τας τοὺς ἐν τέλει λευκὰς περιβαλέσθαι στολάς, αὐτὸς κιρρὰν ἐνεδύσατο καὶ διάδημα καὶ διάλιθον κί- ταριν. καὶ καθεσθεὶς ἐφʼ ὑψηλοῦ δίφρου, καὶ τὸν Αἴσωπον εἰσαχθῆναι κελεύσας, „τίνι με εἰκάζεις,“ εἰσελθόντι φησίν „Αἴσωπε, καὶ τούς σὺν ἐμοί“;
καὶ ὅς· ,,σὲ μὲν ἡλίῳ ἐαρινῷ, τοὺς δὲ περὶ σὲ τού- τους ὡραίοις στάχυσι.“ καὶ ὁ βασιλεύς θαυμάσας αὐτὸν καὶ δώροις ἐδεξιώσατο. τῇ δὲ μετʼ ἐκείνην ἡμέρᾳ πάλιν ὁ μὲν βασιλεύς στολὴν λευκοτάτην ἐν- 1 σκευασάμενος, τοῖς δὲ φίλοις φοινικὰς κελεύσας λα-
βεῖν, εἰσελθόντα τὸν Αἴσωπον τὴν προτέραν αὖθις πεῦσιν ἐπύθετο. καὶ ὁ Αἴσωπος ,,σὲ μὲν“ εἶπεν „εἰκάζω ἡλίῳ, τοὺς δὲ περὶ σὲ τούτους ἀκτῖσι“. καὶ 2 3 ὁ Νεκτεναβώ· „οἶμαι μηδὲν εἶναι Λυκῆρον πρός γε τὴν ἐμὴν βασιλείαν“. καὶ ὁ Αἴσωπος μειδιάσας ἔφη· „μὴ εὐχερῶς οὕτω περὶ ἐκείνου, ὦ βασιλεῦ, λογίζου· πρὸς μὲν γὰρ τὸ ὑμέτερον ἔθνος ἡ ὑμῶν
ἐπιδεικνυμένη βασιλεία δίκην ἡλίου σελαγεῖ· εἰ δὲ Λυκήρῳ παραβληθείη, οὐδὲν ἂν δέοι μὴ τὸ φῶς τοῦτο ζόφον ἀποδπτχθῆναι“. καὶ ὁ Νεκτεναβὼ τὴν τῶν λόγων εὐστοχίαν ἐκπλαγείς, „ἤνεγκας ἡμῖν“ ἔφη „τοὺς μέλλοντας τὸν πύργον οἰκοδομεῖν;“ καὶ
ὅς· ,,ἕτοιμοί εἰσιν, εἰ μόνον ὑποδείξεις τὸν τόπον“.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.