ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δο- κιμάσας, τὸν δέ τινα φθειρόμενον , τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλ’ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἀιδίως ποιὸν κόσμον ἤδη, φανερὸν ποιεῖ λέγων οὕτως
κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀν- θρώπων ἐποίησεν, ἀλλ’ ἢν ἀεὶ καὶ ἔστι, καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον c μέτρα.’ ὅτι δὲ καὶ γεννητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε μηνύει τὰ ἐπιφερόμενα πυρὸς τροπαὶ,
πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ , τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν, τὸ ὡς σπέρμα τῆς διακο- σμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται
396 νεται οὐρανὸς καὶ γῆ καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται σαφῶς διὰ τούτων δηλοῖ ‘θάλασσα διαχέεται καὶ μετρέεται εἰς d τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι.’ ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.