“ἐν τοῖς μείζοσιν, ἦν δ᾿ ἐγὼ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· 693 ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλὰ οὐκ ἐννοῶ οὐδὲ 1 2 τοὺς μείζους τίνας λέγεις. οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἷπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι,” τὰ μικρῷ πρόσθεν τεθειμένα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.