διὰ τῶν προφητῶν ἀνείρητο “ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. καὶσυγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν,”
ἀκόλουθα ταῖς προρρήσεσιν ἐπηκολούθει τὰ ἔργα d πᾶσα μὲν αὐτίκα περιῃρεῖτο πολυαρχία ῾Ρωμαίων, Αὐγούστου κατὰ τὸ αὐτὸ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπι- φανείᾳ μοναρχήσαντος. ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦ οὐκ ἂν ἴδοις, ὡς τὸ πρὶν, πόλεις πόλεσι πολέμους οὐδ’ ἔθνος ἔθνει διαμαχόμενον, οὐδέ γε τὸν βίον ἐν τῇ παλαιᾷ συγχύσει κατατριβόμενον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.