τε πάντα παρὰ βαρβάρων ὠφέληντο, καὶ ὡς οὐδὲν b οἴκοθεν σεμνὸν ἐπάγονται μάθημα, καὶ τήν γε τῶν χρόνων ἀντιπαράθεσιν, καθ’ οὓς Ἑλλήνων τε οἱ βοώμενοι Ἑβραίων τε οἶ προφήται γεγόνασιν, εἰς φῶς ἀγαγών· αὖθις διὰ τῶν μετὰ ταῦτα τριῶν τὴν
τῶν παρ’ Ἕλλησιν εὐδοκίμων φιλοσόφων πρὸς Ἑβραίων δόξας συνδρομὴν ὑπέδειξα, αὐτὰς πάλιν τὰς οἰκείας τῶν ἀνδρῶν φωνὰς μάρτυρας ποιησάμενος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.