παισὶ διὰ τῶν θυλάκων ἀπηρτημένοις, καὶ οἰκοδό- μων τοῖς παισὶ μετὰ χεῖρας δούς ἐργαλεῖα, ἐκέλευσεν ἀναπτῆναι. οἳ δὲ πρὸς ὕψος γενόμενοι „δότε ἡμῖν“ ἐφώνουν „λίθους, δότε κονίαν, δότε ξύλα, καὶ τἄλλα 1 2 τῶν πρὸς οἰκοδομὴν ἐπιτηδείων. ὁ δὲ Νεκτεναβὼ τοὺς παῖδας θεασάμενος εἰς ὕψος ὑπὸ τῶν ἀετῶν ἀναφερομένους, ἔφη· ,,πόθεν ἐμοὶ πτηνοὶ ἄνθρω- ποι;“ καὶ ὁ Αἴσωπος· „ἀλλὰ Λυκῆρος ἔχει. σὺ δὲ θέλεις ἄνθρωπος ὢν ἰσοθέῳ ἐρίζειν βασιλεῖ“; καὶ ὁ
Νεκτεναβώ· ,,Αἴσωπε, ἥττημαι. ἐρήσομαι δέ σε, σὺ δέ μοι ἀπόκριναι.“
Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1). Vitae Aesopi. ed. Alfred Eberhard. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.