13 ἡλίῳ ἡλίῳ ἔθνεσιν ἐπὶ διδασκαλίᾳ τῶν τοιούτων μαθημάτων, οἵων ἀρτίως μεμαθήκαμεν, φοιτᾶν καὶ τὰς ἀκοὰς λόγοις παρέχειν, ἀναπείθουσιν οὐ μόνον ἀκολάστων ἐγχειρημάτων, ἀλλὰ καὶ τῶν κατὰ διάνοιαν αἰσχρῶν ἐνθυμημάτων γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα
κρατεῖν· τό τε πὰν γένος ἀνθρώπων παιδείαν παιδεύεσθαι ἔνθεον καὶ εὐσεβῆ, φέρειν τε μανθάνειν γενναίως καὶ βαθεῖ φρονήματι τὰς τῶν ἐπανισταμένων ὕβρεις, καὶ μὴ τοῖς ἴσοις τοὺς φαύλους ἀμύνεσθαι, 10 θυμοῦ δὲ καὶ ὀργῆς καὶ πάσης ἐμμανοῦς ὀρέξεως κρείττους γίνεσθαι, ναὶ μὴν καὶ τῶν ὑπαρχόντων b
ἀπόροις καὶ ἐνδεέσι κοινωνεῖν, πάντα τε ἄνθρωπον ὁμογενῆ δεξιοῦσθαι, καὶ τὸν νενομισμένον ξένον ὡς ἂν νόμῳ φύσεως οἰκειότατον καὶ ἀδελφὸν γνωρίζειν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.