδεικνὺς 461 τοῖς ἐντυγχάνουσιν, ἔργοις τε, ὡς ἔπος εἰπεῖν, καὶ αὐτοῖς πράγμασι τὰς ἀποδείξεις τοῦ μὴ ἀσκόπως ἡμᾶς,
κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ πρὸ τῆς Ἑλλήνων τὴν Ἑβραίων ὁμοῦ παλαιὰν καὶ ἀληθῆ φιλοσοφίαν τε καὶ εὐσέβειαν ἐπανῃρῆσθαι παρασχόμενος· ὃ καὶ d συνέστη διὰ τῆς τῶν Ἑλληνικῶν φωνῶν παραθέσεως.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.