ἐνεργοῦντας πονηροὺς δαίμονας, ἢ τὰ μέρη τοῦ φαινομένου κόσμου, ἢ τὰς τῶν πάλαι κατοιχομένων θνητῶν ψυχὰς, ἢ τῶν ἀλόγων ζῴων τὰ βλαπτικώτατα, ἀντὶ δὲ τούτων ἁπάντων διὰ μιᾶς τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας, Ἕλληνας ὁμοῦ καὶ b
βαρβάρους, τοὺς γνησίως, ἀλλ᾿ οὐκ ἐπιπλάστως αὐτοῦ τῷ λόγῳ προσανέχοντας, εἰς τοσοῦτον ἄκρας φιλοσοφίας ἐλθεῖν ὡς μόνον τὸν ἀνωτάτω θεὸν, αὐτὸν ἐκεῖ- νον τὸν ἐπέκεινα τῶν ὅλων, τὸν παμβασιλέα καὶ κύριον οὐρανοῦ καὶ γῆς, ἡλίου τε καὶ ἄστρων καὶ τοῦ σύμπαντος κόσμου δημιουργὸν, σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν, βιούν τε ἀκριβῶς καὶ οὕτως μανθάνειν c ὡς μέχρι καὶ τοῦ ἐμβλέπειν τοῖς ὀφθαλμοῖς παιδαγωγεῖσθαι,
καὶ μηδὲν ἀκόλαστον ἐκ τοῦ μετ’ ἐπιθυμίας ὁρᾶν ἐννοεῖν, πρόρριζον δ’ ἐξ αὐτῆς διανοίας πὰν αἰσχρὸν ὑποτέμνεσθαι πάθος, ταῦτα πάντα πῶς οὐκ ἂν τοῖς πᾶσι συμβάλλοιτο πρὸς εὐζωίαν;
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.