Ζωρόαστρις γράφει ‘τάδε δυεέγραψε Ζωρόαστρις ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.’τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν 676
ἀνάστασιν, ἀλλ’ἐκεὶνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εὶς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεςίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὐποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι ιβ΄, μεθ', ἄ τῆς ἀπαλλαγῆς 1 2 3 παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παρα- πέμπομαι καὶ τὸν Ἐμπεδοκλέα. ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.