μενος, ἀετῶν νεοττούς τέτταρας συλληφθῆναι κε- λεύει. συλληφθέντας οὖν οὕτως ἔθρεψεν, ὡς λέγε- ται, καὶ ἐπαίδευσεν, ὅπερ οὐ πάνυ τί με πειθόμενον ἔχει, ὡς παῖδας διὰ θυλάκων αὐτοῖς προσηρτημένων βαστάζοντας εἰς ὕψος αἴρεσθαι, καὶ οὕτως ὑπηκόους
τοῖς παισὶν εἶναι, ὡς ὅποιπερ ἂν ἐκεῖνοι βούλοιντο ἵπτασθαι ἄν τε εἰς ὕψος, ἄν τε εἰς γῆν χαμάζε. τῆς δὲ χειμερινῆς ὥρας παραδραμούσης καὶ ἦρος διαγε- λάσαντος, ἅπαντα τὰ πρὸς τὴν ὁδὸν συσκευασάμενος Αἴσωπος, καὶ τούς τε παῖδας λαβὼν καὶ τούς ἀετούς, ἀγαθοποιεῖν μὴ ἀπαναίνου D Mo 1 ψιθυρόν ψύθειρον P 1 2 3 ἀπῆρεν εἰς Αἴγυπτον, πολλῇ φαντασίᾳ καὶ δόξῃ πρὸς κατάπληξιν τῶν ἐκεῖ κεχρημένος. Νεκτεναβὼ δʼ ἀκούσας παραγεγονέναι τὸν Αἴσωπον, „ἐνήδρευ- μαι“, φησὶ τοῖς φίλοις, „μεμαθηκὼς Αἴσωπον τε- θνηκέναι“.
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.