τῶν δὲ πολυαρχουμένων, πολέμωντε κατὰ τὸ εἰκὸς ἐκ τούτου παντοίων συνεστώτων, ἐθνῶν ἔθνεσι προσρηγνυμένων καὶ συνεχῶς τοῖς πλησιοχώροις ἐπανισταμένων, δῃούντων τε καὶ δῃουμένων καὶ ταῖς κατ᾿ ἀλλήλων πολιορκίαις ἐπιστρατευομένων, ὥστε διὰ
ταῦτα πανδημὶ πάντας τούς τε τὰς πόλεις οἰκοῦντας καὶ τοὺς ἐν ἀγροῖς γεωπονοῦντας ἐξ ἔτι παίδων τὰ c πολεμικὰ διδάσκεσθαι, ξιφηφορεῖν τε διὰ παντὸς κατά τε τὰς λεωφόρους καὶ κατὰ κώμας καὶ ἀγρούς.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.