εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ᾿ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ᾿ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω·
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς d ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ῾Ρέα, καὶ ὅσοι μετὰ τούτων , ἐκ δὲ Κρόνου καὶ ῾Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.