ἦ δ’ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο ; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἶοί εἰσιν , ὥσπερ γραφεὺς μηδὲν ἐοικότα
γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα ;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.