ἀλλὰ καὶ ἐξ ἀπορρήτου δυνάμεως προβεβλημένον, πῶς οὐκ ἂν γένοιτο τῆς ἐνθέου δυνάμεως αὐτοῦ παραστατικόν; θείας μὲν γὰρ καὶ ἀπορρήτου δυνάμεως ἦν τὸ ἅμα τῷ αὐτοῦ λόγῳ, καὶ σὺν τῇ περὶ μοναρχίας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ προβεβλημένῃ διδασκαλίᾳ
αὐτοῦ, ὁμοῦ καὶ τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας, b ὁμοῦ καὶ τῆς τῶν ἐθνῶν πολυαρχίας ἐλεύθερον καταστῆναι τὸ τῶν ἀνθρώπων γένος.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.