διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναί καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαόρεσιν d κατασκευάζοντας; τὸ δὲ μηδ’ ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ακριβολογεῖσθαι
δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προίεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευ- σιν, δι’ ἧς ἔφησε ‘‘περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως,” ὁποίας ὑπερβολῆς
φιλοσόφου ζωῆς ἔχεται;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.