δρᾶσαι αὐτὸν Ἡσίοδος , ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ’ ἂν εἰ ἦν ἀληθῆ , ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν,
δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους , θυσαμένους οὐ χοῖρον , ἀλλά τι μέγα καὶ ἄπορον θῦμα , ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.