Liber VII.
0ὐεττίου Οὐάλεντος᾿ Ἀντιοχέως ἀνθολογιῶν βιβλίον ἕβδομον.
Προοίμιον.
προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα ποικίλως γάρ καὶ ἀκολούθως τάς προκειμένας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθʼ ἡμῶν
οἴσονται. βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφ’ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν· ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθήσεται. καὶ καθάπερ ἄν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ περικαμπῶν τόπων ἀνελθὼν τις μετά πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ
κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτων χρυσοῦ τε καὶ ἀργύρου ήδ᾿ ἐλέφαντος καὶ τινα τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθʼ ἡδονῆς θρησκεύει φαντασιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν τρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι· οὕς ὁρκίζω Ἡλἰου μὲν ἱερὸν
κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων ἀποκρύφ οις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἥ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῳ εἰσηγησαμένῳ ἀπονέμειν. εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία.
α΄. Ἀγωγὴ περὶ χρόνμων ἐμπράκ των καὶ ἀπράκ των καἰ ζωῆσ πρός τε τὸν οἰκοδεσπότην καὶ τὰς ἀναφορὰς καὶ τὸν ὡροσκόπον.
ὁμοίως δὲ καὶ μέγεθος τῆς γενέσεως.
κέντρον τόν τε τούτου οἰκοδεσπότην δπμως ἐθχημάτισται· ἐὰν γὰρ αὐτοῦ τύχῃ παρών ἢ οἰκείως ἐν ἑτέρῳ, ἀγαθὸς πρὸς τοὺς ζωτικοὺς χρόνους καὶ πρὸς τὰ τῆς ψυχῆς ἐνεργήματα εἰ δὲ ὑπὸ δύσιν τύχη ἦ ἐναντίος ἢ ἀνοικείως σχηματισθῇ, χαλεπός. ἢ γὰρ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου ἀναφοράν ἢ τὴν ἐφʼ οὖ πάρεστιν
ἢ τὴν οὖ τὸ ζῴδιόν ἐστιν ἢ τὴν περίοδον τελέσας ἀπολείπει τούς χρόνους. ποιεῖ δὲ καὶ οὕτω τυχὼν ὀλιγοχρονίους ἢ καὶ ἀντὶ ἐτῶν μῆνας ἢ ἀντὶ μηνῶν ἡμέρας παρέχει. ἐὰν δὲ κύριος μὲν τοῦ ὡροσκόπου μὴ συμπαρῇ, ἕτερος δέ, ἐκεῖνος ἄρξει τῶν χρόνων· ἂν δὲ καὶ ἕτεροι συμπαρῶσι, κἀκεῖνοι συμμεριοῦσι, πρότερος μέντοι
ὁ ἀνατολικώτερος ἢ οἰκειούμενρς τῷ ζῳδίῳ. ὅμοια δὲ ἀποτελέσματα ἐκ τε τῆς τοῦ ἀστέρος καὶ ἐκ τῆς τοῦ ζῳδίου φύσεως καταληφθήσεται. εἰ δέ πως ἐν τῷ κέντρῳ μὴ εὑρεθεῖεν, προανηνεγμένοι δέ, πρὸς ὀλίγον ἄρξουσι τῶν χρόνων ἢ καὶ ὅσον τοῦ ζῳδίου μέρος κατὰ τάς μοίρας διώδευσαν, ἀφελοῦσιν ἐκ τῶν ἰδίων
ἀριθμῶν καὶ ἀναφορῶν.
τύχωσιν οἱ ἀστέρες ἐπιπαρόντες, τούς τοῖς ἀποκλίμασι συνορᾶν χρή εἰ γάρ καὶ μὴ τοσαύτην δύναμιν κέκτηνται πρός τε τὰς πράξεις καὶ τούς τελείους χρόνους, πλὴν ἐνεργήσουσιν. ἀναγκαῖον δὲ καὶ τὴν τῆς Σελήνης συναφὴν ἢ ἐπιμαρτυρίαν καὶ τὸν τοῦ ζῳδίου κύριον συνθεωρεῖν· ἐὰν γάρ πως ἐπίκεντρος εὑρεθῇ αἱρέσεως
θχῆμα ἔχων, οὖτος ἄρξει τῶν πρώτων χρόνμων, μεθʼ ὃν οἱ ἐπιἐπί 2 κεντρότεροι ἢ φάσιν πεποιημένοιʼ οἱ μέντοι ἀνατολικώτεροι τῶν ἀπεράτων διοίσουσι.
εἰς ποῖον μέγεθος ἢ ἐλάττωμα καταντᾷ, τούς τε βλάπτοντας καὶ ὠφελοῦντας ἀστέρας καὶ τίς τίνος τόπου ἢ εἴδους τὴν κυρίαν κεπλήρωται, οἶον πράξεως δόξης γυναικὸς τέκνων πατρὸς μητρὸς ἀδελφῶν καὶ τῶν λοιπῶν τῶν περὶ σῶμα καὶ ψυχὴν καὶ τὸν βίον ἀνηκόντων, ὦν τοῖς ἐπιμερισμοῖς πρόδηλα τὰ ἀποτελἐθματα
γίνεται.
χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἤ ἐπαναφερόμενοι, τάς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερίζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀναφορὰ
τῆς περίοδου πλείων, τὴν ἀναφοράν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφοράν μεριοῦσιν. ἀλλὰ οἱ λόγον πρὸς
μερίσαν ἔχοντες ζῴδιον οἱ γάρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιοπροσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ, Τὰ δʼ ἀποτελέσματα γίνεται συμπεραιουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως τοῖς
ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τἀς ἑαυτῶν ἀναφοράς οὔτε τὰς περιόδους τελείας μερίζουσι.
παρεκτικοί. ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποιἀπεράτων 3 οὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀληκακοποιούς· ἀλλεπαλλήλοις γάρ κακοῖς περιτρέπουσι, κἀν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τά περικτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας εὐεκτοῦντας περὶ σῶμα καὶ ὀρεκτικούς περὶ τάς γραφὰς καὶ
ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τάς πράξεις καὶ μεθʼ ἡδονῆς κοπιῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικούς καὶ ἐπιδόξους καὶ περιποιητικούς· ἀλλʼ ὅμως οὐδʼ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γάρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ ἀλλοτρίων ἐπιθυμεῖν
καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρειικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων
γίνεσθαι λοιμούς, ἐμπρηθμούς, ἀρορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ δχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θανάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας. τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύληττον
γίνεται.
καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικὼτεροί εἰσιν, εὐτονώτεροι δὲ καὶ βεδαιότεροι πρὸς ἀποτέλεσμα οἱ οἰκείοις καὶ ἐπικαίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβανέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύηται
ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως. ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν ἐν οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλιμος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἐκαστος ἀστὴρ σιντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.
β΄. Ἀγωγὴ δευτέρα τέρα περὶ χρόνων διαιρέσεως πρὸς τὰς τῶν ζῳδίων ἀναφορὰς καὶ τὰς τῶν ἀστέρων περιόδους.
λεπτομερεστέραν διαίρεσιν ἐκ πείρας καὶ πόνου ἐξηρευνημένην ὑποτάξω. προλέγω δὲ πᾶσι τοῖς τὰ βέλτιστα μετιέναι βουλομένοις καὶ μάλιστα ταῖς ἡμετέραις αἱρέσεσιν ἢ καὶ τοῖς πολυχρονίαν νόσον τοῦ μαθήματος ἀνίατον κτησαμένοις νηπτεκῶς περὶ τὴν ἀγωγὴν φέρεσθαι καὶ μή παρέργμς μηδεμιῇ αἱρέσει χρησαμένους
ἀποφαίνεσθαι. πολλάκις γάρ μιᾷ μὲν συνδραμοῦσα τὸν χρόνον ἀγαθόν τε ἐσήμανεν (ὅπερ καὶ γενήσεται, ἐάν μόνη τῶν χρόνων κυριεύσῃ). ἐὰν δὲ καὶ ἄλλαι κακοποιῶν συνδράμωσιν, οὐ μόνον τὸ ἀγαθὸν ἀνέτρεψαν, ἀλλὰ καὶ φαύλων παραίτιοι γεγόνασι. κἂν μὲν εὔτονος ἡ τῶν ἀγαθοποιῶν χρονογραφί ία κατὰ τὴν
γένεσιν τύχῃ, πρᾶξις ἢ δόξα γενήσεται μετʼ ἐναντιωμάτων καὶ ἀναλωμάτων· ἐὰν δὲ ἡ τῶν κακοποιῶν, ἀπραξίαι καὶ ζημίαι καὶ θόρυβοι παρακολουθήσουσι, μέρις ἄν ἡ τῶν ἀγαθοποιῶν χρηματίσῃ. πολλάκις μὲν οὖν ἀστὴρ ἔν τινι ζῳδίῳ ὑπάρχων καὶ συντελέσας ἰδίαν περίοδον ἢ τὴν τοῦ ζῳδίου χρονογραφ ίαν καὶ δοκῶν
ἀπολείπειν τοὺς χρόνους συναρμοζόμενος καὶ ἑτέρου ἀποτελέσματος αἴτιος καθίσταται ἢ καὶ ἐν τοῖς αὐτοῖς πράγμασι διακατέχει τὴν γένεσιν. προσπαραληπτέον δὲ καὶ τάς ἑξαγώνους πλευράς, καὶ μάλιστα ὅταν μόναι χρηματίζωσιν, ὡς εὐτόνους καὶ εὐεργετικάς. ἐπὶ μέντοι τῶν νηπίων γενέσεων χρὴ τοὺς χρόνους
τῶν μαρτυριῶν λογίζεσθαι, πρῶτον ἡμέρας, εἶτα αὐτὰ τὰ ἔτη. Ὡς ἐπὶ ὑποδείγματος δὲ γενέσεις ὑποτάξωμεν, ἃς μετὰ ἀκριβείας ἐδοκιμάσαμεν ἔν τισιν ἀποτελέσμασι καὶ ὡς παρέτυχον. οἶον ὑποδείγματος χάριν Ἡλιος Σελήνη Ερμῆς Τοξόδτῃ, Κθρόνος Καρκίνῳ, Ζεὺς ὡροσκόπος Σκορπίῳ, Ἄρης Αίγόκερῳ, Ἀφροδίτη
Ὑδροχόῳ, κλῆρος τύχης Σκορπίῳ· κλίμα δεύτερον. τῷ λγ΄ ἐφυγαδεύθη· ἡ γὰρ τοῦ ζῳδίου ἀναφορά, ἐν ᾦ ἦν Κρόνος, ἐναντιουμένου Ἄρεως καὶ ἑξάγωνος Σελήνης στάσις πρὸς Ἀρροδίτην ἐπιβουλὴν ἐδήλου διὰ θηλυκῶν προσώπων κατὰ τὰ λγ΄ ἔτη. καὶ τῷ μὲν κζ΄ ἔτει ἔσχε κίνδυνον διὰ τὸν Αἰγόκερων καὶ τῷ λ΄ ἔτει καὶ 5 τῷ μ΄ σωματικὰ πάθη περὶ τὰς ὁψεις καὶ τοὺς πόδας· Καρκίνου γὰρ περίοδος κε΄ καὶ Ἄρεως ἐναντιουμένου ιέ . καὶ ἔως μὲν μβ΄ ἡ τοῦ Ἄρεως περίοδος καὶ ἡ τοῦ Αίγόκερω ἀναφορὰ ἐχρημάτισεν, ἐν οῖς πολλὰ αἴτια ἐγένετο· ὅθεν ὁρικῶς ἐπὶ τῶν τοιούτων σχημάτων προλέγειν χρή, ἐὰν μή πως ἀκτὶς ἀγαθοποιῶν συνδραμοῦσα
τὰ πολλὰ τῶν φαύλων ἐκκόψῃ.
ἰδίοις ὑψώμασιν. ἔσχε μὲν οὖν καὶ ἐν τοῖς ἐμπροσθεν χρόνοις κλιμακτῆρας, ἀλλὰ πρὸς σύγκρισιν τῆς προκειμένης γενέσεως (ἐστι γὰρ ἀδελφός) παρεφυλάξαμεν τὸ λθ΄ ἔτος· θαυμάζειν οὖν δεῖ τὴν φύσιν, ὅτι ἐπὶ τὸ αὐτὸ συνήγαγεν τούς χρόνους, καίτοι έν διαφόροις κλίμασι γεννηθέντων.
θανάτου τῆς γυναικὸς ὡς ἐπιδουλευθείσης ἔμελλε κινδυνεύειν ἐπὶ βασιλέως κατηγορηθείς, πλὴν ἐφυγαδεύθη· τὰ γὰρ λϚ΄ ἔτη ἀναφορά Λέοντος, ὁμοίως δὲ καὶ Σκορπίου, ἔνθα ἔτυχεν Ἀρροδίτη καθυπερτερουμένη ὑπὸ Κρόνου. ἔμελλε δὲ καὶ φιλανθρμωποτέρα χρονογραφία γίνεσθαι τῷ λζ΄ ἔτει, Διὸς ιβ΄ καὶ Σελήνης κατὰ
διάμετρον κε . πολλαὶ μὲν οὖν καὶ ἄλλαι ἐπὶ τῶν παρῳχημένων καὶ μελλόντων ἐχρημάτιζον, ἀλλʼ ἅς αὐτὸς ἀκριβέστερον ἐπέγνων καὶ αἷς παρέτυχον, ἐκείνας ἀναγκαῖον ἡγησάμην προτάξαι.
τῷ ιθ’ ἔτει πατρὸς βιαιοθανασία καὶ αὐτὸς ἀρθαλμοὺς πονήσας ἐπηρώθη· ἐν δὲ τῷ αύτῷ ἔτει ἐξενίτευσε καὶ κίνδυνον κατὰ θάλασσαν ἔσχε· ἐχρημάτισε γὰρ Ἡλἰου περίοδος συνόντος Ἄρεως καὶ διαμετροῦντος Κρόνου. τῷ δὲ κ΄ ἔτει χρησμῷ θεοῦ ἀγωγῇ καὶ χρίσμασιν ἀνέβλεψε· ἐχρημάτισε μὲν γὰρ τότε Κρόνος
τῶν δὲ Διδύμων τὰ κ΄ δόντων, ὅθεν καὶ πολλὰ κακὰ ἔπαθε καὶ ἡ Παρθένος τὰ κ΄ ἐδήλου Διὸς ἐπόντος, ἢ Διὸς ιβ΄ καὶ τῆς 6 κατὰ τετράγμωνον Ἀφροδίτης ή γίνεται κ΄. καὶ πρὸς πολλούς οὖν ἀστέρας ὁ χρόνος ἐχώρησε, πλὴν δυναμικοὶ οἱ χρηματίζοντες· οἱ δὲ συμπαρόντες ἥ μαρτυροῦντες ἥττονες εἰς εὐεργετεῖν ἢ κακοποιεῖν, ἀλλʼ ὅμως σθένουσι, καὶ μάλισθʼ ὅταν καθὼς προείπομεν
συναιρετιστοῦ ζῴδιον ἢ ὕψωμα ἢ τρίγωνον ἔχωσι. τὴν αὐτὴν οὖν δύναμιν ἔσχον οἶ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ οἱ ἐν ἀποκλμασι τετευχότες, ἐνεργέστερος δὲ Ζεὺς ζῳδίῳ καὶ τόπῳ περὶ θεοῦ καὶ ξένης· ἄλλως τε καὶ ἐὰν ἰσαναφόροις ζῳδίοις ἤ ὁμοζώνοις εὑρεθῶσιν, εἰσὶν εὔτονοι ὡς κατὰ μαρτυρίαν, καὶ
μάλισθʼ ὅταν ἐπίκεντρα ἢ χρηματίζοντα τὰ ζῴδια εὑρεθῇ. Αλλη. Ἡλιος Ζεὺς ὡροσκόπος Καρκίνῳ, Σελήνη Τοξότῃ, Κρόνος Διδύμοις, Ἄρης Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Λέοντι· κλίμα γ΄ ἐν ἐπισήμῳ τάξει στρατευσάμενος κατηγορίᾳ περιπεσὼν τῷ λη΄ ἔτει καθῃρέθη τῆς δόξης. ἐχρημάτισε γὰρ ἡ ἀναφορὰ τοῦ
Ταύρου κγ΄ καὶ Ἀρεως περίοδος ιε΄ . γίνονται λη΄ , ἀλλὰ καὶ ἑξάγμωνος πλευρὰ θρόνου καὶ Ἀφροδίτης λη΄ ἀπὸ μὲν οὖν τοῦ λζ΄ ἔτους φθόνους καὶ ἐναντιώματα ὑπέμεινε· Σελήνη γὰρ τὰ κε΄ ἐδήλου καὶ Τοξότης τὰ ιβ΄. γίνονται λζ΄, ἐναντιουμένου Κρόνου· ἀλλὰ καὶ Καρκίνος κε΄ καὶ Ζεὺς ιβ΄, ὅθεν μικρᾶς βοηθείας ἔτυχε. τῷ
δὲ λθ΄ ἔτει ἀπολογηθεὶς καὶ δεηθεὶς οὐδὲν ἴσχυσε κατορθῶσαι· Ἑρμῆς γὰρ Λέοντι ὢν τὰς κ΄ ἐμέρισε καὶ τοῦ ζῳδίου ιθ’, καθυπερτερηθεὶς δὲ ὑπὸ τοῦ τὸ αἴτιον ἀποτελοῦντος ἥττων ἐγένετο. ἄλλως τε καὶ ἔμελλεν ἑτέρου ἐναντιώματος ἄρχεσθαι Κρόνος. Διδύμων ἀναφορὰ κη΄ καὶ Τοξότου ιβ΄. γίνονται μ΄ γέγονεν οὖν καὶ
ἐν τούτοις τοῖς χρόνοις καὶ ἐν ξενιτείαις καὶ προδοσίας ἀπὸ γυναxκὸς ἔσχε διὰ γραπτὰ καὶ ὑπόχρεως ἐγένετο καὶ ἐπὶ δούλοις ἐλυπήθη, ὧν μὲν διʼ ἀλλοτρίωσιν, ὧν δὲ διὰ φθορὰν καὶ ζημίαν· καὶ αὐτὸς δὲ σωματικῶς ὠχλήθη. ἐπὰν οὖν κακοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τινὶ ὑπὸ ἀγαθοποιῶν ὐποαίνεσθαι, οὐ παντελὴς
μείωσις οὐδʼ ἀδοξία παρακολουθήσεται. προυποσπείρονται γὰρ φιλίαι καὶ ἐλπίδες, διʼ ὧν γενόμενος εὐπαρηγόρητος καθίσταται. ὁμοίως δὲ ἐὰν ἀγαθοποιῶν ὄντων τῶν χρόνων μέλλῃ τι κακοποιὸν συντρέχειν, αἱ μὲν φιλίαι εἰς ἔχθρας συγκατατίθενται καὶ κατʼ ἀλίγον δὲ τοῦ βίου μείωσις γίνεται, τῆς δὲ δόξης καθαίρεσις
κατασκευάζεται. ἐὰν δέ πως οἱ τριγώνοις ἥ ἑξαγώνοις ἢ καθʼ ἑτέραν μαρτυρίαν χρηματίσωσιν ἀστέρες, δὲ τῷ ἐξῆς 7 χρόνῳ μὴ συντρέχῃ ἑτέρα μαρτυρία, ἡ πρώτη διακρατήσει· ἢ κἂν ἐξ ὑστέρου οἱ αὐτοὶ ἀστέρες παραλάβωσι τὸν χρόνον, τὴν αὐτὴν δύναμιν τῶν ἀποτελεσμάτων ἐνδείξονται ἐν τοῖς αὑτοῖς πράγμασιν ἢ ταῖς αὐταῖς δόξαις διακρατοῦντες, μέχρις ἂν ἑτέρα δύναμις Ἀρηματίσῃ.
ἐπωδύνοις νόσοις καὶ θανάτῳ προληφθείς· ἐχρημάτισε γάρ τότε ἡ ἀναφορὰ τοῦ Ζυγοῦ λή κ΄ καὶ ἡ τοῦ Καρκίνου λα΄ μ΄. γίνονται ξθ΄· ἔνθα οἱ κακοποιοὶ ἐτύγχανον· ἀλλὰ καὶ Κρόνου λ΄ καὶ Ἡλίου ιθ΄ καὶ Ἑρμοῦ κ΄ γίνονται ξθ΄ καὶ πάλιν Παρθένου λη΄ κ΄, Διὸς ιβ΄ Ηλίου ιθ΄ γίνονται ξθ΄. πάντες οὖν οἱ ἀστέρες ἐχρημάτισαν
καὶ ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν φύσιν καὶ θχηματογρασίαν τὸ ἴδιον ἀπετέλεσεν.
κατὰ πᾶσαν ἡμέραν καὶ πᾶσαν ὥραν πράγματα γινόμενα, οῖον γέννας θανάτους κληρονομίας δόξας καθαιρέσεις σίνη πάθη καὶ τὰ λοιπά, ὅσα τῳ τῶν ἀνθρώπων βίῳ συνέστηκεν ἀγαθά τε καὶ φαῦλα. ὁ γὰρ κόσμος σφαιρηδὸν εἰλούμενος καὶ τὰς τῶν ἀστέρων ἀπορροίας εἰς τὸν οὐρανὸν πέμπων οὐδὲν ἄπρακτον ἀποτελεῖ
οὐδʼ ἀργόν, κατὰ πᾶσαν δὲ στιγμῆς παρέγκλισιν πολλὰ τῷ βίῳ καινίζει, ἅπερ ἕκαστος ἄλλοτε ἄλλως ὑπομένων τὸν τῆς εἱμαρμένῆς. ἐκπληροῖ σκοπόν. πολλοὶ μὲν οὖν περὶ τὰ τοιάδε ἐσχολακότες πολλὰς βίβλους καὶ πολλὰς αἱρέσεις συνέταξαν· καίτοι γε πάντες διηγήματα αἰώνια μεγάλα καὶ πολλὰ κατέλιvπον τοῖς ἀνθρώποις.
ὅνπερ οὖν τρόπον οἱ πλούσιοι μὲν τῇ φαντασίᾳ, πολλὰ δὲ ὀφείλοντες τοῖς κληρονόμοις καταλείπουσιν, οἵτινες κατʼ ἀρχάς μὲν ἡδέως φέρονται ἀλίγων ἁψάμενοι καὶ πολλῶν ὀλιγοχρόνιον τὴν κτῆσιν ἔχοντες (ἡ γάρ πρόφασις τῆς ἁγνείας τῦφον μέγαν 8 αὐτοῖς περιτίθησιν), ἐπὰν δὲ δίκαις καὶ μόχθοις καὶ ἐναντιώμασι περιπέσωσιν, αἱροῦνται οὐ μόνον τῆς κενοδόξου κληρονομίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ ὧν ἡδέως ἐκέκτηντο διὰ τὸν φθόνον καὶ τὴν μέριμναν, τὸν αὐτὸν τρόπον καὶ οἶ πολλαῖς ὕλαις συνταγμάτων
ἐνδιατρίψαντες πολυχρονίαν νόσον μή θεραπεύσαντες προσαπώλεσαν καὶ τὸν νοῦν καὶ τὴν προῦπάρχουσαν παιδείαν καὶ τὴν πρᾶξιν. ἐγὼ δὲ εἰ καὶ φαντασίᾳ λόγων πλήθει βίβλων οὐ περιπεφρούρημαι, ἀλλʼ οὖν γε τῇ συντομίᾳ καὶ ἀληθείᾳ συγκεκόσμημαι· ὥστε τούς κληρονόμους ἄτερ δίκης καὶ φθόνου καρπώσασθαι,
ἐφʼ ὅσον χρόνον διαμένουσι, τοὺς μὲν προσιόντας μετὰ πόνου καὶ ἀκριβείας πολλὰ τῶν ἀποτελεσμάτων, τοὺς δὲ ἀκροθιγῶς ἢ ἀκολάστως ὀλίγα, πλὴν περισσότερα καὶ μείζονα τῶν διὰ μοχθηρίας καὶ πολυχρονιότητος ἑτέραις αἱρέσεσιν ἐσχολακότων. ἐπεὶ οὖν αὐτὸς θησαυροῦ μηνυτὴς ἐγενόμην καὶ οὐ μόνον τοὺς
παραφυλάσσοντας τόπους ἐμήνυσα, ἀλλὰ καί τινα τῶν ἀποκειμένων ἐφώτισα, συνεπινοεῖν δὲ δεῖ καὶ τοῦς ἐντυγχάνοντας, ὅπως κατὰ βάθους ὀρύττοντες τὰ μυστικῶς κατακεχωθμένα ἀνεύρωσιν. δεῖ μέντοι καὶ τὸν ἀπογραψάμενον τῇ ἐμῇ αἱρέσει προγικώσκειν τὸ ἴδιον διάθεμα ὁποίαν δὴ ὑπόστασιν κέκτηται, καὶ κατὰ τοὺς πρακτικοὺς χρόνους ἐπιβάλλεσθαι τοῖς ἀποτελέσμασιν, ἵνα καὶ ὠφελείας ἢ μαρτυρίας τύχῃ ἐὰν δὲ κακοποιοῖς χρόνοις ἐπιβάληται, ἀποτυχὼν διʼ ἄγνοιαν ἢ παραλιπών τινα τόπον μέμψεται τὴν ἀγωγήν. ἀλλʼ ὅμως, ἐὰν μετὰ ἀκριβείας τις ζητῇ, οὐ διαψευσθήσεται τῆς δωρεᾶς ἢ καὶ τοσαύτης τιμῆς καταξιωθήσεται,
ὅσην οἱ τῶν καιροφίλων τις ἐδήλου κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ταῦτα δὲ ἐν τοῖς ἐμαυτοῦ πεπειρακώς ἐδήλωσα· ὥστε οὐ δεῖ μέμφεσθαι τοὺς χρόνους οὔτε ἐμαυτῷ οὔτε τῇ προγνώσει, ἀλλὰ καταμαθόντα τὸ μέγεθος τῆς ἑαυτοῦ γενέσεως συστρατεύεσθαι τοῖς καιροῖς γενναίως καὶ ἀλύπως (οὐδὲν γὰρ ἀνύει μοχθηρῶς
διάγων καὶ ἑτέρων τύχαις ἐξισοῦσθαι βουλόμενος ἑαυτόν), ἔχειν δὲ κατὰ νοῦν τὸ τοιοῦτον·
γ΄. Ἀγωγὴ περὶ χρόνων πρὸς τὸν κλῆρον
τῆς τύχης καὶ τὸν τούτου κύριον.
ἀνθρώποις ἐδωρήσατο, ὅμως ἠνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἄν προέδειξε τὸ θεῖον μὴ βουληθὲν παρέχειν. ἀλλʼ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς δδυνήθησαν·
διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώμην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εἶρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτελεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ
καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γάρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφ ήσω. ἡ γάρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν ἔχουσα διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως.
μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρχειν τὸν λόγον, ἀλλʼ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν.
ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω. ἐκ τριῶν ὅδρων θυνεστώτων τῶν χρόνμων, ἐλαχίστου μέσου καὶ μεγίστου, 10 τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τάς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφοράς τῶν ζῳδίων, πρῶτον ὥρας εῖτα ἡμέρας εῖτα μῆνας εῖτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνιαυτούς,
κατὰ τούς ἐπικέντρους καὶ ἀνατολικούς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εῖτα μῆνας εῖτα τάς περιόδους. ἐπὶ μὲν γάρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφοράς μερίζειν , ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος.
ἐλογισάμην οὖν κατά τε τάς περιόδους καὶ τὰς ἀναφοράς πρῶτον ὥρας εῖτα ἡμέρας εἷτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας η΄ καὶ ὥρας η΄ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος Ϛ΄ ὥρας γ΄ . καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζ΄, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κρίῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας
ιέ γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι η΄ καὶ ὧραι ρκγ΄ , αἵ εἰσιν ἡμέραι ε’ ὧραι γ΄ γίνονται αἱ πᾶσαι ἡμέραι ιγ΄ ὧραι γ΄· ἔζησεν ἡμέρας ιγ΄ ὥρας γ΄ .
κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λἑοντι. ὁ τούτου κύριος Καρκίνῳ τάς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρεληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξς΄ καὶ ιε΄ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κε΄ γίνονται μῆνες ρς΄ , οἵ εἰσιν ἔτη η΄ μῆνες ι΄ Ταύτας προεθέμην τὰς γενέσεις.
προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρʼ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας.
κλίμα ς΄ κλῆρος τύχης Διδύμοις. ἔλαβον Ερμοῦ μῆνας ος΄ . καὶ ἐπεὶ Ἑρμῆς ἐν Ὑδροχόῳ ἐστίν, ἔλαβον τοῦ Υδροχόου τὴν ἀναφοφοράν μῆνας κγ΄ καὶ Κρόνου ἐν Τοξότῃ ὄντος τοῦ Τοξότου μῆνας 11 λγ΄ γίνονται οἱ πάντες μῆνες ρλβ΄ , ἃ γίνεται ἔτη ια΄· τοσούτων ἐτελεύτα. τὰς δὲ λεπτομερεῖς ἡμέρας καὶ σταλαγμιαίας ὥρας ἀπὸ τῆς ἑκάστου ἀστέρος περιόδου τὸ ιβ΄ λαμβάνοντες εὑρήσομεν.
Ζυγῷ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότη, ὡροσκόπος Αἰγόκερῳ, κλίμα Ϛ΄, ὁ κλῆρος τῆς τύχης Τοξότῃ. τούτου ὁ κύριος Ζεὺς ἐπίκειται τῷ κλήρῳ. ἐμέρισεν οὖν τὴν ἀναφορὰν τοῦ Τοξότου ἔτη λγ΄ καὶ τὴν ἰδίαν περίοδον ἔτη ιβ΄ γίνεται ἔτη με΄ τούτῳ οὖν τρίγανος Κρόνος ὑπάρχμων συνεμέρισε τῆς ἰδίας περιόδου
μῆνας νζ΄ γίνεται ἔτη ἔγγιστα ν΄· ἐν τούτῳ καὶ ἐτελεύτα. εἰ δέ τις λογίσηται καὶ τῆς τοῦ Λέοντος ἀναφορᾶς μῆνας λή καὶ Ἡλίου μῆνας ιθ’, τοσούτους μῆνας συνάξει.
τὴν ἀγωγήν. καὶ ἕτεροι δὲ κλιμακτῆρες σημαίνονται, ὁπόταν κακοποιοῦ σχήματος καὶ μαρτυρίας χρόνος συνδράμῃ ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ὡροσκόπου καὶ τοῦ τούτου κυρίου, ὁπόταν κατὰ διαδοχὴν ἢ ἀντιπαραχώρησιν οἱ ἀστέρες τύχωσι μὴ χρηματίζοντος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ οἰκοδεσπότου.
δ΄. Ἀγωγὴ λεπτομερεστέρα καὶ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς ἀναφορὰς καὶ τὰς περιόδους τῶν ἀστέρων.
τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας
διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφο ορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον καὶ προκειμένου πλατικῶς 12 τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὰ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδπλούργημα τὴν μὲν εὐθεῖαν στιγμήν ἔχει, τὸν
δὲ ὖχον ἐπὶ πολύ κατασὲευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ἀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἶ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἰ πρὸς τὸν κλῆρον
τῆς τύχης. τά γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.
τοῦ Ζυγοῦ λή κ΄, ἅ ἐστιν ἔτη λή μῆνες καὶ πάλιν τούτων ἰσάριθμοι μῆνες λή , οἳ εἰσιν ἔτη γ΄ μῆνες γίνονται ὁμοῦ ἔτη μα΄ μῆνες Ϛ΄ τούτῳ τῳ ἔτει ἐκ πολέμου φεύγων καὶ ἀπὸ ἵππου πεσὼν ἐπελθόντων τῶν πολεμίων καὶ πολλῶν ἀναιρεθέντων καὶ αὐτὸς τρωθεὶς συνεφυρήθη ἑτέροις πτώμασι καὶ ὑποκριθεὶς νεκρὸς
διέφυγε τὸν κίνδυνον καὶ διέμεινεν εἰς τὴν τῶν πολεμίων χώραν ἕως τοῦ πδ΄ ἔτους στρατεύματος ἡγούμενος. προσεπικατήγαγον οὖν τοῖς προκειμένοις ἔτεσι καὶ τούς Ἀφροδίτης μῆνας ή διὰ τὸν Ζυγὸν καὶ Ἄρεως ἐπικειμένου μῆνας ιε΄· ἄλλως τε καὶ τὸ διάμετρον Κρόνου καὶ Σελήνης ἐχρημάτιζε κατʼ ἐκεῖνον τὸν
χρόνον· Λέοντος ἀναφορὰ λε΄ καὶ Κρόνου μῆνες νζ΄ καὶ Ἀφροδίτης μῆνες η΄ καὶ Σελήνης μῆνες κε΄ καὶ Λέοντος μῆνες ιθ’· γίνεται ὁμοῦ ἔτη μδ΄ μὴν α΄. ὥστε ἐχʼ ὅσον μὲν ἡ γένεσις χωρεῖ, πλῆθος ἀναφορῶν οὐ περιόδων διδόναι χρή. ἔπειτα δὲ μῆνας καὶ ἡμέρας, ἕως ἐπὶ λεπτομερέστατον τοῦ χρόνου τὸ
ἀποτέλεσμα καταντήση· ὅθεν ἐπὶ πάσης γενέσεως παρατηρητέον τὰ τετράγωνα καὶ διάμετρα, μάλιστα κακοποιῶν συσχηματιζομένων ἀνοικείως. δυσεκλύτοις γάρ καὶ ἀλλεπαλλήλοις πράγμασι περιτρέπουσιν οἱ γοῦν τοιοῦτοι ἐν τῷ βίῳ ἀθλοῦσι δυσκαταγωνίστοις καιροῖς παλαίοντες, εὔθραυστοι δὲ ὄντες καὶ ὀλισθηροὶ 13 ῥᾳδίως σφάλλονται. ἐὰν δὲ καὶ κατοπτεύσωσιν, οὐκ ἀφίστανται μεμφ όμενοι τοὺς θεούς καὶ ὀδυνηρῶς διάγοντες μάτην τὸν θάνατον ἀνακαλοῦνται, ἐκτὸς εἰ μὴ ἑτέρα ἀγαθοποιῶν μαριυρία εὐτονήσασα βοηθήσῃ. ὁπόσον ἂν χρηματίσῃ χρόνον ἀγαθοποιὸς κακοποιῳ, ἡμιτελὲς τὸ φαῦλον ἔσται καὶ εὔκρατον ἐὰν δὲ κατὰ μόνας
ὁποῖός τις ἂν ἦ, βέβαιον καὶ πλῆρες τὸ ἀποτέλεσμα δηλοῖ· κωλύεται μὲν γάρ τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοποιοῦ νικώμενον, θραύεται δὲ τὸ φαῦλον ὑπὸ τοῦ ἀγαθοῦ παρηγορούμενον.
τοὺς χρόνους. ἐν τούτοις γάρ τὰ ἀποτελέσματα ἐνεργῆ τὴν δύναμιν κέκτηνται· ἐστι δὲ καὶ τοῦτο ἀκριβέστερον ἐξιχνευτέον, τὰ σχήματα τῶν ἀστέρων καὶ τῶν μαρτυριῶν εἰ κατὰ μόνας ἢ ὁμοῦ ὄντων πότερον ἀγαθοποιὸν ἡ κακοποιὸν ἢ μέσον ἢ εὔκρατον ὑπάρχει, ἵνα καὶ πρὸς τοῦτο ἡ ἀπόφασις γένηται. πολλάκις γὰρ
διάμετροι καὶ τετράγωνοι σχηματογραφίαι κακοποιῶν οὐδὲν φαῦλον εἰργάσαντο, ἀλλὰ καὶ μᾶλλον ὠφέλησαν διὰ ἰδιοτοπίαν ἥ ἀγαθοποιοῦ μαρτυρίαν ἢ οἰκείου σχήματος αἵρεσιν καὶ ἐν τούτοις οἱ ἀμαθεῖς πλανῶνται. ὅθεν περὶ τῶν αὐτῶν πολλάκις πομιμμνήσκω· ἄμεινον γάρ ἐστι δισσολογοῦντα καὶ πολυλογοῦντα τὴν σύνταξιν ἀκατηγόρητον
διαφυλάξαι ἢ τοῖς βασκάνοις καὶ ματαίοις ἀφορμὴν τοῦ κακῶς λέγειν καταλεῖψαι· ἀχθόμενοι γάρ ἐπὶ τῇ ἑτέρων εὐημερίᾳ λοιδοροῦσι τὰ καλῶς ἔχοντα, μήτε παρακολουθεῖν δυνάμενοι τοῖς λεγομένοις μήτε ψέξαι ἃ λέγουσι. Πρὸς τοὺς τοιούτους ὁ λόγος οὗτος ἁρμόσει. λέγεταί ποτε νεανίσκον τινὰ ψέξαντα τὰ Εὐριπίδου
δράματα διορθῶσαι· τὸν δʼ Εὐριπίδην παραγενόμενον λέγειν· κακῶς γέγραπται, σὺ κρεῖττον ποίησον. τὸν δὲ εἰρηκέναι. γράφειν ποιήματα οὐκ ἐπίσταμαι, τὰ δὲ κακῶς γραφέντα διορθοῦσθαι. τοιγαροῦν κακῶς γράψας, φησί, τὰ σαυτοῦ καλῶς διόρθωσον. καὶ δοκεῖ μὲν ἡ προκειμένη αἵρεσις τὴν εἴσοδον εὐχερεστάτην
κεκτῆσθαι, λαβυρινθοειδὲς δὲ τέλος καὶ τὴν δίοδον τοῖς τὸ ἀκριβὲς φιλοπευστοῦσι· τῆς γὰρ ἀρχῆς δραξάμενοι καθάπερ μίτου ὁδηγούσης τῆς Ἀριάδνης, τουτέστι τῆς ἐπιδιαιρέσεως, εἰς τὸν ζητούμενον τόπον καταντήσαντες καὶ εὑρόντες τὸν περαιούμενον χρόνον καὶ τὸ ἀποτέλεσμα, ὡς ὁ Θησεὺς τὸν Μινώταυρον,
εἴδησιν μεγίστην ἀναδέξονται.
νδ΄ καὶ ἐλάχιστα κε , καὶ γίνονται ὁμοῦ ρθ΄, ὧν τὸ ἥμισυ λθ΄ μῆνες Ϛ΄. ταῦτα μερίσει. Ἄρης δὲ τὰ μὲν μέγιστα ξϚ΄ καὶ τὰ ἐλάχιστα ιε΄ , καὶ γίνονται πα΄, ὧν τὸ ἥμισυ μί ἔτη καὶ μῆνες Ϛ΄ Ἀφροδίτη τὰ τέλεια πδ΄ καὶ τὰ ἐλάχιστα η΄ . γίνονται 𝒢β΄ , ὧν ἥμισυ μϚ΄ . Ερμῆς τά μέγιστα οϚ΄ καὶ τὰ ἐλάχιστα κ΄ , γίνονται
𝒢Ϛ΄, ὧν τὸ ἥμισυ γίνονται μή Ζεὺς τὰ μέγιστα οθ’ [καὶ τὰ οϚ΄ ] καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄ , ὦν τὸ ἥμισυ γίνονται μέ μῆνες Ϛ΄. οὗτοι οἱ μέσοι χρόνοι φυσικώτεροί μοι ἔδοξαν τυγχάνειν.
ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν
καὶ τῶν περιόδων τῶν ἀστέρων.
ἐντυγχάνουσι ποικίλην καὶ ἀναμεμιγμένην ὑπάρχειν αὐτὴν τὴν αἵρεσιν, τά τῆς ἀποτελεσματογραφίας καὶ τῆς φυ υσικῆς ἐνεργείας ἀποθαυμάσειεν. γάρ ἕνα χρονοκράτορα τῶν ἀστέρων καὶ πρὸς τὰς λοιπάς ἀγωγάς εὑρόντα ἀποφαίνεσθαι περὶ τῶν μελλόντων, διʼ ἀνακυκλήσεως χρόνων τὸν αὐτὸν πάλιν παραλαβόντα τὰ αὐτὰ
πράγματα ἀποτελεῖν, ἀμαθές μοι δοκεῖ καὶ πλάνης ἀνάμεστον. ὁ γάρ εἴς ἤτοι ἀγαθὸν ἢ φα σῦλον ἀποτελεῖ καὶ κατὰ τὴν ἰδίαν φύσιν ἐν τῷ ἔτει ἢ δυσὶν ἢ τρισὶν ἔτεσιν. εὑρίσκομεν δὲ ἐν ἑνὶ χρόνῳ ἢ καὶ μησὶ καὶ ἡμέραις διάφορα ἀποτελέσματα συμβαίνοντα καὶ ἀναμεμιγμένα κακῶν τε καὶ ἀγαθῶν, ὅθεν πίστιν ἡμῖν
παρέχει αὐτὰ τὰ πράγματα. εὑρίσκομεν γάρ ἐπὶ γενέσεως καθʼ ἕνα χρόνον δόξαν κληρονομίαν κατηγορίαν φυγαδείαν ἢ πάλιν ἀρχὴν ἐπίσημον, πένθος ἐπίλυπον, ἀσθένειαν καὶ πάλιν ἡγεμονίαν, περίκτησιν βίου, θάνατον· καὶ τινάς μὲν περὶ σῶμα κακοδαιμονοῦντας, περὶ δὲ τὸν βίον εὐτυχοῦντας, ἑτέρους περὶ γυναῖκα 15 καὶ πράξεις ἀνωμαλοῦντας, ῥωμαλέους δὲ καὶ ἱλαρούς. ταῦτα δʼ οὐκ οἶμαι ἀπὸ ἑνὸς κοσμοκράτορος συντελεῖσθαι, ἀλλὰ ὑπὸ τῶν πολλῶν· καὶ τὸ μὲν ἀγαθὸν προδειχθὲν ἀναλύεται ὑπὸ τῆς τῶν κακοποιῶν δυνάμεμς, ὁμοίως δὲ καὶ φαῦλον ὑπὸ τῆς τῶν ἀγαθοποιῶν. ὅθεν καὶ ὁ συγγραφεὺς ἔφη τινὰ μὲν εἶναι
ἀφύλακτα, τινὰ δὲ φυλακτά· ἀχύλακτα μέν, ἐπὰν οἱ κακοποιοὶ μόνοι παρατυγχάνοντες ἐνεργῶσί τι, φυλακτὰ δέ, ὅταν τῶν κακοποιῶν ἀποτελούντων ἀγαθοποιὸς περιπεσὼν τὴν ἐκείνων δύναμιν θραύσῃ. ὅταν δὲ ἐπὶ γενέσεως σχῆμα ἀγαθοποιοῦ εὑρεθῇ καὶ τῶν χρόνων δεσπόζῃ, πλῆρες τὸ ἀγαθὸν γενήσεται, ὁμοίως δὲ καὶ
τῶν κακοποιῶν ἐὰν συγχρηματίσωσι τῶν μαρτυριῶν οἱ χρόνοι, ἀμφότερα γενήσεται κατὰ τὴν τῶν ἀστέρων τε καὶ ζῳδίων φύσιν. ἄλλως τε καὶ κατὰ τὸ μέγεθος τῆς γενέσεως καὶ τῆς ὑποστάσεως τά τε ἀγαθὰ καὶ φαῦλα συντελεῖται. καὶ καθάπερ ἐπὶ τῶν νηπίων καθολικῶν γενέσεων, ἐπὰν τοῦς ἀγαθοποιοὺς εὕρωμεν χρηματίζοντας
καὶ τὸν Ἥλιον ἤ τὴν Σελήνην ἐπιθεωροῦντας καὶ τὸν ὡροσκόπον, ἐπαγγελλόμεθα καὶ χρόνον ζωῆς καὶ δόξαν καὶ ὑπόστασιν βίου, ἐὰν δὲ τοὺς κακοποιούς, ἀποδοκιμάζομεν τὴν γένεσιν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως σκοπεῖν δεήσει, ἐφʼ ὅσον μὲν ἂν οἱ ἀγαθοποιοὶ διακρατῶσι, μεγάλα καὶ
πρακτικὰ ἐπαγγέλλεσθαι, ἐὰν δὲ ἀναμεμιγμένοι, ὁμοίως, ἐὰν δὲ μόνη κακοποιῶν χρονογραφία συνδράμῃ , κινδύνους καθαιρέσεις καὶ πολλῶν αἰτίων ἐπιφορὰς προλέγειν. Φησὶν οὖν ὁ βασιλεύς. ἐπὰν τῆς χρονογραφίας ὑπὸ ὄψιν ἐκτεθείσης (τουτέστι τῆς γενέσεως) χρηματίσωσιν
ὁποῖοι ἂν τύχωσι, πρὸς πάντας λέγε τοὺς ἀστέρας, ἕτερος δέ τις κατὰ τὸ ἐναλλὰξ ἐφεστὼς ἐπιμαρτυρὴσῃ ἢ καὶ τὴν συναφὴν ἐπίσχῃ, συναμφοῖν οἱ χρόνοι ἀναγραπτέοι. οἷον οὕτως· ἐὰν ἡ Σελήνη τὸν ἀρίθμιον τόπον ἐπίσχῃ, ἕτερος δέ τις ἐπὶ τοῦ τῆς
Σελήνης τύχῃ ζῳδίου, ἐπειδὴ αὐτὴ ἡ Σελήνη ἐφ᾿ ἑτέρου τόπου τὴν συναφὴν ἐπίσχει, τοὺς μὲν τοῦ ζῳδίου χρόνονς κατάξει, οἵτινές ποτε ἂν ὦσιν, εἴτε ἀγαθοποιοὶ προσόντες ἢ καὶ ὡς ἐναντίοι. ἐπὰν γὰρ ὁ τοῦ Διὸς ἐπὶ τοῦ προκειμένου τόπου τύχῃ, δόξης δηλωτικὸς
ἢ δόξα μέτριος ἐπικτητικοῦ βίου συλλογῇ γενήσεται 16 (τουτέστι τὸν κλῆρον τῆς τύχης, ὅστις τὸν περὶ ὑπαρχόντων καὶ ὠφελείας δηλοῖ. τὴν δὲ περὶ δόξης ἕτερον)· εἰ δὲ τούτῳ συνεπιμαρτυρήσῃ ἤ καὶ τούτῳ συναφὴν ἐπίσχῃ κακοποιός, ἐν τοῖς τῶν ἀγαθοποιῶν κρόνοις καὶ τὸ κακὸν
ἐπιτελεσθήσεται. συμπαραλαμβανομένου δὲ καὶ συμψηφοθετουμένου τοῦ τὴν συνεπιπλοκὴν ἔχοντος τοῦ ἀστέρος κρόνου, δσοι ἂν ὦσι συμπεπαιούμενοι, πρὸς τὰ τέλη τῶν περιόδων ἣ τῶν ἀναφορῶν τὰ ἀποτελέσματα λέγειν γίνεσθαι. ππας μὲν οὖν ἀστὴρ ἐπίκεντρος
ὑπάρχων τοὺς ἰδίους χρόνους πλἡρεις δίδωσι (περὶ τούτου καὶ ἡμεῖς ὲν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν), ἔκκεντρος δὲ ὑπάρχων, ὅσους ἂν ἀπομερίζῃ λοιπογραφουμένους ἀπὸ τῶν ἰδίων ἀριθμῶν(τοῦτον δἐ τὸν λόγον, ὡς ἐμοὶ δοκεῖ, ἐν τῷ περὶ χρόνων ζωῆς ἐδηλώσαμεν.)
λά μοίρας. ἔστω δὲ καὶ τὴν Σελήνην ἐν ᾧ δἡποτε ζῳδίῳ τετευχυῖαν ἐπίκεντρον, ἐπαναφέρεσθαι δὲ ἤ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως ἐπὶ τοῦ ἐχομένου ζῳδίου, ἐφ' δν καὶ τὴν συναφὴν ποιήσεται, μαρτθρεῖσθαι δὲ τὸν τοῦ Κρόνου ὑπὸ τοῦ Ἄρεως ἤ καὶ
αὐτῆς τῆς Σελδήνης ἢ καὶ τοῦ Ἡλίου. οἱ τοιοῦτοι ἐκ ταπεινῶν γονέων ἔσονται· τοὺς δὲ τοῦ ζῳδἱου χρόνους, ἐφ᾿ οὗ τοῦ Κρόνου τέτευχε, καὶ τοὺς τοῦ Ἄρεως ἐπισυνθέντας, τούτους ἀνωμαγήσει ἢ καὶ ἐν ξενιτείαις ἔσται· δὲ τοῖς αὐτοῖς χρόνοις δινῶν καὶ
τομῶν παραίτιος γενήσεται τῶν περὶ τὰς ὄψεις. ἐὰν δέ πως ὴ Σελήνη ἐπὶ προσθέσεως ὑ πάρχουσα καὶ μηδέπω ἐπὶ τὴν πανσέληνον, ἐπιδεῆ σημαίνει φέρεται φέρεται ἀποσκότωσιν ἐπὶ μηδενὸς τῶν ὁρατικῶν μέντοι γε τὰ περὶ τοὺς ὀφθαλμοὺς γενόμενα αἴτια· ἤτοι 17 πρὸς ἀναφοραῖς ἢ καὶ τομαῖς ἐπὶ τῶν αὐτῶν τόπων διὰ τὸ φωσφορούσῃ συνάπτειν Ἄρεα ἢ καὶ καύσεσι ἐμπεριισχάνονται. εἷτ᾿ ἐχομένως τὰ τοῦ ἐπιματρυροῦντος ἀστέρος τὸ τῆς Σελήνης ζῴδιον ἢ καὶ συμπροσόντος, εἰ τὶς ἢ καὶ τινὲς τύχωσιν ἐπισυμπαρεῖναι
τῷ κλήρῳ, λέγειν· εἷθ᾿ ἑξῆς τοὺς ἐπαναφερομένους, καθ᾿ ὃν ἂν τόπον ἐπαναφερόμενοι κέντρῳ οἱῳδήποτε τύχωσι.
εὕρομεν.
καὶ συγκρίνειν τὰ ἀποτελέσματα κατὰ τὰς τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων τοποθεσίας τῶν τε κλήρων καὶ συνόδων καὶ πανσελήνων κατὰ τὰς οἰκείας μαρτυρίας τῶν ἀστέρων ἢ καὶ ἐναντιότητας. ἐὰν οὖν συντεθῶσι τῶν μαρτυριῶν οἱ χρόνοι, τοῖς διὰ μέσου τούτων ἢ καὶ τρίτοις ἢ καὶ διμοίροις
συντελεσθήσονται τὰ ἀποτελέσματα, ἐάνπερ μὴ κατά μόνας συνάπτωσι. σκοπεῖν δὲ δεῖ καὶ τὴν τῆς Σελήνης συναφήν, κἂν μὴ τῷ αὐτῷ ζῳδίῳ ἦ καθʼ ἑτέρου σχηματογραφίαν, ἀλλʼ τῷ ἑξῆς, ἀμφοτέρων συνθέντας τοὺς χρόνους ἢ τῶν ζῳδίων, οἷς πάρεισιν, ἀποφαίνεσθαι. πολυμερῶς μὲν οὖν τὰ τῶν χρόνων γενήσονται,
ὁτὲ μὲν ἐκ τῆς σεληνιακῆς φορᾶς καὶ τοῦ κλήρου, ὁτὲ δὲ πρὸς τὰ κέντρα, ὁτὲ δὲ πρὸς τοὺς ἑῴους καὶ ἑσπερίους καὶ τὰς λοιπάς φάσεις, ὁτὲ δὲ λἡγοντες οἵ τε χρόνοι καταληπτέοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς. μέντοι λέγειν τῳ διὰ μέσου ἢ καὶ ἐπὶ τρίτοις ἢ καὶ διμοιριαίοις
χρόνοις, εἰς τὸν περὶ σίνους τόπον ἡ τομὴ γενήσεται μοιρικὸν διάστημα λαβόντα λογίζεσθαι· ἡμεῖς δὲ ἐπεξεύρομεν καὶ εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων τόπον.
18 Ἑρμῆς Καρκίνῳ, ὡροσκόπος Ζυγῷ, κλίμα ζ΄. τῷ λζ΄ ἔτει ὑπὲρ γυναικός, ἧς μεγάλην ὠφέλειαν προσεδόκα, δίκην περὶ κληρονομίας ὑπομείνας ἡττήθη ἐπὶ βασιλέως· οὐ μέντοι ἐπιβλαβὴς αὐτῷ ὁ χρόνος παντελῶς ἐγένετο, πλὴν τῆς ἐλπίδος ἀφαιρετικός.
τὰ μὲν οὖν λζ΄ ἔτη καὶ αἱ τρίγωνοι στάσεις ἐδήλουν Σελήνης πρὸς Ἄρεα· Σελήνης μὲν κε´, Γοξότου δὲ ιβ´, γίνονται λζ´. καὶ Διὸς πρὸς Ερμῆν· Διὸς ιβ´ , Καρκίνου κε´ γίνονται λζ΄ ζητήσαντες καθώς προεκτεθείμεθα εὕρομεν τὴν ἐναντίωσιν Ἄρεως καὶ Ἀφροδίτης χρηματίζουσαν οὕτως κατὰ ζ΄ κλίμα καὶ τὴν τετράγωνον
πλευράν· Κρόνου τῶν Διδύμων κζ΄ καὶ Ἀφροδίτης η΄ καὶ Παρθένου κ΄ , γίνονται νε΄ ὧν δίμοιρον γίνονται λϚ´ μῆνες η´ αὐτὸ καὶ οἱ Ἴχθύες ἐσήμαινον. πλὴν ἴσχυσαν οἱ κακοποιοί· ἦν γάρ καὶ Ἀφροδίτη κυρία τοῦ κλήρου· τὴν αὐτὴν δίκην τῳ λεʼ ἔτει ἐνίκησεν, ἐπικλήσεως δὲ γενομένης ἡττήθη· ἐσήμαινε γὰρ ὁ λε´
μὲν ἀγαθὸν ἀπὸ τῆς ἀναρορᾶς τῶν Ἰχθύων ιε´ καὶ Διδύμων κ´ , καὶ πάλιν Διδύμων κζ´ καὶ Ἀφροδίτης η´ γίνονται λε´ , καὶ πάλιν Διδύμων κʼ καὶ Ἄρεως ιε´ γίνονται λε´ , καὶ πάλιν Παρθένου κ´ καὶ Ἄρεως ιε´ γίνονται λεʼ. ἐχρημάτισαν οὖν καὶ οἱ ἀγαθοποιοὶ καὶ οἱ κακοποιοί, καὶ καθότι δισώμοις, δεήσει πολλάκις περὶ
αὐτῶν. ἡ οὖν καθυπερτέρησις καὶ ἐναντίωσις τῶν κακοποιῶν πολλὴν δύναμιν ἔχουσιν, ὅθεν καὶ αὐτὸς Πετ ό σι ρις ἔφη· ἱ δὲ χρόνοι ἔσονται ἐκ τῆς τῶν κακοποιῶν καὶ ἀγαθοποιῶν παρεμπλοκῆς.
Ἄλλη. Ἣλιος Καρκίνῳ, Σελήνη Κρόνος Ζεὺς Τοξότῃ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Διδύμοις, ὡροσκόπος Αἰγόκερῳ, κλίμα ζ΄ τῷ μὲν κε´ ἔτει ἔδοξε περιγενέσθαι τοῦ πράγματος· ἐσήμανε γὰρ ἡ Σελήνη τὰ κε´ μετὰ τοῦ Διὸς καὶ Κρόνου ὑπάρχουσα, καὶ ὁμοίως Ἡλιος Καρκίνῳ τὰ κε´ ἐδήλου. ἀλλὰ καὶ οἱ λοιποὶ ἀστέρες
κατὰ συμπλοκὴν καὶ ἐναντίωσιν ἐχρημάτισαν, οἷον Κρόνου ἔτη λ´ καὶ Ἑρμοῦ κατὰ διάμετρον κ´ γίνονται ν´, ὧν ἥμισυ γίνονται κε´· καὶ πάλιν Κρόνου λ´ καὶ Ἑρμοῦ κ´ καὶ Σελήνης κε γίνονται οε´ , ὧν τρίτον γίνονται κε´· ὅθεν εἰς ἐναντίωμα ἐχώρει πρᾶγμα τότε. τῆς δὲ ἐπικλήσεως γενομένης τῳ κζ´ ἔτει κατεδικάσθη·
ἐχρημάτισε γάρ ἡ ἀναφ ορὰ τῶν Διδύμων, ἔνθα ὁ κλῆρος τῆς τύχης Ἄρεως καὶ Ἑρμοῦ ἐπόντων. ἄλλως τε καὶ Σελήνης κε´ 19 καὶ Ἄρεως διαμέτρου ιε´ γίνονται μ´. ὧν δίμοιρον γίνονται κϚ´ μῆνες η´ . ὡσαύτως δὲ καὶ ἐνθάδε δισώμοις οἱ ἀστέρες ἔτυχον. Ἄλλη. Ἥλιος Ἑρμῆς Ζεεὺς Σκορπίῳ, Σελήνη Ταύρῳ), Κρόνος Ὑδροχόῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ζυγῷ, ὡροσκόπος Λέοντι. κλίμα δεύτερον. τῳ νβ´ ἔτει μεγίστην ταραχὴν καὶ πρὸς ἀδελφὴν
δίκην ἔσχε περὶ ὑπαρχόντων καὶ κληρονομίας καὶ ἐπὶ βασιλέως ἐνίκησεν ἐχρημάτισε γὰρ ἡ διάμετρος στάσις Σελἡνης κε´ . Διὸς τβ´, Σκορπίου ιε´ γίνονται νβ´ ἄλλως τε καὶ κατὰ δεύτερον κλίμα Σκορπίου λϚ´ , Διὸς ιβ´ , Κρόνου ἐπικειμένου τῷ κλήρῳ λ´ γίνονται οη´ ὧν δίμοιρον γίνονται νβ´ . καὶ πάλιν Γαύρου κδ´ Ὑδροχόου
κδ´ καὶ Κρόνου λ´ γίνονται οη´ ὧν δίμοιρον νβ´ ἐχρημάτισαν οὖν πάντες οἱ ἀστέρες ἐκτὸς Ἄρεως· ἐνόσησε μὲν οὖν τούτῳ τῳ χρόνῳ καὶ θαλάσσῃ μικροῦ δεῖν ἐκινδύνευσε καὶ πολλὰ ἀναλώματα ἐποίησεν· ἀλλὰ οἱ ἀγαθοποιοὶ ἔδοξαν καθυπερτερεῖν τὸν Κρόνον καὶ μᾶλλον ἴσχυσαν.
ἐχρημάτισεν, ιε´ καὶ Κρόνου λ´ γίνονται πα´, ὧν δίμοιρον νδ´· ἐχρημάτισε γὰρ καὶ αὕτη ἡ καθυπερτέρησις τῶν κακοποιῶν. τῷ μὲν οὖν νγ´ φαντασίαν καὶ οἴησιν νίκης ἔσχε διὰ μειζόνων προσώπων βοηθείας, ὅθεν καὶ ἐπὶ τὴν δίκην προετράπη, ἐπεὶ Σελήνη ἐμέρισεν κε´ καὶ Αἰγόκερως κη´ . γίνονται νγ´ . τῷ δὲ νδ´ ἔτει
ὑπὸ τῶν βοηθῶν κατελείφ θη· οὐδὲ γὰρ συμπαρῆσαν τοῖς χρόνοις οἱ ἀγαθοποιοί.
παρείθη, δὲ τοῖς αὐτοῖς χρόνοις ἔκπτωτος ἐγένετο. τὰ μὲν οὖν μζ´ ἔτη ἐδήλου Καρκίνος λα´ μ´ καὶ Ἄρης ιε´ . γίνονται μϚ´ μῆνες η´· τὰ δὲ μή πάλιν Καρκίνου λα´ μ´ καὶ Σελήνης κε´ καὶ Ἄρεως ιε´ , γίνονται οβ´, ὧν δίμοιρον μή . ἐχρημάτισε μὲν οὖν τῷ μή ἔτει καὶ ἡ τῶν Διδύμων ἀναφορά κη´ κ´ καὶ ἡ τοῦ Ερμοῦ περίοδος
κ´, γίνονται μη´ μῆνες δ´· ὅθεν καὶ μικράς φιλανθρωπίας ἔτυχε καὶ πορισμοῦ τῷ μθ´ ἔτει. Ἥλιος καὶ Κρόνος ἐμέρισαν ιθ´ ναὶ λ´ , γίνονται μθ´ · οἱ οὖν κακοποιοὶ καθυπερτερήσαντες τὰ 20 φῶτα μεγάλων κινδύνων παραίτιοι· καὶ εἰ μὴ συμπαρῆν Ζεύς, πάντως ἄν καὶ βιαιοθανασίαν ἐπήγαγον.
Ϛ´ τῷ λε´ ἔτει ἀπὸ δουλείας φυγών πολλὰ ἐσύλησε καὶ πρὸς ὀλίγον χρόνον διαλαθὼν συνελήφθη τῷ αὐτῷ ἔτει. ἀμφότερα γὰρ τὰ διάμετρα ἐχρημάτισε· συνήγαγε γὰρ ἀνὰ ξ´ ὧν ἥμισυ λ´ Αἰγόκερω γὰρ κη´ καὶ Ἑρμοῦ κ´ καὶ Διὸς ιβ´ γίνονται ξ´ , ὧν ἥμισυ λ´ καὶ Κρόνου λ´ καὶ Ἄρεως ιε´ , ὧν δίμοιρον λ´ καὶ Καρκίνου
κε´ καὶ Διὸς ιβ´, ἐκ τριγώνου δὲ Ἀφροδίτης η´ γίνονται με´ , ὧν δίμοιρον γίνεται λ´ ἔδοξεν οὖν διὰ τοὺς ἀγαθοποιοὺς πρὸς ὀλίγον ἀποπεφευγέναι τὸν κίνδυνον καὶ ἡδέως διατεθεῖσθαι ἐκ τῶν συλῶν διὰ τὸ τούς κακοποιοὺς ἐμπεπτωκέναι.
Γαύρῳ, Ἄρης Λέοντι, Ἀφροδίτη Αἰγόκερῳ. ὡροσκόπος Παρθένῳ, κλίμα β.´ οὗτος ἡγεμονικὸς ὑπάρχων ἡγεμονικῇ ἔχθρᾳ περιπεσὼν τῷ λδ´ ἔτει κατεδικάσθη εἰς μέταλλον· Ἄρης γὰρ σὺν Ἡλίῳ ἐπικρατεῖ τοῦ χρόνου· Ἡλίου μὲν τθ´ , Ἄρεως δὲ με´ γίνονται λδ´ τῷ δὲ λϚ´ ἔτει διὰ βοήθειαν μειζόνων ἀνείθη τῆς συνοχῆς ὡς
ἐπισινής· καὶ τότε μὲν ἡ ἀναφορά τοῦ Λέοντος ἐχρημάτισε τῷ λϚ´ ἔτει, ἀλλὰ Διὸς καθυπερτεροῦντος ιβ´ καὶ Γαύρου κδ´ γίνονται λϚ´ ἀλλὰ καὶ Αἰγόκερω κη´ καὶ Ἀρροδίτης η´ γίνονται λϚ´ οἱ οὖν ἀγαθοποιοὶ ἴσχυσαν. τῷ δὲ λθ´ ἔτει τοῦ πράγματος ἀνασκευασθέντος διὰ τὴν προϋπάρχουσαν ἔχθραν εἰς νῆσον κατεδικάσθη·
οἱ γὰρ Τοξότῃ ἐκράτουν τῶν χρόνων, Ἡλίου ιθ´ καὶ Ἑρμοῦ κ´ γίνονται λθ´ καὶ λάβε δίμοιρον τῶν νή, ὅπερ ἐστὶν νή μῆνες η´ . πάλιν Ἡλίου τθ´ Ἑρμοῦ κ´ καὶ Λέοντος διὰ τὸν Ἄρεα τρίγωνον τθ´ γίνονται νή Ἄρεως γάρ τθ´ καὶ Ἡλίου ιθ´ καὶ Ερμοῦ κ´ γίνονται νή . τῷ δὲ μ´ ἔτει ἐπικινδύνως διῆξε καὶ
νόσοις περιέπεσε· πλὴν συνεξελθοῦσα αὐτῷ γυνὴ κατὰ φιλοστοργίαν τά τʼ ἄλλα παρηγόρει καὶ τῶν ὑπαρχόντων μέτοχον ἐποίησε. τὰ μὲν οὖν μ´ ἔτη καὶ τῇ τῆς Σελήνης συναφῇ πρὸς Ἄρεα δηλοῦνται (Σελήνης γὰρ κε´ καὶ Ἄρεως ιε´ γίνονται μ´) καὶ ἡ τρίγωνος δὲ Διὸς καὶ Ἀφροδίτης στάσις αὐτὸ ἐδήλου· Διὸς γάρ 21 ιβ´ καὶ Ἀφροδίτης κη´ γίνονται μ´ καὶ τούτοις τοῖς ἀποτελέσμασιν αὐτὸς παρέτυχον.
θάνατον θεασάμενος, δὲ τῷ αὐτῷ καὶ μητρός. ἐσήμανεν οὖν καὶ ἡ Παρθένος καὶ ὁ Ζυγὸς διὰ ἰσανάφορον· Ζυγοῦ μὲν ἔτη η´ , Παρθένου δὲ μ´ γίνονται μη´ ὅθεν ὡς κατὰ συμπαρουσίαν ὁ Ἄρης τῳ ὡροσκόπῳ ψυχικὸν ἐλύπησε. ἄλλως τε καὶ Παρθένου μ´ καὶ Τοξότου λβ´ γίνονται ρβ´, ὧν δίμοιρον γίνονται
μή .
τῷ γὰρ η´ μηνὶ συμπληρουμένῳ καὶ ἕως μέρους τοῦ θ´ σπασμοῖς περίεπεσεν, ὥστε μικροῦ δεῖν κινδυνεῦσαι. μὲν οὖν η´ Ζυγὸς ἐδήλου ἐπικειμένου Κρόνου καὶ τῷ ἐνάτῳ ἡμίσει ἀναφ ορὰ γὰρ τοῦ Κριοῦ τῶν ιζ´ ἕως συμπληρώσεως μηνῶν η´ καὶ ἡμερῶν τε´ . ἀλλὰ καὶ ἡ ἀναφ ορὰ τοῦ Αἰγόκερω ἐχρημάτισεν οὕτως· τῶν κζ´
τρίτον γίνονται θ´ καὶ Ἡλίου ιθ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´ , ὧν τρίτον γίνονται θ´ καὶ τοῖς μὲν ἀλλοις μησὶ τοῖς ὑπὸ τῶν κακοποιῶν διακατεχομένοις ἐπεσημαίνετο καὶ ἐξανθήμασι καὶ ἐκζέμασι περιέπεσεν, οἷον τῷ ιε´ καὶ ιζ´ καὶ κγ´ καὶ τοῖς λοιποῖς, ἐξαιρέτως δὲ περὶ τὸν κζ´ μῆνα· ἐκ προφ άσεως γὰρ τετράποδος
παγνίῳ πεσὼν ἐπλήγη περὶ τοὺς φυσικοὺς τόπους. τὸν μὲν κζ´ Ἄρης καὶ Σελήνη ἐδήλουν, Ἄρεως ιε´ καὶ Σελήνης κε´ γίνονται μ´ , ὧν δίμοιρον γίνονται κϚ´ ἡμέραι κ´ Κριοῦ καὶ Παρθένου διαμέτρῳ ἡγοῦμαι ἢ καὶ ὅτι πρὸς αὐτὸν ἐφ έρετο. ἄλλως τε Ἄρεως ιε´ καὶ τοῦ ὡροσκόπου Καρκίνου κε´ γίνονται μ´ , ὧν δίμοιρον
κϚ´ ἡμέραι κ´ · ἀλλὰ καὶ τότε ἡ ἀναφορὰ τοῦ Αἰγόκερω ἐχρημάτιζε τὰ κζ´ , καὶ ἡ Ἄρεως ιε´ καὶ Διὸς ιβ´ γίνονται κζ´, καὶ πάλιν Ἡλίου ιβ´ καὶ Ἀφροδίτης η´ γίνονται κζ´. ἀπὸ οὖν τοῦ κη´ μηνὸς ἀνωμάλως διῆγε· συνέτρεχε γὰρ καὶ ἡ ἀναφορὰ τοῦ Ζυγοῦ καὶ ἡ τοῦ Κρόνου περίοδος· τῷ δὲ λβ´ μηνὶ ἐπισφα αλῶς ἐνόσησε καὶ
ἐσπάσθη. Ἄρεως γὰρ ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´ γίνονται λβ´ τῷ δὲ λγ´ μηνὶ ἐτελεύτα· συνετελεῖτο γὰρ ἡ ἀναφ ορὰ 22 τοῦ Καρκίνου· ἀλλὰ καὶ Καρκίνου κε καὶ Ζυγοῦ η´ γίνονται λγ´ ἤ καὶ Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ ὡς συνούσης οὖν τῷ Ζυγῷ καὶ τῷ Κρόνου διὰ ἰσανάφορον ἐλογισάμην.
Ἰχθύσι, Ζεὺς Αἰγόκερῳ, Ἄρης Κριῷ, Ἀφροδίτη Λέοντι. ὡροσκόπος Καρκίνῳ, κλίμα Ϛ´ . οὗτος πλούσιος ὑπάρχων περὶ μζ´ ἔτος ἐξέπεσεν· ἐχρημάτισε γὰρ Κρόνος μεσουρανῶν θ´ καὶ ἡ ἀναφορὰ τῶν Ἰχθύων, Κρόνου μὲν λ´ Ἰχθύων δὲ ιζ´ γίνονται μζ´ . ἀλλὰ καὶ διάμετρον Ἡλίου καὶ Ἄρεως καὶ Ἑρμοῦ, Ἄρεως μὲν
ιε´ καὶ τῆς ἀναφορᾶς τοῦ Κριοῦ ιζ´ καὶ Ἡλίου τθ´ καὶ Ἑρμοῦ κ´ καὶ Λέοντος λη´ γίνονται ὁμοῦ ρα´, ὧν δίμοιρον γίνεται μζ´ μῆνες δ´· ἀλλὰ καὶ ἡ τετράγωνος πλευρὰ Ζυγοῦ τε καὶ Αἰγόκερω, Αἰγόκερω μὲν κζ´ Ἑρμοῦ δὲ κ´, γίνονται μζ´ . τῇ μὲν οὖν φαντασίᾳ ἔδοξε περισκέπεσθαι, ἐναντιώματα δὲ καὶ μείωσιν διὰ γυναῖκα
ὑπέμεινε.
χρηματίθῃ, μετὰ τὴν ἔκπτωσίν ἐστιν ἀνάσφαλσις καὶ ἀποκατάστασις ἀπὸ τῶν τῆς ἀναφορᾶς τοῦ ζῳδίου χρόνων ἢ ἀπὸ τῆς τοῦ ἀστέρος κυκλικῆς ἀποκαταστάσεως. Ἥλιος νυκτὸς ὑπὸ γῆν ἄνευ οἰκοδεσποτείας χρηματίσας, Σελήνη ὑπὲρ γῆν κινδυνευκυίας τὰς γενέσεις ἀποτελοῦσι· σύνοδοι καὶ διχότομοι Σελήνης ὑπὸ Κρόνου
τετραγωνιζόμεναι ἢ διαμετρούμεναι ἢ συνόντα ἔχουσαι ἐκπτώσεως δηλωτικαί· ὁμοίως δὲ καὶ αἱ πανσέληνοι καὶ πρῶται διχότομοι ὑπὸ Ἄρεως διαμετρούμεναι ἢ τετραγωνιζόμεναι ἢ συνόντα ἔχουσαι μεγάλας ἄτας καὶ συμφορὰς σημαίνουσι ἀοιδίμους τε καὶ περιβοήτους τὰς ἐκπτώσεις, καὶ ἐπὶ μὲν τῶν στερεῶν ζῳδίων ἢ
μοιρῶν παρόντες ἅπαξ τε καὶ ἀπαραιτήτως δαμάζουσιν, δὲ τοῖς δισώμοις πλεονάκις, δὲ τοῖς τροπικοῖς πολυθρυλήτως περιάπτουσι· καὶ ἐπίκεντροι μὲν τυχόντες ἐκ μεγίστων εὐτυχιῶν εἰς μεγίστας ἀτυχίας περιιστάνουσιν, δὲ ταῖς ἐπαναρ οραῖς ἑτέρων ἕτερα πάσχειν ποιοῦσι καὶ προσδοκᾶν, δὲ τοῖς ἀποκλίμασι
σφάλσιν καὶ ἐπαγωγὴν ἢ λατρείας καὶ ὕβρεις καὶ βασάνοις 23 καὶ κακοθανασίαις περιτρέπουσι. χαλεπὸν τοῖς νυκτὸς τὴν Σελήνην ἀποκλίμασι κεκτημένοις καὶ τὸν Ἥλιον ἡμέρας. ἐὰν δέ πως καὶ οἱ κακοποιοὶ τετραγωνίσωσι τὸν Ἥλιον καὶ τὴν Σελήνην, καθολικοῖς πολέμοις καὶ περιστάσεσιν ἐμπίπτουσι καὶ ἀναιροῦνται. ἢ καθολικοῦ Κρόνος Ἄρεϊ κατὰ διάμετρον οὐκ
ἀγαθὸς οὔτε ἐπὶ δούλου οὔτε ἐπὶ ἐλευθέρου· πολὺ γὰρ δυστυχὲς παρέξεται· καὶ τετραγωνίζοντες δὲ καὶ συνόντες ἐπιμόχθους ποιοῦσι καὶ ἐπιταράχους. βέλτιον δὲ τοὺς τοιούτους αὐτῶν σχηματισμοὺς ἀποκλίσει τετευχέναι· ἐπὶ μὲν γὰρ τῶν κέντρων ὄντες τῇ τε τύχῃ τὸν θάνατον καὶ τῇ πράξει καὶ τῇ ὅλῃ ὑποστάσει
τοὺς κινδύνους ἐπιφέρουσιν ἐπὶ δὲ τῶν ἐπαναφορῶν τὰ ἐλπιζόμενα ἐπὶ χεῖρον ἀποβαίνειν ποιοῦσι καὶ θλίβουσι τὰς ἐγχειρήσεις, ἐπιμόχθους δὲ καὶ ἐπιπόνους ποιοῦσι τὰς τύχας· δὲ τοῖς ἀποκλίμασι περὶ τὰ βιωτικὰ ποικίλως καὶ εὐπροφασίστως τοῖς ποριζομένοις ἀντήλλακται. ἐὰν δέ πως οἱ ἀγαθοποιοὶ τοῖς
προειρημένοις σχήμασι μαρτυρήσωσι, ἧττον τὸ φαῦλον ἢ εὐπαραμύθητον γενήσεται· τὸ δʼ ὅμοιον καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἀποτελοῦσι τῶν σχημάτων κυριεύσαντες. ἐπεὶ δὲ δοκοῦσιν οἱ πλείους ἀστέρες ἢ καὶ πάντες πλειστάκις τῶν χρόνων ἐπικρατεῖν, ἡ διάκρισις τοῦ τε φαύλου καὶ ἀγαθοῦ καταληφθήσεται ἐκ
τῶν κατὰ καιρὸν ἐπεμβάσεων, καὶ μάλιστα ὖπόταν ἀστὴρ χρονοκρατῶν ἐπεμβῇ εἰς τοὺς χρηματιστικοὺς τόπους λόγον ἔχων εἰς τὰ τῆς γενέσεως πράγματα· βέβαιον γάρ σημαινόμενον ἀποτέλεσμα δηλοῖ.
οὐδὲν γίνεται, ἀλλὰ καὶ οἱ πολέμῳ καὶ συμπτώσει καὶ ἐμπρησμῷ καὶ ναυαγίῳ ἢ καὶ κατὰ ἄλλην αἰτίαν τινὰ ἁλισκόμενοι ὁμοθυμαθὸν συνάγονται ὑπὸ τῆς εἱμαρμένης, ἐκ μικροῦ ὑποδείγματος δηλώσομεν. Ἥλιος Ἑρμῆς Λέοντι, Σελήνη Ζυγῷ, Κρόνος Κριῷ, Ζεὺς Ταύρῳ, Ἄρης Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Αἰγόκερῳ,
κλίμα β´. τῷ μ´ ἔτει κλιμακτῆρα ἔσχε· Σελήνης μὲν κε´, Κριοῦ δὲ ιε´ γίνονται μ´ ἢ καὶ αὐτοῦ τοῦ διαμετροῦντος Κριὸν κ´ Ζυγοῦ μ´ γίνονται ξ´ ὧν δίμοιρον γίνεται μ´ γέγονεν οὖν διπλοῦς ὁ κλιμακτήρ. δὲ τῷ αὐτῷ χρόνῳ εὗρον καὶ Αἰγόκερω τοῦ ὡροσκόπου κη´ καὶ τοῦ κατὰ τρίγωνον Διὸς ιβ´ , γίνονται μ´ · καὶ
πάλιν Αἰγόκερω λ´ καὶ Ταύρου κβ´ καὶ περιόδου η´ , γίνονται ξ´ ὧν δίμοιρον μ´ .
Ἀφροδίτης η´ καὶ ἡ ἀναφορὰ τοῦ Αἰγόκερω κζ´ γίνεται λε´ καὶ πάλιν διάμετρον Κρόνου λ´ καὶ Καρκίνου λβ´ λ´ καὶ Ἀχροδίτης η´ γίνονται ο´ μῆνες Ϛ´ , ὧν ἥμισυ γίνεται λε´ μῆνες γ´ . ἀλλὰ καὶ Ζεὺς Κρόνος τότε συμμετέσχον τοῦ χρόνου, Ζυγοῦ μβ´ μῆνες Ϛ´ Καρκίνου κζ´ μῆνες Ϛ´ γίνονται ο´ , ὧν ἥμισυ γίνεται
λβ´.
ς´, ὧν δἱμοιρον γίνεται λϚ´ μῆνες δ´ συμμετέσχον οὖν καὶ ἐνθάδε οἱ ἀγαθοποιοί.
ἀλλὰ καὶ Διδύμων κη μῆνες δ´ καὶ Διὸς ιβ´ γίνονται μ´ μῆνες δʼ, ὧν δίμοιρον μζ´ ἔγγιστα· καὶ πάλιν Λέοντος ιθ’ καὶ Καρκίνου λα´ μῆνες η´ , Κρόνου λ´ γίνονται π´ μῆνες η´ , ὧν τρίτον γίνεται κζ´ ἔγγιστα.
Τοξότῃ, Ἄρης Ζυγῷ. Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ. ὡροσκόπος Ἰχθύσι, κλίμα Ϛ´ . τῷ λγ´ ἔτει κλιμακτῆρα ἔσχε. Σελήνης κε´ καὶ Ζυγοῦ η´ γίνονται λγ´ καὶ Κρόνου λ´ καὶ Ἡλίου ιθ´ γίνονται μθ´, ὧν δίμοιρον λβ´ μῆνες η´ ἀλλὰ καὶ Τοξότου ἀναφ ορὰ ἐχρημάτισε Διὸς ἐπικειμένου, τουτέστι τὰ λγ´ .
πῶς σχηματίζεται καὶ τίνος ἐπικαιρότερος ἢ δυναστικώτερος τυγχάνει, πότερον ὁ φαῦλον ἢ ὁ ἀγαθὸν ἀποτελῶν, κἀκείνῳ βραβεῖον τοῦ ἀποτελέσματος ἀπονέμειν, εἶτα τοῖς λοιποῖς τοῖς ἀσθενέστερον δυναμένοις ἀποτελεῖν διʼ ἐλπίδος καὶ ὑπερθέσεως καὶ φόβου καὶ ζημίας· πολλάκις γάρ ὐπʼ ὄψιν προδείξαντες
ἀποτέλεσμα ἠτόνησαν διὰ ἐπὶ δυναστικοῦ τόπου ἕτερον τετευχότα ἐξισχῦσαι. ἐὰν δὲ τὴν αὐτὴν δύναμιν τῆς σχηματογραφίας ἢ τῶν ζῳδίων ἐπισχῶσιν, ἀμφότερα γενήσεται τά τε φαῦλα καὶ τὰ ἀγαθά, πολλάκις μὲν οὖν πρὸς χρόνους δυσέκλυτοι καὶ εὔτονοι πλευραὶ εὑρισκόμεναι ἐπὶ πολὺ διακατέχουσι,
κἂν ἤδη δοκῶσι τῶν χρόνων ἐξίστασθαι, πάλιν ἐπικρατοῦσι καὶ ἄρχουσιν· ὡς καὶ ἂν ἑτέρα μαρτυρία χρηματίσῃ, οὐκ εὐτονήσει νικωμένη ὑπὸ τῆς πρώτης, καὶ μάλιστα ὅταν κατὰ διάμετρον ἢ καθʼ ὑπερτέρησιν τύχῃ κακοποιὸς ἐνεργῶν τι.
Κριῷ. Σελήνη Ζεὺς Λέοντι. Ἄρης Ταύρῳ, Ἀχροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα α´ . τῷ ιη´ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κε´ ἔτη ἡ ἀναφορὰ τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρηματίκει,
τῆς εὐεργεσίας τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Γαύρου ἀναφοράν τὰ κε´ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σελήνης περίοδος τὰ κε´ ἔφερεν, ὧν δίμοιρον γίνεται ιϚ´ μῆνες η´· εἰ μὲν οὖν ἐπισυνῆγεν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς προγεγραμμένους χρόνους, ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ
αὐτοὶ πάλιν ἐπεκράτησαν τῷ γὰρ ιη´ ἔτει μὲν θηλυκὸν πρόσωπον ἐτελεύτα, αὑτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβ´ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιε´ γίνεται κζ´ , ὧν δίμοιρον ἔτη ιη´ ἐλλὰ καὶ Λέοντος ιθ´ καὶ Γαύρου η´ γίνονται κζ´ ὧν δίμοιρον ιη´ τῷ ιθ´ ἔτει ὠφελείας
μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθ´ ὁ Λέων ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν 26 Κρόνῳ ὢν Κρίῷ ἐσήμαινε τὰ ιθ´ καὶ πάλιν Ὑδροχόου λ´ καὶ Ταύρου η´ , ὧν ἥμισυ γίνεται ιθ´. τῷ δὲ κ´ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ
Ἄρης ιε´ καὶ Σελήνη κε´ γίνονται μ´ ὧν ἥμισυ κ´ ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κε´ καὶ Λέοντος λεʼ γίνονται ξ´ , ὧν τρίτον γίνεται κ΄. καὶ Ερμῆς δὲ Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κ´. ὁμοίως δὲ καὶ τῷ κα΄ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Ταύρου η΄ , Ἄρεως ιε΄ γίνονται μβ΄ , ὧν ἥμισυ γίνεται κα´ · καὶ
ἀναφορὰ Κριοῦ κα´ μῆνες η καὶ Ἑρμοῦ κ´ γίνονται μα´ μῆνες η΄ , ὧν ἥμισυ ἔτη κ΄ μῆνες ι΄ καὶ τῷ κβ΄ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´ καὶ Γαύρου κε΄ γίνεται μδ΄ ὧν ἥμισυ γίνεται κβ΄. κγ΄ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης η΄ Ἄρεως ιε΄ γίνονται κγ΄.
Ἡλίου αὐτὸ ἐδήλου· ἔσχεν οὖν φιλίαν πρὸς μείζονα καὶ βασιλικὸν πρόσωπον, παρʼ οὗ καὶ στεμματοφορίαν καὶ ἀρχιερωσύνην προσεδόκησεν. ἀναμφιλέκτως οὖν τοιοῦτο ἐγεγόνει ἄν, εἰ μὴ Ἄρης καθυπερτερῶν κεχρηματίκει· καὶ Κρόνου δὲ συνόντος τοῖς τὴν δωρεὰν παρεχομένοις ἀνακρίσεις καὶ βραδυτῆτες καὶ ἀναλώματα
καὶ φθόνοι παρηκολούθησαν, καὶ οὐ τοσοῦτον ἐμποδιστικὸς δόξης ἐφαίνετο τρίγωνος Διὶ τυγχάνων, ὅσον παρʼ ἵρεσιν Ἄρης καθυπερτερήσας. ἐγένετο οὖν καὶ κλιμακτηρικὴ νόσος καὶ αἱμαγμὸς καὶ ἐμπόδιον τῆς δόξης, δούλων προδοσία, ἐπιθέσεις ζημίαι ἐνδειαι. εῖθ’ οὗτος ὑστέρου εὐπόρησε καὶ εἰς μέλλοντα χρόνον
ἀναβολῆς γενομένης ἀπηλλάγη εἰς τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν κατὰ τὸν αὐτὸν χρόνον χρημάτισιν· ἔσονται μὲν πράξεις, ἀναλώματα δὲ πλεῖστα, ἢ καὶ ἐκ προγενομένης πράξεως αὐτάρκεια ἔσται ἢ καὶ ἑτέρας τινὸς προσόδου καὶ φίλων ἐπικουρίας. γίνεται δὲ καὶ τὰ ἀποτελέσματα μετὰ συμπληρωθῆναι τὰς
ἀναφορὰς τῶν ζῳδίων ἢ τὰς τῶν ἀστέρων περιόδους, καθὼς καὶ αὐτός φησιν ὁ βασιλεύς ἐπὶ γενέσεως· ὁ το ιοῦτος διελθὼν τοὺς τῆς Ἀφοδίτης καιρικοὺς χρόνους ἄτεκ νος τῶν 27 ἀν αγκαίων στερηθήσε τακα ἱπάνια ἀχρειώ σατρόπον ἐπαίτου ζήσετα ι. ἄρχονται οὖν τότε ἐνεργεῖν οἱ χρόνοι, ἐπὰν εἰς συντέλειαν συντρέχωσι, προκατασκευάζοντες ἐπὶ τῶν ἀγαθῶν ἀποτελεσμάτων φιλίας συστάσεις ὠφελείας συμπαθείας δόξας, ἐπὶ δὲ τῶν φαύλων κακωτικὰς αἰτίας.
πρὸς Ἀφροδίτην Γαύρου κε΄ Σκορπίου ιε΄ γίνονται μ΄· ἔνθεν καὶ διʼ εἴδη θηλυκὰ καὶ ὠφελείας πρόφασιν ἐνήργει ἀποτέλεσμα· καὶ πάλιν ἡ τῆς Σελήνης συναφὴ πρὸς Ἄρεα, Σελήνης κε΄ καὶ Ἄρεως ιε΄ γίνονται μ΄ , ὡς καὶ ὁ βασιλεύς φησιν· ἔστω δὲ καὶ τὴν Σελήνην ᾧδήτοτε ζῳδίω τετευχένα ἢ
ἐπίκεντρον εἶναι, ἐπαναφέρεσθαι δὲ ἢ ἐπικαταφέρεσθαι τὸν τοῦ Ἄρεως τῳ ἐχομένῳ ζῳδίῳ ἐπόντα, ᾧ καὶ τὴν συναφὴν ποιήσεται. ὥστε κἀν μὴ ἐν τῷ αὐτῷ ζῳδίῳ συμπαρῇ ἀστὴρ τῇ Σελήνη, δὲ τῷ μεταξὺ ἢ ἐν τῷ τούτου τετραγώνῳ ἢ διαμέτρῳ εὑρεθῇ, βέβαιον τὴν
συναφὴν προκρίνειν καὶ συμπεριθέντα τὰς τούτων περιόδους ἢ καὶ τὰς τῶν ζῳδίῳν ἀναφ ορὰς ἀποφ αίνεσθαι τὸν χρόνον.
πότερον ἀγαθοποιὰ ἢ φαῦλα καὶ τίς ὁ τόπος καὶ τί δύναται σημᾶναι, καὶ τῶν ἐπιπαρόντων ἀστέρων ἢ μαρτυρούντων τὰς φάσεις, καὶ οὕτως τοῖς ἐπιμερισμοῖς τὰ ἀποτελέσματα προλέγειν. οἷον τὸ διάμετρον οὐ πάντως κακοποιὸν οὐδὲ τετράγωνον, ἀλλʼ ἔσθʼ ὅτε. ὥσπερ οὖν ἐν τοῖς καθολικοῖς ἀποτελέσμασιν
ἐναλλοιοῦται ὑπὸ τοῦ τόπου ἡ μαρτυρίας ἥ κέντρου ἢ ἄλλης τινὸς φύσεως, οὕτως καὶ ἐπὶ τῆς τῶν χρόνων διαιρέσεως ἐναλλοιοῦται ἢ βεβαιοῦται τὰ ἀποτελέσματα ἐκ τῆς τῶν ἀστέρων καιρικῆς ἐπεμβάσεως. τῇ οὖν ἐπεμβάσει τῶν ἀστέρων ἀναγκαίως δεῖ προσέχειν, ὅπως καὶ τὸ λεγόμενον ἀκριβὲς ἦ καὶ εὐκατάληπτον τὴν
δύναμιν ἔχῃ.
τῆς γενέσεως ἢ βλα πτικὸς ἐπὶ τῶν ὁμοίων τόπων, ἐάνπερ ἦ βλαβερὸν ὑπὸ τῶν τῆς γενέσεως χρόνων. εἰ δὲ δ μὲν ὠφέλιμος ὑπάρχει, ὁ δὲ βλαβερός, καὶ τύχωσιν ἑκάτεροι ἐπὶ ἰδίου τόπου ἢ τετραγώνου, καὶ ὁ μὲν περιποιῶν ἐπιμερίσει ἐπὶ τὸνκ ακοποιοῦ τόπον ἐπιπαρελθών, δ δὲ
στερητικὸς γενήσεται ὧν προεμέρισε, χάριν τοῦ ἑκάτερον αὐτῶν ἐκ τετραγώνου γενομένους τὸν μὲν δοτικὸν γεγονέναι, τὸν δὲ ἕτερον ἐπιμαρτυρήσαντα τῇ δόσει τῆς βλάβης τὸ μεῖον ἀποδεδειχέναι. πάλιν λέγει· νοεῖν δὲ χρὴ καὶ τὸν τῶν χρόνων κρατοῦντα τὸ πῶς τέτακται πρὸς τὰ τῆς
γενέσεως πράγματα, ἔτι δὲ τοὺς ἐπικρατήτορας καὶ περιποιητικοὺς ἢ βλαπτικοὺς τόπους. οὐκ ἐπὶ μόνης δὲ τῆς καταρχῆς τῶν χρόνων, ὅπου τετεύχασιν οἱ ἀστέρες, συνορατεός δ τρόπος ἔσται ὁλοτελῶς, ἀλλὰ καὶ ἐν τοῖς διαμέσοις προσκοπητέον τὰς ἐπεμβάσεις τῶν λοιπῶν ἀστέρων
τὰς τῶν προσμ αρτυρούν των ἢ συμ παρε δρευόν των τῷ δε σπόζον τι τῶν χρόνων, συμ παραλαμβανομένων δὲ καὶ Ερμοῦ καὶ Σε λήνης. ἐνδέχεται γὰρ ἐπὶ τῆς καταρχής τῶν χρόνω συμφόρων ὄνυ των αὐτῶν τὸν ἀγα θοπο ιὸν ἐπὶ τοῦ περιπο ιητκοῦ ῦτόπου παρεῖναι
ἢ μεθ᾿ δπόσον ὖν δήποθεν χρόνον τὴν ἐπέμβασιν ποτεῖσθαι, κακοποιὸν δὲ ἐποἰὸν δὲ ἐπεμβεβηκέναι· καὶ τῶν κρόνων καλῶν ὄντων ἀπο βολὴν τῶν ἐἲσοδιασθέντων ποτήσεται. εἰ δὲ τῶν κρόνων κατὰ τὸ ἐναλλὰξ ἀποβὰντων ἀγαθοποιὸς ἐπὶ τοῦ περιποιητικοῦ τὑχῃ, δ δὲ
κακοποιὸς χρηματίσας πρὸς τὴν γένεσιν τύχῃ, ἐφ᾿ ὦν χρόνων δ κακοποιὸς ἐπικρατεῖ, τότε πάντοτε περιποιητικὸς ἔσται δ χρόνος οὐδενὶ τῶν χρόνων ἐναντιω ὅντων, προσεπισημανθήσεται δὲ ταῖς προσκυπούσαις δυσκολίαις καὶ ἀντερείσεσι.
Ἄρεως χρόνων, συνοχαῖς καὶ βάρεσι γίνονται ἢ τραυμάτων περιπλοκαῖς· εἰ δὲ δ τοῦ Ερμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἄρεως ἢ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἀρεως, γραπτῶν γὰρ χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι σημαίνει· Κρόνος δὲ ἐπιμαρτυράμενος ἢ συμπαρὼν χάριν
παλαιῶν τινῶν ἢ χρόνων ἢ πατρικῶν ἢ τῶν ὁμοίων ἢ πρεσβυτέρας κεφαλῆς χάριν. ἐπὰν δὲ τῶν χρόνων δ τῆς Ἀφροδίτης τὴν κυρίαν ἔχῃ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τῶν τῆς Ἀφροδίτης οἴκων τύχῃ, γυναικείας χάριν κεφαλῆς· εἰ δὲ Ἀφροδίτη τοῦ Διὸς τοὺς χρόνους τύχῃ, ἐπὶ δὲ τῶν τοῦ Διὸς ὁ τοῦ Ἄρεως τύχη, βσιλικῶν χάριν ἢ καὶ
μεγιστᾶνός τινος· ἰσχάνουσι δὲ καὶ προκοπὰς μεγίστας, ἐπὰν τῶν χρόνων τοῦ Διὸς ὄντων τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν ἢ τοῦ περιποιητικοῦ σὺν τῷ τοῦ Ἄρεως ὑπάρχῃ. σκοπεῖν οὖν δεήσει ἐπί τε τοῦ Διὸς καὶ τοῦ Ἄρεως πράσσειν παρεχόντων, ἐπὰν ὁ τοῦ Κρόνου τὴν ἐπέμβασιν ἐπιλάβῃ καὶ τὴν ἐναντιότητα, ἷνα οἱ
χρόνοι τῶν πράξεων ἐναντίοι γένωνται. εἰ δὲ ὁ τοῦ Ερμοῦ τὴν κυρίαν ἔχει, ὁ δὲ τοῦ Διὸς ἐπʼ αὐτοῦ παρέξει, τοῖς χρόνοις τούτοις ἐπὶ πράγματος προβιβασθήσεται καὶ καλῶς διάξει· κἂν μὲν ἐπὶ τῆς γενέσεως τύχῃ καλῶς διακείμενος, μείζονας τὰς πράξεις ἕξει κατὰ τὴν ἐπὶ τῆς γενέσεως διαστολήν· ἐναλλοιοῦται γὰρ
ταῦτα ἐκείνοις καὶ ἐκεῖνα τούτοις ἐπὶ τῶν ἐκ γενετῆς διαστολῶν. τῶν γὰρ προδηκόντων κατὰ γένεσιν τόπων ἀκυρολογήτων κατὰ τὰς θέσεις τῶν ἀστέρων φανέντων, ἐπὰν δοτῆρες οἱ χρόνοι τύχωσι, καθάπερ προείπαμεν, ἐπὶ τοῦ περιποιητικοῦ παρῆν ὁ ἀστήρ. προσοδικῶς οὖν γενόμενος οὐ παράμονα ποιήσει τὰ προσοδιασθέντα
ὑπὸ τῶν ἀνοικείως κατὰ γένεσιν ἠστερισμένων τὰ δὲ ὑπὸ τῶν ἰδίως πρὸς ἑκάστην γένεσιν ἠστερισμένων δοθέντα, ἐπὰν οἰκείως τύχη κατὰ τοὺς χρόνους ὁοθέντα, κυρίως περιέσται, ἐπὰν οἱ πλείους τῶν ἀστέρων τῶν ἀγαθοποιῶν συμπροσῶσιν ὁποτέρῳ εἴτε καὶ ἐπὶ τῶν προσκυρούντων τῇ γενέσει ζῳδίων ἐπιμαρτυρῶσι
τῷ κρατοῦντι τῶν χρόνων ὑπὸ τὸν τῆς γενέσεως καιρόν. τοῦ δὲ 30 τοῦ Κρόνου ἐπιλαβόντος τὸν τόπον ἐναντιότητα καὶ ψύξιν ἀποτελεῖ τῶν πράξεων· εἰ δὲ καὶ τὸν τῶν ἐπόντων ἀστέρων τόπον ἐπιλάβῃ, ὁ δὲ τοῦ Ἄρεως τὸν περιποιητικὸν ἐπέχῃ τοῦ τοῦ Κρόνου καὶ τὸν τῶν πράξεων τόπον ἔχοντος, καὶ κινδύνοις ἰσοθανάτοις
περιβαλεῖ, δεῖ μὲν οὖν νοεῖν πάντοτε τὸν τοῦ Κρόνου κατὰ τὸ περιποιητικὸν ζῴδιον ἐπόντα βλαπτικὸν ὑπάρχοντα καὶ ἐπὶ τοῦ τούτου ἐναντίου ἐπί τε τὸν τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ κατὰ τὴν ὁποτέρου τούτων διαστσλήν. τὸ δʼ ὅμοιον ἀποτελεῖ καὶ ὁ τοῦ Ἑρμοῦ ἐπὶ τῶν τῆς Σελήνης καὶ τῶν οἰκείων
ζῳδίων μαρτυρούμενος ὑπὸ Ἄρεως καὶ Κρόνου· τὸ δʼ αὐτὸ καὶ ὁ τῆς Ἀφροδίτης· πᾶς δὲ ἀστὴρ ἐπιπαρὼν τοῖς κατὰ γένεσιν ζῳδίοις οἰκείως ἐπί τε τοὺς Ἡλίου καὶ Σελήνης τόπους καὶ συγκερασθεὶς τῇ προκειμένῃ συγκρατικῇ διαστολῇ. τὸ δʼ ὅμοιον ἀποδείκνυσι τῶν ἀποτελεσμάτων τῆς κυρίας τοῦ δεσπόζοντος τῶν
χρόνων συνεπικρατούσης σὺν τοῖς παρατυγχάνουσι τῶν λοιπῶν ἀστέρων. πάντοτε δὲ δεῖ τηρεῖν κατὰ φάσιν τὴν Σελήνην ἀπὸ συνόδου φωτιζομένην τοῖς τετραγώνοις μάλιστα ἐπὶ τοῦ δεκάτου ζῳδίου, καθὼς πρόκειται, ὑπὸ τῶν κακοποιῶν μαρτυρουμένην εἰ δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐπὶ τῶν ἐναντίων
τόπων θεωρούμενοι κατὰ τὸν τῆς γενέσεως χρόνον καὶ τοὺς κυρίους τόπους διαπορευομένης τῆς Σελήνης. ὠφέλιμος δέ ἐστιν ἐπὶ τοὺς τῶν ἀγαθοποιῶν τόπους παριοῦσα, εἴπερ ἐπὶ τῶν ἐπικαιρίων τῆς γενέσεως τόπων τετευχυῖα καταλαμβάνεται.
ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγαροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδ’ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν
τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπίφθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ
μὴ ἐγκληματικῶς μηδʼ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακοπάθειαν ἡγησάμενος, ὥσπερ ἄν εἰ αὐτὸς συνέταξας — ἀλλʼ ὅμως 31 ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κομιδάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπονον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος συντέλεια.
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.