Liber VIII.
Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βιβλίον η΄ .
α΄. Πῆξις τοῦ α΄ ὀργάνου.
τῇ α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκειται ἀριθμὸς β΄, τῇ β΄ δ΄, τῇ γ΄ ς΄, τῇ δ΄ η΄, τῇ ε΄ ι΄, τῇ ς΄ ιβ΄, τουτέσι παραύξησις μοιρῶν β΄· εἶτα ἀπὸ τῆς ζ΄ μοίρας συνδέσμου λύσις, παραύξησις προσθέσεως μοιρῶν ιδ΄ καὶ γίνονται ἐπὶ τῆς μοίρας ζ΄ μοῖραι κϚ΄, ἐπὶ τῆς η΄ μοίρας κη΄, ἐπὶ τῆς θ΄ μοίρας λ΄ ἐπὶ τῆς ι΄ β΄,
ἐπὶ τῆς ια΄ δ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ἔπειτα πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται ἐπὶ τῆς ιγ΄ μοίρας κ΄, ἐπὶ τῆς ιδ΄ μοίρας κβ΄, ἐπὶ τῆς ιε΄ μοίρας κδ΄, ἐπὶ τῆς ις΄ μοίρας κς΄ . ἐπὶ τῆς ιζ΄ μοίρας κη΄, ἐπὶ τῆς ιη΄ μοίρας λ΄ εἶτα συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται μοῖραι μδ΄ ἐξ ὧν ἀφελὼν τὰς
λ΄ λοιπαὶ ιδ΄· αὗται ἔσονται ἐπὶ τῆς ιθ΄ μοίρας, ἐπὶ τῆς κ΄ ις΄, ἐπὶ τῆς κα΄. ιη΄ . ἐπὶ τῆς κβ΄ κ΄, ἐπὶ τῆς κγ΄ κβ΄, ἐπὶ τῆς κδ΄ κδ΄ καὶ πάλιν συνδέσμου προσθέσεως μοῖραι ιδ΄ καὶ γίνονται λη΄ , ἐξ ὧν ἀφελὼν τὰς λ΄ λοιπαὶ η΄ αὗται ἔσονται ἐπὶ τῆς κε΄ , ἐπὶ τῆς κς΄ ί, ἐπὶ τῆς κζ΄ ιβ΄, ἐπὶ τῆς κη΄ ιδ΄ . ἐπὶ τῆς κθ΄ ιϚ΄ ,
ἐπὶ τῆς λ΄ ιη΄ . ὥστε κατὰ μὲν μοίρας Ϛ΄ συνδέσμου λύσις ἔσται προστιθεμένων τῶν ιδ΄ μοιρῶν καὶ ἐφε ξῆς τῶν τῆς παραυξήσεως β΄ ἐπὶ πάντων ζῳδίων. ἕξει οὖν ὁ μὲν Ζυγὸς ἐπὶ τῆς α΄ μοίρας παρακειμένας β΄ ἐπὶ δὲ τῆς λ΄ μοίρας ιη΄ . ὁμοίως δὲ τοῖς αὐτοῖς ἀριθμοῖς τοῦ Ζυγοῦ ὅ τε Λέων καὶ οἱ Ιχθύες ὠργανοθέτηνται.
εἶτα ἀκολούθως Σκορπίος ἕξει ἐπὶ μὲν τῆς α΄ μοίρας ιδ΄ καὶ τῆς παραυξήσεως τῶν β΄ προστιθεμένων γενήσονται ἕως τῆς Ϛ΄ μοίρας κδ΄ καὶ ὁμοίως τῶν συνδέσμων λυομένων ἔξει τῇ μοίρᾳ λ΄ παρακειμένας λ΄ . τοὺς δὲ αὐτοὺς ἀριθμοὺς ἕξει ὅ τε Κριὸς καὶ ἡ Παρθένος. Ἵνα δὲ συντομωτέραν τὴν πῆξιν δηλώσωμεν πρὸς τό τινας 1 καὶ ὅλον τὸ ὄργανον μνημονεύειν, οὕτως λογιζόμεθα ἐπὶ προσθέσεως· ἐπὶ τῆς πρώτης μοίρας τοῦ Ζυγοῦ παρακειμένους ἔχει β΄· ταύταις προσέθηκα ιβ΄ τοῦ κύκλου καὶ γίνονται ιδ΄ ταύτας ὁ Σκορπίος ἐπὶ τῆς α΄ μοίρας ἕξει. πάλιν τὰς ιδ΄ προσέθηκα ταῖς β΄ καὶ γίνονται κϚ΄ ταύτας ὁ Τοξότης ἕξει ἐπὶ τῆς α΄ μοίρας
καὶ ἐφεξῆς ἀνὰ ιβ΄ προστιθέντες εὑρήσομεν τοῦ ἐξῆς ζῳδίου ταύτας παρακειμένας τῇ α΄ μοίρᾳ· αἷς ἐπισυνθέντες τὰς ιβ΄ καὶ λύοντες συνδέσμους τῇ τῶν ιδ΄ μοιρῶν συνθέσει ὅλον τὸ ἀργανον συμπήξομεν. ὅσας οὖν ὁ Τοξότης ἔχει παρακειμένας, τοσαύτας καὶ Γαῦρος· ὅσας ὁ Ὑδροχόος, τοσαύτας καὶ ὁ Καρκίνος· ὅσας
ὁ Αἰγόκερως, τοσαύτας καὶ οἱ Δίδυμοι. καὶ ἔσται τούτων ἰσοδυναμία μὲν καὶ ἀλληλουχία, διάφορος δὲ διὰ τὰς ἀνωμαλίας τῶν ἀναφορῶν. ἔστι δὲ τὸ ὄργανον τοῦτο ἔχον καὶ τὰ ἔτη παρακείμενα τοῖς ἀριθμοῖς καὶ ταῖς μοίραις ὑποδείγματος χάριν. τὴν δὲ ἀκρίβειαν καὶ ἕκαστον κλίμα καὶ τὰς τῶν τόπων ἀλλαγὰς οἵ γε
νοῦν ἔχοντες εὐκατάληπτον ἕξουσι.
β΄. Πῆξις τοῦ δευτέρου ὄφγὰνου φυσική.
ιδ΄ γίνονται κη΄ , κύκλος Σελήνης· ἐπεὶ οὖν α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται β΄ , ἐκ τούτων ἀφεῖλον μοῖραν α΄ μ΄· λοιπὰ γίνονται ο κ΄ , ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξ΄ γίνεται ρη΄ ταῦτα ἀναλύω ἔως τῶν ξ΄ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμ΄ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κ΄· ταῦτα ἔσται
παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας· ταῦτα γ΄ γίνεται ξ΄ , ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει β΄ κ΄. ἔσονται οὖν ἐπὶ τῆς β΄ μοίρας τοῦ Ζυγοῦ β΄ μ΄, ἐπὶ τῆς γ΄ ε΄ ο, ἐπὶ τῆς δ΄ ζ΄ κ΄ , ἐπὶ τῆς ε΄ θ΄ μ΄, ἐπὶ τῆς ς΄ ιβ΄ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου
προσθέντες τὰ τδ΄ φῶτα τῆς Σελήνης τοῖς ιβ΄ ο ἕξομεν κϚ΄ ο· ἐκ τούτων ἀφ είλαμεν α΄ μ΄ , καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζ΄ μοίρας κδ΄ κ΄ ἐπὶ τῆς η΄ μοίρας παλινδρομήσομεν δύο κ΄, καὶ ἔσονται κϚ΄ μ΄, ἐπὶ τῆς θ΄ κθ΄ ο, ἐπὶ τῆς ι΄ α΄ κ΄, ἐπὶ τῆς ια΄ γ΄ μ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν
2 ἀφαιρεῖν δεῖ α΄ μ΄ , ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι β΄ κ΄· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ α΄ ὀργάνου εὑρίσκομεν τοῦ ἐξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ α΄ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέρου
ὀργάνου εὑρήσομεν.
γ΄. Πῆξις ὡροσκοπούσης μοίρας πρὸς τὰ προκείμενα β΄ ὄργανα.
ἡ γένεσις, πότε δὲ γέγονε καὶ πόστη ὥρᾳ καὶ πόστῃ μοίρᾳ τοῦ ζῳδίου, καὶ οὕτως λαβὼν ἀπʼ αὐτοῦ ἕως τῆς γεννητικῆς ἡμέρας τε καὶ ὥρας γενόμενον πλῆθος τῶν ἡμερῶν τε καὶ ὡρῶν στοχάζεται, πόσον ἐστὶ μέρος τοῦ ἀπὸ συνόδου ἐπὶ τὴν πανσέληνον χρόνου, τουτέστι τῶν ιε΄ ἡμερῶν, καὶ τοῦτο ἐκκρούειν ἀπὸ τοῦ
μεγέθους τῆς ἡλιακῆς μοίρας ἐπὶ τῶν ἡμέρας γενομένων, νυκτὸς δὲ ἀπὸ τοῦ διαμετροῦντος· τὸ δὲ περιλειπόμενον ἡγεῖσθαι μέρος ὥρας. ἢ καὶ ἄλλως ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν ἐξαριθμήσαντας καὶ τούτων τὸ ιβ΄ λαβόντας σκοπεῖν, πόστον μέρος ἐστὶ τῶν ιε΄ καὶ τοσαύτας ἀφελόντας ἐκ τοῦ μεγέθους τὸ
περιλειφθὲν μέρος ὥρας ἡγεῖσθαι. ἐὰν οὖν δοθῇ ὥρα δ΄, ψηφιζομένων ὡρῶν γ΄ καὶ τοῦ μέρους· οὐ γὰρ δύνανται πάντες πεπληρωμέναις ὥραις γεννᾶσθαι. ὅθεν καὶ οἱ δίδυμοι πολλὴν διαρορὰν χουσι παρὰ τὰς ἐναλλαγὰς τῶν ὡρῶν καὶ τῶν ζῳδίων καὶ τῶν συνδέσμων· συμβαίνει γάρ τὸν μὲν ὀλιγοχρόνιον γίνεσθαι ἢ
παραυτίκα τελευτῆσαι, τὸν δὲ πολυχρόνιον, τῆς ὥρας ἀπὸ συνδέσμου ἢ εἰς σύνδεσμον ἐκπεσούσης. ἐὰν δέ πως ἀπὸ πανσελήνου ἡ Σελήνη φέρηται, τῷ αὐτῷ τρόπῳ χρὴ λογίζεσθαι καὶ ποιεῖν τὸ μέρος· ὅταν δὲ συνοδεύσῃ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἢ κατὰ τὸ πανσεληνιακὸν ζῴδιον τύχῃ μηδέπω β΄ ἢ γ΄ μοίρας ἀπέχουσα
τοῦ Ἡλίου, πλήρης ἡ ὥρα κριθήσεται. ὅσας δ᾿ ἂν ἀποστῇ μοίρας, ἐκεῖνο μέρος ἔσται, τουτέστιν ὁ φωτισμὸς τῆς Σελήνης, ὡς ἂν τύχῃ ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου· ἐὰν δέ ποτε μὴ συμφωνῇ ἡ ὥρα τῇ αἱρέσει, ἀναδραμόντες μίαν μοῖραν ἢ καὶ ἐπιπροσθέντες εὑρήσομεν τὴν πλάνην τοῦ δεδωκότος καὶ μάλιστα
ἐπὶ τῶν τετελευτηκότων· ἐκ γὰρ τούτων καὶ ἔτη τῶν ζώντων 3 ἔστιν εὑρεῖν. ὅθεν πρὸς τὴν ἐπιζήτησιν οὐ χρὴ ἀμελῶς φέρεσθαι, ἀλλὰ μετὰ πάσης ἀκριβείας πραγματευσάμενον ἐπισταμένως ἀποφαίνεσθαι. σκοπεῖν δὲ δεῖν, πότερον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ μοίρας ἕως ἐπὶ τὴν γεννητικὴν ἡμέραν, τουτέστιν ἕως τῆς σεληνιακῆς μοίρας χρὴ λαμβάνειν διάστημα, ἢ ἀπὸ τῆς ἡλιακῆς
μοίρας ἐπὶ τὴν σεληνιακήν, ἢ ἀπὸ τοῦ φωτισμοῦ τουτέστιν ἀπὸ τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἕως τῆς πανσελήνου.
ἕως τῆς σεληνιακῆς ἡμερῶν ἐστιν κθ΄ ἀρεῖλον τὰς συνοδικὰς ἡμέρας ἕως πανσελήνου, αἵπερ εἰσὶν ἡμέραι ιε΄ λοιπαὶ γίνονται ἡμέραι ιδ΄ ταύτας πολλαπλασιάζω ἐπὶ τὸν ιβ΄, γίνονται ρξη΄ . τὸ δὲ διάστημα τῆς διαμετρούσης τὸν Ἡλιον μοίρας ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως τῆς σεληνιακῆς μοίρας γίνεται ρμθ΄ μοῖραι·
πλεονάζουσι δὲ αἱ ρξη΄ τῶν ρμθ΄ μόραις ιθ΄· δεῖ γὰρ ἴσους τοὺς ἀριθμοὺς λογίζεσθαι. ἔσται οὖν ἡ διάστασις οὐκ ἀπὸ τῆς συνοδικῆς ἡμέρας καὶ μοίρας, ἀλλʼ ἀπὸ τῆς ἐχομένης τουτέστιν τοῦ φωτισμοῦ τῆς πανσελήνου. δεῖ οὖν ἀφαιρεῖν τοῦ μεγέθους τὸ δοκοῦν περισσὸν εἶναι τῶν ιθ΄ μοιρῶν, ὅπερ ἐστὶν ἡμέρα α΄
ἥμισυ σεληνιακή· ἐὰν οὖν τὴν α΄ ἥμισυ ἡμέραν ἀφέλωμεν ἀπὸ τῶν ιδ΄ ἔσονται λοιπαὶ ιβ΄ ἥμισυ, ὅσαι ἀπὸ τῆς διαμετρούσης τὸν Ἥλιον μοίρας ἕως ἐπὶ τὴν σεληνιακήν. καὶ ἐπειδὴ τὸ ἀπʼ αὐτῆς τῆς σεληνιακῆς ἕως ἐπὶ τὴν μέλλουσαν σύνοδον διάστημά ἐστι μοιρῶν λβ΄ ὅπερ ἐστὶν ἡμέραι σεληνιακαὶ β΄ ἥμισυ, ἐὰν
ταύτας προσθῶμεν ταῖς ιβ΄ ἡμίσει, ἔσονται ιε΄ πλήρης τὰ τοῦ κύκλου· ὁ γὰρ τῆς Σελήνης συνοδικὸς κύκλος ἐστὶν ἡμερῶν κθλ΄, ὁ δὲ περιδρομικὸς ἡμερῶν κζ΄ γ΄ , ὁ δὲ ἀνώμαλος κζ΄ U+2220΄.
τῶν ρπ΄ μοιρῶν εὑρεθῃ, χρῆσθαι τῷ ὑποδεδειγμένῳ τρόπῳ· ἐὰν δὲ ὑπὲρ τὰς ρπ΄ μοίρας, ἀρ΄ ελόντες τὰς ρπ΄ τὰς λοιπὰς συγκρίνειν, πόστον μέρος ἐστὶ τοῦ δρόμου, καὶ τοῦτο ἐκκρούειν ἐκ τοῦ ὡριαίου μεγέθους.
μοίρᾳ παρακείμενον δωδεκαπλασιάσαντες, νυκτὸς δὲ τὸ διάμετρον. πολλαπλασιάσομεν πάλιν τὰς αὐτὰς ἐπὶ τὰς δεδομένας ὥρας τῆς 4 ἀποκυήσεως καὶ ἐκκρούσαντες ἀνὰ τξ΄ τὰς λοιπὰς ἡγεῖσθαι γνώμονα ὡροσκοπικόν ἔπειτα τὸ διάστημα τὸ ἀπὸ Ἡλλίου ἐπὶ Σελήνην λαβὼν πρὸς ἀναφοράν συγκρῖναι τῷ πρώτῳ γνώμονι τῷ ὡροσκοπικῷ· ἐὰν μὲν γάρ πλεονάζῃ ὁ ἡλιακὸς γνώμων, προστίθει
τῇ ὥρᾳ, ἐὰν δὲ ἐλλείψῃ, ἀφαίρει. τοσοῦτον δὲ προστιθέναι δεῖ ἢ ἀφαιρεῖν, ὅσον ἂν ἡ ὑπεροχὴ τοῦ ἡλιακοῦ μεγέθους σημαίνῃ· ὁ γὰρ ὁλοτελὴς πρὸ τῆς συγκρίσεως καταληφθήσεται ἐκ τῆς κατὰ τὴν ὥραν ἢ καὶ μέρος ὥρας προσθέσεως καὶ ἀφαιρέσεως.
δ΄. Πῶς χρὴ τῶν διδυμογόνων τὴν γεννητικὴν
ὥραν ἱστάνειν.
γεγενῆσθαι καὶ ἕτερον ἑτέρῳ ἀκολουθῆσαι. εἰ δὲ λέγει τὸ μὲν πρῶτον γεγενῆσθαι ὥρᾳ β΄ πρωίας, τὸ δὲ δεύτερον ὥρᾳ γ΄ . γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ β΄. ἐὰν δὲ λέγῃ αὐτὸ γεγενῆσθαι ὥρᾳ ε΄ , γίνωσκε αὐτὸ γεγενῆσθαι ὥρᾳ γ΄ U+2220΄· ἐὰν δὲ ὥρᾳ ζ΄ , γίνωσκε ὥρᾳ Ϛ΄ ἐὰν δὲ ὥρᾳ η΄, . γίνωσκε ὥρᾳ ζ΄ U+2220΄. ἐὰν δὲ ὥρᾳ ι΄ . γίνωσκε
ὥρᾳ θ΄ ἐὰν δὲ ὥρᾳ ια΄, γίνωσκε ὥρᾳ ι΄ ἐὰν δέ ὥρᾳ ιβ΄, ἀσφαλές ἐστιν· οὐ γὰρ δυνατόν ἐστιν διάστασιν ἑτέραν γεγονέναι. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ α΄ πλήρει, τὸ δὲ δεύτερον ὥρᾳ ⟨β΄⟩, οὐ δυνατόν· ἀλλὰ καὶ τὸ ἕτερον ἤτοι ὥρᾳ β΄ U+2220΄ ἢ ὥρᾳ β΄ δ΄ ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ β΄, τὸ δὲ δεύτερον ὥρᾳ γ΄ οὐ δυνατόν,
ἀλλὰ καὶ αὐτὸ ὥρᾳ α΄ γ΄ U+2220΄. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ γ΄ , τὸ δὲ δεύτερον ὥρᾳ δ΄, οὐ δυνατόν, ἀλλὰ καὶ αὐτὸ ὥρᾳ γ΄ ἢ δ΄ U+2220΄. ἐὰν δὲ λέγῃ τὸ μὲν πρῶτον ὥρᾳ Ϛ΄, τὸ δὲ δεύτερον ζ΄, οὐ δυνατόν, ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ ς΄ ἢ ζ΄ U+2220΄· ἐὰν δὲ τὸ μὲν ζ΄ τὸ δὲ η΄, γίνωσκε η΄ U+2220΄· ἐὰν δὲ τὸ μὲν η΄ τὸ δὲ θ΄, οὐ δυνατόν,
ἀλλὰ καὶ τὸ δεύτερον ὥρᾳ η΄ ἢ θ΄ U+2220΄· ἐὰν δὲ τὸ μὲν θ΄ ὥρᾳ τὸ δὲ ι΄ οὐ δυνατόν, ἀλλὰ καὶ δεύτερον ὥρᾳ θ΄ ἢ ι΄ U+2220΄ ἐὰν δὲ τὸ μὲν ι΄ τὸ δὲ ια΄ γίνωσκε καὶ δεύτερον ὥρᾳ ι΄ ἢ πρώτῃ ὥρᾳ τῆς νυκτὸς γεγενῆσθαι.
γεννᾶσθαι· ἡ δὲ τῆς ὥρας ὀξυρροπία παραλλάξασα τὴν μοῖραν 5 ἀνεικάστους τοὺς χρόνους εἰργάσατο καὶ ἀπὸ ἐλαχίστου συνδέσμου εἰς μείζονα περιγράψασα πολυχρόνιον ἐποίησεν ἢ ἀπὸ μείζονος εἰς ἐλάχιστον ὀλιγοχρόνιον τὸν ἕτερον. δεῖ οὖν συγκρίνειν τὰς μεταξὺ μοίρας καὶ λογίζεσθαι τὴν διαφοράν.
ε΄. Εἴσο δος τῶν προκειμένων δύο ἀργάνων.
τὸν θάνατον τῆς ζωῆς. ὁμοίως δὲ καὶ τὸ ξ΄ τοῦ δωδεκαπλασιασθέντος λαβόντες λογιούμεθα ἑκάστην μοῖραν τοῦ ζῳδίου τοσαῦτα ἔτη μερίζειν· ἐὰν δέ πως ἐπὶ συνδέσμου καταντήση ἡ ὡροσκοποῦσα μοῖρα, τὰ γεννηθέντα δλιγοχρόνια ἔσται. ἔπειτα εἰσελθόντες εἰς τὸ ὄργανον κατὰ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου μοῖραν
θεωροῦμεν, τίς ἀριθμὸς παράκειται, καὶ τοῦτον συγκρίναντες, πόστον μέρος ἐστὶ τῆς ἑξηκοντάδος, τοσοῦτον ἐκ τοῦ δωδεκαπλασιασθέντος ἀριθμοῦ ἡγησόμεθα πλῆθος βιωσίμων ἐτῶν. δεῖ μέντοι λογίζεσθαι τὸν παρακείμενον ἀριθμὸν καὶ ταῖς μοίραις τῶν ἐτῶν, πρῶτον ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς.
ἄλλως τε καὶ ἐπεὶ διπλασίων ὁ ἀριθμὸς παράκειται ταῖς μοίραις ἐν τῷ ὀργάνῳ, δεῖ σκοπεῖν τούτων τὴν ἡμίσειαν τοῦ χρόνου τοῦ ἐπιβάλλοντος τῇ μοίρᾳ κατὰ τὰς ζῳδιακὰς καὶ κλιματικὰς διαφοράς.
τὰ δὲ β΄ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λ΄ τῶν ρπ΄, τουτέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἔκτον· σύγκειται γὰρ μοιρῶν ῶν λ΄ . ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λ΄ μοῖραι ρπ΄ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξ΄ τῶν ρπ΄ λάβωμεν, εὑρήσομεν γ΄ ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λ΄
γίνεται 𝒢΄ . φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδεκαπλασιάσαντες καὶ τούτου τὸ ξ΄ ἢ τὸ U+2220΄ λαβόντες εὑρήσομεν τὰ ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου διαφόρους
6 χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται.
καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν
λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ήβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφ θονίας καὶ ἁπλότητος ὑπομιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν
πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεονέκταις ἀνθρώποις. ἀλλʼ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλομαθείας περιεγενόμην τῶν αἱρέσεων ἅς οὐ μόνον οἱ ἐντυγχάνοντες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθʼ ἡδονῆς καθʼ ἡμῶν εἰσοίσουσι
ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφ θονήσουσι καὶ κακολογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφ ων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντάξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οῖμαι αὐτοὺς πείσεσθαι.
δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφι ισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.
εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς
ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ
τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται
τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.
ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ
κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους
8 γοχρονίους λογισόμεθα τούς προκειμένους χρόνους τῶν ὅρων, πρῶτον μὲν ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς· μετὰ δὲ τὸ συμπληρῶσαι τὸν πρῶτον ὅρον τῶν ἐτῶν τὸν δεύτερον καὶ τὸν τρίτον ὁμοίως λογισόμεθα, ὥρας ἡμέρας μῆνας, καὶ ἐπιπροσθήσομεν
τῳ πρώτῳ. ἐν δὲ τοῖς ἀλιγαναφόροις ζῳδίοις ἐπὰν εὕρωμεν πολυχρονίους γενέσεις, τὸν πρῶτον ἢ τὸν τρίτον ἐπισυνάγομεν ἢ τὸν δεύτερον καὶ τὸν τρίτον ἢ τὸν τέταρτον ὁλόκληρον καὶ τῶν λοιπῶν τὰ τῇ μοίρᾳ παρακείμενα καὶ ἀποφαινόμεθα. Πάλιν δὲ ποῖος ὅρος τῶν τριῶν ἰσχύσει, οὕτως γνωστέον.
εἰσελθὼν κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν θεωρῶ, πόσα ἔτη παράκειται τὸν πρῶτον ὅρον· ἔπειτα εἰσελθὼν εἰς τὴν κατʼ εὐθὺ μοῖραν ζητῶ, τοῖς εὑρεθεῖσιν ἔτεσι καὶ μησὶν πόστος ἀριθμὸς παράκειται, καὶ τοῦτον προσθεὶς ταῖς τοῦ ὡροσκόπου μοίραις ἀπολύω ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἢ τῆς Σελήνης, ἐὰν ἐπίκεντρος
ἢ ἐπαναφερομένη τύχῃ. ὅπου δʼ ἄν καταλήξῃ, ὄψομαι τὰς ἀκτῖνας τῶν κακοποιῶν, μήπως ἐμποδίσωσιν ἐὰν γὰρ οὕτως εὑρεθῇ, ὁδὶ ὀλετὴς τῶν κύκλων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὅρου. ἄλλως τε πάλιν λήψομαι ἐκ τῶν ἀπὸ συναφῆς τὰ ἔτη, ἐκ τῶν δευτέρων καὶ ἐκ τῶν ἀστέρων, καὶ ὄψομαι μήπως
ὁ τῆς λύσεως οἰκοδεσπότης τῶν τριῶν ἐπικρατήσῃ᾿ καθʼ ὃν δήποτε οὖν τρόπον· λύσεως δέ ἐστιν ὁ ιβ΄ τόπος. προβλέπειν δὲ δεῖ καὶ τὸν κλιμακτηρικὸν λόγον, καθὼς ἐπελυσάμεθα. ἐὰν ὁ κατʼ ἔλλειψιν ἀριθμὸς συνεμπέσῃ, χρεοκοπήσει ἐκ τῶν ἐτῶν μέρος· πολλάκις οὖν ἢ προλήψεται ὁ κλιμακτὴρ ἢ μετὰ τὸν λογιζόμενον
ἀριθμὸν τῶν ἐτῶν τὸ τέλος ἐποίσει. παρατηρητέον δὲ εἰς ποῖον σελίδιον ἐξέπεσεν τοῦ ὡροσκόπου τόπος, πότερον δύο ἢ τρεῖς ἢ τέσσαρας ἀριθμοὺς ἔχει, καὶ οὕτως τῷ συναμφοῖν ἀριθμῳ χρῆσθαι ἐπὶ τῶν ἐτῶν. οἷον ἔστω ὡροσκοπικὴν μοῖραν ἐκπεπτωκέναι Καρκίνου μοίρᾳ η΄ , ἥτις σημαίνει τόπον Ταύρου· ἐν δὲ τῷ
αὐτῷ σελιδίῳ καὶ μοῖρα θ΄ χρηματίζει· ἰσχύσει οὖν καὶ αὕτη ἡ θ΄ μοῖρα πᾶσαν αἵρεσιν. ὁμοίως ἐν αὐτῷ τῷ Καρκίνῳ ἀπὸ κε΄ ἕως κη΄ μοίρας τόπῳ Ὑδροχόου· χρηματίσει οὖν καὶ ἡ κϚ΄ ⟨καὶ〉 κζ΄ μοῖρα.
Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
τὴν γ΄ β΄ ο, τὴν δ΄ β΄ μ΄, τὴν ε΄ γ΄ κ΄ καὶ ἕως τῆς λ΄ μοίρας ἐπισυναγόμενα τὰ ο μ΄ πληροῖ τὰ κ΄ ἔτη.
κατὰ τὴν α΄ μοῖραν τοῦ Γαύρου κ΄ μή , κατὰ τὴν β΄ μοῖραν κα΄ λϚ΄, κατὰ δὲ τὴν γ΄ κβ΄ κδ΄, κατὰ δὲ τὴν δ΄ κγ΄ ιβ΄, κατὰ δὲ τὴν ε΄ κδ΄ ο· καὶ ἐξῆς ἕως τῆς λ΄ μοίρας τὰς ο μη΄ ταῖς κ΄ ἐπιπροσθέντες εὑρήσομεν ιδ΄ ο.
μοῖραν τοῦ τρίτου ὅρου μδ΄ νϚ΄ , κατὰ δὲ τὴν β΄ με΄ νβ΄, κατὰ δὲ τὴν γ΄ μς΄ μή , κατὰ δὲ τὴν δ΄ μζ΄ μδ΄ , κατὰ δὲ τὴν ε΄ μή μ΄ . καὶ ἕως τῶν λ΄. τὰς οὔν νς΄ ἐπισυντάξαντες εὑρήσομεν οβ΄. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων προστάξαντες τὴν ἀναφορὰν τοῦ ζῳδίου ἐν τῷ α΄ ὅρῳ καὶ ἐπικατάγοντες εὑρήσομεν, ἐν δὲ τῷ β΄
τοῦ ἑξῆς ζῳδίου, ἐν δὲ τῷ γ΄ τοῦ γ΄ ζῳδίου, καθʼ ὅ κλίμα τις βούλεται.
ἐᾶσαι ἢ καὶ ὑποτάξαντας γενέσεις οὐ μόνον ἑπτά, ὥς τινες, ἀλλὰ καὶ πλείους τὰς αἰτίας μὴ ἐκφῆναι· οὐ χρὴ δὲ συνεξομοιοῦσθαι κακίᾳ καὶ φθόνῳ. μή τις δὲ ἡμᾶς δόξη εὐμετάγνωτον ἦθος εἰληφέναι, ὑποτάξομαι δὲ ἀποδείξεις γενέσεων. ὅτι δὲ ταύτῃ τῇ ἀγωγῇ καὶ ο ἱ παλαιοὶ κέχρηνται, πρόδηλον ἡμῖν γέγονεν καὶ ἐκ
τοῦ μυστικῶς εἰρηκέναι τὸν συγγαφ έα· ὄρον παν τὸς ἀποτελεῖ ζωῆς χρόνου ὁ κατὰ τὴν ἀναφορὰν τυχὼν τόπος· 10 εἶτα ἐπὰν χρόνους μερίζῃ ζωτικούς, ἐχόμενος ὁρᾶται πρακτικῶν τε καὶ ἀπράκτων χρόνων.
μοίρᾳ ι΄ Σελήνη Ὑδροχόῳ μοίρᾳ λ΄, ὡροσκόπος Τοξότῃ. τὰς τ΄ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἱχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ι΄ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα τοῦ ὡροσκόπου καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Γοξότῃ· εὗρον περὶ μοίρας
ιδ΄ ιε΄. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λ΄ μοίραις ποῖον ζῴδιον παράκειται· εὖρον πάλιν Ὑδροχόον εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδ΄ καὶ εὑρίσκω παρακείμενον
ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ α΄ σελιδίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ Ϛ΄ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων τροάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δ΄ , ἅπερ εἰσὶν μοῖραι δ΄, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος
μοίραις ιδ΄ ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Γοξότῃ μοίρα ιη΄· ταύτας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ς΄ κλίμα ἐν τῷ γ΄ ὅρῳ ἔτη ογ΄ καὶ ἐτελεύτησεν τῷ ργ΄ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδ΄ τὴν προσθαφαίρεσιν τουτέστι δ΄· καὶ
γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ι΄ .
ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοίρας δ΄ ε΄· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὅν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζ΄ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δ΄ ε΄ τοῦ ἡλιακοῦ γνώμονος· εὖρον ἐν τῷ β΄ σελιδίῳ περὶ μοίρας δ΄ ε΄ τὸ ζῴδιον 11 Αἰγόκερων. τοῦτον τῷ ὡροσκοποῦντι Σκορπίῳ ζητῶ· εὗρον περὶ τὰς αὐτὰς μοίρας δ΄ ε΄ ἐν τῷ β΄ σελιδίῳ. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ καὶ δῆλον, ὅτι οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἡ ὥρα ἔχει. ἔχων οὖν τὰς δ΄ μοίρας ἔρχομαι εἰς τὰς ἀναφορὰς καὶ εὑρίσκω κατὰ τὸ δ΄ κλίμα ἐν τῷ Σκορπίῳ τῷ
ὡροσκοποῦντι εἰς τρίτον ὅρον παρακείμενα ἔτη ρβ΄ λγ΄ ἐτελεύτα ἐτῶν οβ΄ ἥμισυ.
Παρθένον· ἐν Παρθένῳ εἰς τὰς κβ΄ εὗρον Καρκίνον· τοῦτον ζητῶ ἐν ὡροσκόπῳ Κριῷ τὸν Καρκίνον. εὗρον περὶ μοίρας κϚ΄· οὗτος ἔσται ὁ ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἶτα ὁμοίως τὰς Σελήνης μοίρας ιδ΄ ἔχων εἰσέρχομαι εἰς τὸν Ταῦρον καὶ εὑρίσκω παρακειμένους Διδύμους καὶ εἰσφέρω τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας
κϚ΄ καὶ εὑρίσκω παρακείμενον Ὑδροχόον. τοῦτον ζητῶ ἐν Κριῷ τῷ ὡροσκοποῦντι· εὗρον περὶ μοίρας κα΄· οὗτος γέγονεν σεληνιακὸς γνώμων. μεταξὺ δὲ τούτου καὶ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη σελίδιον α΄ ὅ δηλοῖ μοῖραν α΄ ταύτην προσέθηκα ταῖς προευρεθείσαις μοίραις κϚ΄ καὶ γίνονται μοῖραι κζ΄· ὁ ὡροσκόπος
Κριῷ ἔσται μοίραις κζ΄ . εἰσῆλθον εἰς τὰς ἀναφορὰς τοῦ Κριοῦ κατὰ τὸ β΄ κλίμα καὶ εὗρον ἐν τῷ β΄ ὅρῳ κατὰ τὰς κζ΄ παρακείμενα ἔτη μα΄ λϚ΄· ἐτελεύτα τῷ μβ΄ ἔτει.
κ΄ μοίραις τοῦ Ἡλίου παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κ΄ παράκειται Παρθένος· Παρθένον ζητῶ ἐν τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος ἡλιακὸς γνώμων. εἶτα ταῖς τῆς Σελήνης μοίραις κζ΄ παράκειται Κριός· ἐν Κρίῷ τὰς τοῦ ἡλιακοῦ γνώμονος ζητῶ α΄ β΄ γ΄ , εὗρον Λέοντα. τοῦτον ζητῶ ἐν Παρθένῳ,
εὗρον περὶ μοίρας δ΄ ε΄· μεταξὺ δὲ οὐδὲν σελίδιον, ὡροσκόπος Παρθένῳ α΄ μοίρᾳ. εἰσῆλθον εἰς τὰς ἀναφοράς ἐν τῷ α΄ κλίματι καὶ εὗρον κατὰ τὴν α΄ μοῖραν τῆς Παρθένου ἐν τῷ β΄ ὅρῳ ἔτη λθ΄ λϚ΄ ἐτελεύτα ἐτῶν μ΄ .
Σκορπίῳ η΄, Σελήνη Αίγόκερῳ ιζ΄, ὡροσκόπος Ἰχθύσι μοίραις η΄ . τῷ Σκορπίῳ παράκειται Ταῦρος, ἐν Ταύρῳ Ζυγός· τοῦτον ἐν 12 Ἰχθύσιν εὗρον περὶ μοίρας θ΄ εἶτα ἐν ταῖς ιζ΄ τοῦ Αἰγόκερω ταῖς σεληνιακαῖς μοίραις παράκειται Γαῦρος· ἐν Γαύρῳ ταῖς τοῦ ἡλιακοῦ γνώμονος μοίραις θ΄ παράκειται Παρθένος. Παρθένον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας ιε΄ τὰ μεταξὺ σελίδια β΄, ἅτινά εἰσιν
β΄ μοῖραι. ταῦτα ἀφαιρῶ ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τῶν θ΄, ἐπεὶ ὁ σεληνιακὸς γνώμων εὑρέθη προάγων, καὶ λοιπαὶ γίγνονται ζ΄ αἳτινες ἐν Ἰχθύσιν ὡροσκοποῦσιν, αἷς παράκεινται κατὰ τὸ α΄ κλίμα ἐν τῷ β΄ ὅρῳ ἔτη κϚ΄ μγ΄ ἔζησεν ἔτη κζ΄.
ς΄. Ἥλιος Καρκίνῳ κη΄ , Σελήνη Σκορπίῳ γ΄ . ὡροσκόπος Ζυγῷ. ταῖς κη΄ μοίραις τοῦ Ἥλἰου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κη΄ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δ΄ ε΄ Ϛ΄ . εἶτα ταῖς τῆς Σελήνης μοίραις γ΄ ἐν Σκορπίῳ παράκειται Σκορπίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δ΄ ε΄, εὗρον
παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβ΄. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν μοῖραι ζ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δ΄ τοῦ Ζυγοῦ, λοιπαὶ γίγνονται Παρθένου μοῖραι κζ΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται ἐν τῷ ς΄ κλίματι ἐν τῷ β΄ ὅρῳ ἔτη πα΄. ἐτελεύτα
ἐτῶν πα΄.
τὴν αὑτὴν μοῖραν α΄ β΄ γ΄. ὡροσκοπεῖ Λέοντος μοῖρα α΄ , ἧ παράκειται κατὰ τὸ α΄ κλίμα ἔτος α΄ ἐτελεύτα τῷ α΄ ἔτει.
ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας α΄ β΄ τῇ δὲ κη΄ σεληνιακῇ μοίρᾳ ἐν Γαύρῳ παράκειται Κριός. ἐν Κρίῷ τὴν α΄ β΄ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ι΄ ια΄ . τὰ μεταξύ σελίδια γ΄ ἀφ αιρῶ ἀπὸ τῆς β΄ τῆς Παρθένου τὰς γ΄ . καὶ γίνονται λοιπαὶ Τοξότου κη΄ , αἵ εἰσιν μῆνες·
ἐτελεύτα ἐτῶν γ΄ .
τὰ δὲ μεταξὺ σελίδια β΄ ἃ προσέθηκα ταῖς κθ΄ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ α΄ , ἧ παράκειται κατὰ τὸ Ϛ΄ κλίμα ο μδ΄· ἐτελεύτα ἐν τῷ α΄.
ταῖς ς΄ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν Ϛ΄ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γ΄ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ Ϛ΄ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κ΄· τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ
τῶν ς΄ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα α΄ , ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται α΄ β΄ ἔζησεν μα΄ .
γ΄ , Σελήνη Γοξότῃ κγ΄ . ταῖς γ΄ μοίραις τοῦ Ἥλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς κγ΄ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιη΄ . τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγ΄ καὶ γίνονται κδ΄ αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν κατὰ τὸ γ΄ κλίμα εὗρον κδ΄ νε΄. ἐβίωσεν ἔτη κβ΄ ἡμέρας με΄ .
ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν διʼ ὑποδειγμάτων.
14 ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λ΄ τῆς Σελήνης μοίρας εὗρον Σκορπίον· Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κβ΄ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως
ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας η΄ καὶ ἅς ἐπέχει ὁ Ἥλιος μοίρας ς΄ καὶ ἅς ἐπέχει ἡ Σελήνη μοίρας λ΄ καὶ γίνονται μοῖραι μδ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δ΄ καὶ ι΄ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ
εὗρον περὶ μοίρας ιβ΄. τὰς οὖν μεταξὺ τῆς κβ΄ μοίρας σελίδιά ἐστι γ΄ ταύτας προστίθημι ταῖς κβ΄ μοίραις καὶ γίνονται ὡροσκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κε΄ , αἷς παράκεινται κατὰ τὸ ς΄ κλίμα ἐν τῷ α΄ ὅρῳ λα΄ κη΄ ἐτελεύτα τῷ λα΄ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν
ἔφερον Ζυγῷ τὸν ὡροσκόπον.
Σελήνης μοίραις κέ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθ΄ ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι β΄ . ταύτας ἀφαιρῶ ἐκ τῶν κ΄ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιη΄ . τὴν δὲ διευκρίνησιν
οὕτως ἐποιησάμην ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβ΄ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κ΄ καὶ ἃς ἐπέχει ἡ Σελήνη κε΄ καὶ γίγνονται νζ΄ . ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζ΄ , αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κς΄ τὰ
δὲ μεταξὺ τῆς ιη΄ μοίρας σελίδια η΄ ἀφαιρῶ ἐκ τῶν η΄· λοιπαὶ γίγνονται ις΄ Παρθένου, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα κα΄ κ΄. ἐτελεύτα τῷ κα΄ ἔτει.
κε΄ μοίραις τῆς Παρθένου παράκειται Αἰγόκερως, ἐν Αίγόκερῳ κε΄ παράκειται Σκορπίος· τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ μοίἀπέχει 15 ρας ια΄. εἶτα τῇ σεληνιακῇ μοίρᾳ ι΄ ἐν Κριῷ παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ια΄ Σκορπίος. λαμβάνω οὖν τὰς λοιπὰς μοίρας τῆς Παρθένου ιθ΄ καὶ ἃς ἐπέχει ὁ Ἥλιος μοίρας κε΄ καὶ ἂς ἐπέχει ἡ Σελήνη ι΄, γίνονται νδ΄ ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ταύρῳ μοίραις κδ΄ αἷς παράκειται
Καρκίνος· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κ΄. τὰ δὲ μεταξὺ σελίδια τῆς ια΄ μοίρας ἐτύγχανεν γ΄ ταύτας ἀφαιρῶ ἀπὸ τῶν ια΄ καὶ λοιπαὶ η΄· τοσούτων μοιρῶν ὁ ὡροσκόπος Παρθένῳ. εἰσελθὼν οὖν εἰς τὰς ἀναφορὰς εὗρον ἐν τῷ γ΄ ὅρῳ τοῦ α΄ κλίματος παρακείμενα ἔτη νϚ΄· τοσούτων ἐτελεύτα.
ἐν Παρθένῳ ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὗρον Καρκίνον· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας δ΄ οὗτος σεληνιακὸς γνώμων. ἐπεὶ οὖν προάγει ὁ ἡλιακὸς γνώμων τὸν σεληνιακόν, τὰ δὲ μεταξὺ σελίδια Ϛ΄ , ταύτας προστίθημι ταῖς κ΄ καὶ γίνονται κς΄ μοῖραι, αἵτινες ὡροσκοποῦσιν Καρκίνῳ. εἶτα λαμβάνω τὰς λοιπὰς
δ΄ τοῦ Καρκίνου καὶ τὰς ιγ΄ τοῦ Ἡλίου καὶ τὰς δ΄ τῆς Σελήνης, γίνονται κα΄· ταύτας ἀπέλυσα ἀπὸ Αἰγόκερω καὶ καταλήγει περὶ τὴν κα΄ μοῖραν τοῦ αὐτοῦ ζῳδίου. ταύτας ζητῶ ἐν Αἰγόκερῳ, εὗρον Ζυγόν· τοῦτον ἐν Καρκίνῳ, εὗρον περὶ μοίρας ιη΄ . τὰ δὲ μεταξὺ τῆς κϚ΄ σελίδια β΄· ταῦτα προστίθημι πάλιν ταῖς κϚ΄ καὶ γίνονται
μοῖραι κη΄ ὡροσκόπος Καρκίνῳ· διευκρινημένος δὲ οὗτος. εἰσελθὼν οὖν εἰς τὸ Ϛ΄ κλίμα εὗρον τῷ μὲν α΄ ὅρῳ παρακείμενα λ΄ κε΄, τῷ δὲ β΄ ξζ΄ νε΄ . τῷ δέ γ΄ ρι΄ κη΄ . τοῦ μὲν α΄ ὅρου λογιζόμεθα ἔτη, τοῦ δὲ β΄ καὶ τοῦ γ΄ μῆνας, οἳ γίγνονται ἔγγιστα ρπα΄, ἃ ἐστιν ἔτη ιε΄, καὶ τὰ τοῦ α΄ ὅρου ἔτη λ΄ γίγνονται ὁμοῦ με΄
ἔτη· ἐτελεύτα δὲ τῷ με΄ ἔτει. πρῶτον δὲ καθὼς προεῖπον τῶν ὅρων τὰς παρακειμένας ὥρας λογίζεσθαι, εἶτα ἡμέρας, εἶτα μῆνας, εἶτα ἔτη.
παράκειται Κριός, ἐν Κριῷ Καρκίνος· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας κ΄. ταῖς κ΄ τῆς Σελήνης ἐν Παρθένῳ παράκειται 15 melius erat ⟨ἐν⟩ ταῖς 20 εἶτα] εἶναι S 26 fort. διευκρινημένως δὲ οὕτως· 28 νε΄] nempe ιε΄ λογιζόμενοι S 34 β΄] ιβ΄ Sa Καρκίνος, ἐν Καρκίνῳ ταῖς προευρεθείσαις κ΄ παράκειται Παρθένος· ταύτην ἐν Διδύμοις εὗρον περὶ μοίρας δ΄ τὰ μεταξὺ τῆς κ΄ σελίδια Ϛ΄ ταύτας προστίθημι ταῖς κ΄ καὶ γίγνονται κϚ΄ Διδύμοις· εἶτα λαμβάνω τὰς λοιπὰς τῶν Διδύμων δ΄ καὶ τὰς τοῦ
Ἡλίου κζ΄ καὶ τὰς τῆς Σελήνης κ΄ , γίγνονται να΄ ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Ζυγῷ μθίραις κα΄ τόποις Καρκίνου· ταύτας ἐν Διδύμοις εὗρον περὶ μοίρας ια΄· τὰ μεταξὺ σελίδια ε΄ ταύτας προστίθημι ταῖς κϚ΄ τῶν Διδύμων καὶ γίγνεται ὁ ὡροσκόπος Καρκίνου μοῖρα α΄ , ἧ παράκειται ἐν τῷ
δ΄ κλίματι καὶ κατὰ τὸν γ΄ ὅρον ἔτη οα΄· ἃ καὶ ἐβίωσεν.
μοίραις δ΄ ἐν Σσιδύμοις παράκειται Παρθένος, ἐν Παρθένῳ ταῖς ια΄ παράκειται Σκορπίος· τοῦτον ἐν Ἰχθύσιν εὗρον περὶ μοίρας κϚ΄ . τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ια΄ καὶ λοιπαὶ Ϛ΄. ἔλαβον οὖν τὰς λοιπὰς κδ΄ καὶ Ἡλίου γ΄ καὶ Σελήνης δ΄, γίγνονται λα΄· ταύτας ἀπέλυσα ἀπὸ τῶν Διδύμων καὶ κατέληξαν
Καρκίνῳ μοίρᾳ α΄ τόπῳ Σκορπίου. τοῦτον ἐν Ἰχθύσιν εὗρον πάλιν περὶ μοίρας κς΄, μεταξὺ ζῴδια ζ΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῶν Ϛ΄ τῶν Ἰχθύων εὗρον πάλιν περὶ μοίρας κϚ΄, λοιπαὶ γίγνονται Ὑδροχόου μοῖραι κθ΄, αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται κατὰ τὸ δ΄ κλίμα τῷ μὲν πρώτῳ ὅρῳ κβ΄ λγ΄ . τῷ δὲ β΄ ὅρῳ μβ΄
κζ΄ . γίγνονται ξε΄ ἐτελεύτα τῷ ξε΄ ἔτει.
Γαύρῳ παράκειται Κριός, ἐν τῷ Κρίῷ τῇ α΄ β΄ γ΄ παράκειται Λέων· τοῦτον ἐν Γαύρῳ εὗρον περὶ μοίρας ιθ΄. τὰ μεταξὺ σελίδια Ϛ΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῆς α΄ Γαύρου καὶ λοιπὸν Κριοῦ κε΄· λοιπαὶ Κριοῦ ε΄ καὶ Ἥλίου η΄ καὶ Σελήνης κζ΄ . γίγνονται ⟨μ΄⟩ · ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Διδύμοις
μοίρᾳ ι΄ τόπῳ Γοξότου. τοῦτον ἐν Κριῷ εὗρον περὶ μοίρας Ϛ΄ ζ΄ καὶ τὰ μεταξὺ τῆς κε΄ μοίρας ἐστὶν Ϛ΄ . ταύτας προσέθηκα 16 ταῖς κε΄ τοῦ Κριοῦ· γίγνεται ἡ ὥρα Γαύρου μοίρᾳ α΄, ἧ παράκειται κατὰ τὸ Βαβυλῶνος κλίμα τῷ μὲν α΄ ὅρῳ ο μη΄, τῷ β΄ κδ΄ κϚ΄ , τῷ δὲ γ΄ νγ΄ δ΄ συνέθηκα οὖν τοὺς γ΄ ὅρους, γίγνονται οη΄ μή· ἐβίωσεν ἔτη οζ΄ μβ΄.
Ἰχθύσι γ΄ , Σελήνη Λέοντι ιγ΄ , ὡροσκόπος Καρκίνῳ. ταῖς τοῦ Ἡλίου γ΄ μοίραις παράκεινται Ἰχθύες, τούτους ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ι΄ . ὁμοίως ταῖς ιγ΄ μοίραις τῆς Σελήνης τῆς ἐν Λέοντι παράκειται Ὑδροχόος, ταῖς ι΄ παράκειται Ζυγός· τοῦτον ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιη΄ . τὰ μεταξὺ ζῴδια β΄· ταῦτα ἀφεῖλον
ἀπὸ τοῦ ι΄, λοιπαὶ η΄ . ἔλαβον τὰς λοιπὰς κβ΄ τοῦ Καρκίνου καὶ Ἡλίου γ΄ καὶ Σελήνης ιγ΄ . γίγνονται λη΄ ταύτας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν ἐν Παρθένῳ η΄ τόπῳ Ζυγοῦ. τοῦτον εὗρον ἐν Καρκίνῳ περὶ μοίρας ιμ΄ . τὰ μεταξὺ τῆς η΄ μοίρας ἐστὶ ζῴδια γ΄ . ταύτας ἀφεῖλον ἀπὸ τῶν η΄ , λοιπαὶ γίγνονται ε΄ Καρκίνου μοῖραι,
αἷς παράκειται ε΄ κ΄· ἐτελεύτα τῷ Ϛ΄ ἔτει.
εὗρον περὶ μοίρας ι΄ . εἶτα ταῖς ιε΄ τῆς Σελήνης παράκειται Παρθένος, ἐν Παρθένῳ ἐν ταῖς προευρεθείσαις Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ περὶ τὴν αὐτὴν μοῖραν εὗρον. λοιπαὶ οὖν τοῦ Ὑδροχόου κ΄ καὶ Ἡλίου κθ΄ καὶ Σελήνης ιε΄ , γίγνονται ξδ΄· ταύτας ἀπολύω ἀπὸ Σελήνης καὶ καταλήγει Αἰγόκερῳ δ΄ τόπῳ Παρθένου. ζητῶ
Παρθένον ἐν Ὑδροχόῳ τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας Ϛ΄· τὸ μεταξὺ σελίδιον α΄· τοῦτο προστίθημι ταῖς ι΄ μοίραις καὶ γίγνονται ὡροσκόπος Ὑδροχόου μοῖραι ια΄, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα ἐν τῷ β΄ ὅρῳ λα΄ κε΄· ἐτελεύτα συμπληρώσας ἔτη λβ΄. Ὁθεν οὐ δεῖ πιστεύειν πάντοτε τοῖς διδομένοις ὡροσκόποις καὶ
μάλιστα ἐπὶ τῶν νυκτερινῶν γενέσεων ἢ ἐν τῷ χειμερινῷ κύκλῳ ἐχόντων τὸν Ἡλιον διὰ τὸ ζοφῶδες τοῦ ἀέρος καὶ εἰκαστικὸν τῶν ὡρῶν, ἀλλὰ καὶ κατὰ τὸν λογιζόμενον ὡροσκόπον συγκρίνειν καὶ τὰ παρʼ ἑκάτερα ζῴδια· καὶ ἐὰν μὲν τὸ προαναφερόμενον δοκιμάζειν θέλῃ, ἀφαιρεῖν δεήσει ἐκ τῶν προεψηφισμένων σεληνιακῶν
17 μοιρῶν κατὰ τὴν λογισθεῖσαν ὥραν τὸ ἐπιβάλλον τῷ ζῳδίῳ ἢ ταῖς ὥραις κατὰ τὸ δρόμημα· ἐν δὲ τῷ ἐπαναφερομένῳ ζῳδίῳ προστιθέναι ταῖς τῆς Σελήνης μοίραις ὁμοίως τὸ ἐπιβάλλον· οὕτως γὰρ ἀεὶ ἄπταιστος ἡ διαίρεσις κριθήσεται.
ζ΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ταῖς τοῦ Τοξότου ζ΄ παράκειται Καρκίνος· τοῦτον ἐν τῷ ἀναγκαστικῷ ὡροσκόπῳ τῷ Τοξότῃ, ἵνα ὁ κατὰ φύσιν εὑρεθῇ· δῆλον περὶ τὴν αὐτὴν μοῖραν Ϛ΄ εἶναι. εἶτα Σελήνης Ἰχθύων μοίραις β΄ παράκεινται Ἰχθύες· ἐν Ἰχθύσι ταῖς Ϛ΄ παράκειται Ταῦρος. τοῦτον ἐν Τοξότῃ περὶ μοίρας ιβ΄·
μεταξὺ σελίδιον α΄· τοῦτο ἀφεῖλον ἀπὸ τῶν Ϛ΄, λοιπὸν γίγνεται ε΄ Τοξότου. εἶτα ἔλαβον τὰς λοιπὰς τοῦ Τοξότου μοίρας κε΄ καὶ Ἡλίου ζ΄ καὶ Σελήνης β΄· γίνονται λδ΄· ταῦτα ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν περὶ μοίρας δ΄ τοῦ Κριοῦ τόπον Αἰγόκερω. τοῦτον ἐν Τοξότῃ εὗρον περὶ μοίρας κδ΄· τὰ μεταξὺ τῆς ε΄ μοίρας
σελίδιά ἐστιν ζ΄· ταῦτα ἀφεῖλον ἀπὸ τῶν ε΄ μοιρῶν τοῦ Τοξότου καὶ λοιπαὶ γίγνονται Σκορπίου κη΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις κατὰ τὸ β΄ κλίμα παράκειται ἔτη κη΄ μοῖραι ἐν τῷ α΄ ὅρῳ λγ΄ λγ΄ · ἐτελεύτησεν πληρώσας ἔτη λγ΄.
ἑτέραν ἐπὶ ἐνίων γενέσεων σπανίως, ἣν καὶ ὑποτάξομεν πρὸς τὸ μὴ πλέκεσθαί τινας ἢ ἀποδοκιμάζειν τὴν αἵρεσιν. ἐπὰν γὰρ κατὰ τὸ τετράγωνον εὑρεθῇ τὰ φῶτα ἢ κατὰ τὸ διάμετρον ἢ ἐν τῷ αὐτῷ ζῳδίῳ τῆς Σελήνης ὁμοίως τῷ Ἡλίῳ, ψηφιοῦμεν οὕτως. οἷον ἔστω ὑποδείγματος χάριν Ἥλιος Τοξότῃ μοίραις λ΄, Σελήνη
Τοξότῃ μοίραις κε΄ , ὡροσκόπος Παρθένῳ. ταῖς λ΄ μοίραις παράκειται ταῖς τοῦ Τοξότου Κριός· ἐν Κρίῷ ταῖς λ΄ παράκειται Σκορπίος, τοῦτον εὗρον ἐν Παρθένῳ περὶ μοίρας ια΄· οὗτος ἡλιακὸς γνώμων ἐστίν. ὁμοίως καὶ ταῖς τῆς Σελήνης μοίραις κε΄ ἐν Τοξότῃ παράκειται Σκορπίος, τὰς αὐτὰς πάλιν κε΄ ζητῶ ἐν Σκορπίῳ·
εὗρον ἐν Διδύμοις. τοῦτον ζητῶ ἐν Παρθένῳ, εὗρον περὶ 18 μοίρας κς΄ οὗτος ἔσται σεληνιακὸς γνώμων. τὰ δὲ μεταξὺ σελίδια τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη ε΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῶν ια΄ , γίγνονται τοσούτων ὁ ὡροσκόπος γίγνεται, αἷς παράκειται κατὰ τὸ ζ΄ κλίμα ἔτη οα΄, ἃ ἔζησεν.
ὡροσκόπος Ζυγῷ. ταῖς γ΄ τοῦ Τοξότου παράκειται Γοξότης, τοῦτον ἐν Ζυγῷ εὗρον περὶ μοίρας ια΄· οὗτός ἐστιν ὁ ἡλιακὸς γνώμων. ὁμοίως ταῖς τῆς Σελήνης ζ΄ ἐν Τοξότῃ παράκειται Καρκίνος, ἐν Καρκίνῳ τὰς ζ΄ πάλιν εὗρον Κριοῦ· τοῦτον εὗρον ἐν Ζυγῷ περὶ μοίρας ιη΄ οὗτος σεληνιακὸς γνώμων. ἔσται εἰς τὸ
μεταξὺ σελίδια β΄· ταῦτα ἀφαιρῶ ἐκ τοῦ ἡλιακοῦ γνώμονος τῶν ια΄, λοιπαὶ θ΄, ὡροσκοποῦσι Ζυγοῦ μοῖραι θ΄ ἅμα Ἡλίου τε καὶ Σελήνης. οὗτοι γὰρ τὰ πάντα συνέχουσι καὶ τῶν ἀστέρων τὰς φάσεις διέπουσιν ἄλλοτε ἄλλως περιδινουμένων καὶ ἐναλλασσομένων τὴν δύναμιν. ἀλλὰ κατὰ τὸν ἡμέτερον λόγον μοῖραί εἰσιν
τοῦ κύκλου τξ΄ ἃς ὁ κοσμοκράτωρ Ἥλιος διιππεύει ἐν ἐνιαυτῷ καὶ τὸν μὲν ὁρώμενον χρόνον ἐπιμερίζει ἑκάστῳ, τὰ δʼ εἴδη τῶν θανάτων ἐναλλαγήσεται· καὶ γὰρ ἔστιν ἰδεῖν τῶν μὲν αὐτῶν ἐτῶν πολλοὺς τελευτῶντας, ἀλλʼ οὐ τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ αὐτῇ ὥρᾳ ἢ τῷ αὐτῷ πάθει καὶ μόρῳ. καὶ γὰρ ὁ Ἥλιος μίαν μὲν μοῖραν
ἡμερονυκτίῳ διέρχεται, ἀλλʼ οὐχὶ τὰ αὐτὰ τοῖς τότε γεννωμένοις ἀποτελεῖ διὰ τὰς στιγμιαίας καὶ ὡριαίας παρεγκλίσεις.
Ϛ΄ , ἅτινα σημαίνει κατὰ τὸ μέγεθος ἔτη κβ΄ τῇ γ΄ μοίρᾳ τοῦ αὐτοῦ ζῳδίου, ἐπεί ἐστι συνδέσμου λύσις, παράκειται κ΄ , ἅτινα σημαίνει ἔτη οε΄· τὸ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων νοείσθω. ὥσπερ οὖν οἱ ἐξ ἐλαχίστων συνδέσμων εἰς τοὺς μεγίστους ἐμπίπτοντες πολυχρόνιοι γίγνονται, οὕτως οἱ ἐκ τῶν μειζόνων
εἰς τοὺς ἥττονας ὀλιγοχρόνιοι· εἰσὶ δὲ καὶ σύνδεσμοι μεσοχρονίους ἀποτελοῦντες, ὅταν εὔκρατος ὁ ἀριθμὸς συνεμπέσῃ· ἐκ δὲ τούτων ἐστιν εὑρεῖν τὴν διάκρισιν τῶν διδύμων τῇ αὐτῇ ὥρᾳ ἔγγιστα γεγενημένων. ἐπὶ πάσης οὖν γενέσεως παραφυλακτέον τάς τε ἡλιακὰς καὶ σεληνιακάς μοίρας, μήποτε κατὰ σύνδεσμον
συνδράμωσιν οὗτοι γὰρ οὐ μόνον δυσεπιτεύκτους κατὰ τὰς ἐγχειρήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ βιαίοις μόροις καὶ κακωτικοῖς περιτρέπουσι 19 καὶ τοὺς θανάτους παραβόλους καὶ ἀοιδίμους καὶ αἰφνιδίους καὶ ἀπροσδοκήτους· τῶν δὲ τοιούτων καὶ αἱ νόσοι ἐπισραλεῖς καὶ δυσίατοι. ὥστε ἡ μὲν ὑπόστασις τῆς ἀγωγῆς ταύτης βεβαία καὶ ἀδιάπτωτός ἐστιν, παρὰ δὲ τὰς μοίρας τῶν τε
φώτων καὶ τῶν ὡρῶν τοὺς ὅρους διαψεύσεται· ὅθεν μετὰ πάσης τῆς ἐπιμελείας καὶ σπουδῆς ἐξετάζειν δεῖ καὶ πραγματεύεσθαι, τῆς θεωρίας μηδέν τι πάρεργον καὶ τὸ τυχόν, ἀλλʼ ἰσόθεον πρᾶγμα καὶ ἀθανασίαν ἐπαγγελλομένης. προκειμένου δὲ καὶ τούτου τοῦ λόγου πρός τε ὀλιγοχρονίους καὶ πολυχρονίους διὰ τὸ
παράδοξον καὶ δύσπιστον τῆς πλάνης, ὅπως ἀκατηγόρητος ἡ σύνταξις ἡμῶν διαμένοι, ἐπάνιμεν ἐπʼ αὐτόν.
γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφ ορον τῶν ἐτῶν γενήσεται ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβολίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλαγήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζ΄ παράκειται ἔτη ρδ΄ τῇ δὲ κη΄ μοίρᾳ ἔτη ζ΄ ἔσται οὖν πολλὴ διαφορά καὶ ἐστιν εἰκάσαι
τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ β΄ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολύν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ μὴ θανὼν ὑπάρχειν ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἥλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέργειαν
τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ήμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τριακοντάδων τῷ θερινῷ κύκλῳ πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς τουτέστι τὰ 𝒢α΄ ἢ σε΄ βιῶσαι. δεῖ γάρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν
ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς 𝒢α΄ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς σε΄ . εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ ἀντὶ
καλῶν φήσει τινὰ ὑπερ τὰ 𝒢΄ ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν, 20 ὅτι διαψεύσεται βουλόμενος ἀδύνατον μεθοδεύειν· καὶ οὕτως τῆς ἰδίας ἀμαθίας κατεγνωκὼς ἔκληψιν ἀληθείας ἀναλήψεται. ἤ ποτε καὶ μέρους ὥρας ὅρους χρόνου μηνῶν ἀληθὴς συνεγγίζων δὲ τῇ ἀκριβείᾳ συνδραμεῖ τῷ καταγομένῳ χρόνῳ, κλιμακτὴρ μὲν ἰσοθάνατος καὶ κινδυνώδεις αἰτίαι γενήσονται, οὐ παρακολουθήσει
δὲ θάνατος διὰ τὸ τὴν διάστασιν τῶν ἐτῶν ἀμφίβολον γεγονέναι καὶ ὕποπτον. οἷον ἐὰν βάλῃ τις ὥρας γ΄ , προσκοπεῖν δεήσει καὶ τὸ τῆς β΄ ὥρας καὶ τὸ τῆς δ΄ καὶ τούτων τοὺς χρόνους εἰ συνεγγίζουσι τῇ δεδομένῃ ὥρᾳ· δυνατὸν γὰρ τὴν κατὰ σκοπὸν παραπεσεῖν. οὐ λέγω δὲ τὴν πόρρωθεν ὥραν συγκρίνειν τῇ γ΄ ,
οἷον τὴν ζ΄ ἢ η΄ ἢ θ΄ ι΄ ια΄ ιβ΄ (τεχνικὸς γὰρ οὗτος ὁ τόπος γενήσεται), ἀλλὰ τὴν πλησίον τῆς μέντοι γε ὑστέρας μοίρας τὸ Ϛ΄ τῶν ἐτῶν δεῖ λογίζεσθαι, ἐπεὶ καθὼς προεῖπον ἐν τῷ ὀργάνῳ αἱ μοῖραι ἀνὰ β΄ προσθέσεως ἀριθμὸν ἔχουσιν, ὧν ἡ μία τῶν ἐτῶν λογισθήσεται. οἷον ἐὰν τὰ δωδεκαπλασιασθέντα μέγεθος σημαίνῃ
ἔτη ζ΄ ις΄ ιε΄ ιδ΄ ἥμισυ, τούτων τὸ ἥμισυ. ἐὰν δὲ εἰς σύνδεσμον ἔλθῃ ἡ ὡροσκοποῦσα μοῖρα, μίαν ἀφαίρεσιν ἐτῶν ποιήσεται τοῦ μεγέθους, τουτέστι τῶν ζ΄ ιϚ΄ ιε΄ ιδ΄ ἥμισυ. Σκοπεῖν δὲ δεῖ καὶ τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς· ἐὰν γὰρ παρὰ λεπτὸν εἴη, ἀφαιρῶ τὸ ἀνάλογον. ἐκ παρατηρήσεως δὲ Ἡλίου καὶ τὸν ὡροσκόπον
εὗρον ἐν Παρθένῳ παρὰ μίαν μοῖραν καὶ δύο φέροντα.
ζ΄. Τῶν προκειμένων ἐφόδων εἰς τὸ β΄ ὄργανον ὑποδείγματα.
συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζ΄ ὧραι ιδ΄ αἵπερ εἰσὶν μισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιε΄ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους εἰς τὸν ὡροσκόπον ιβ΄ ο τῆς τοῦ Τοξότου μοίρας η΄ , ὅπερ ἐστὶ ιβ΄, ὧν τὸ ἥμισυ
γίγνεται Ϛ΄ τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφί σας οὖν ὥρας θ΄ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθ΄ εὗρον τὰς πάσας τογ΄ κ΄, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξ΄· λοιπαὶ ιγ΄ κ΄. ταύτας ἔχων 21 εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθ΄ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϚ΄ κε΄· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθ΄ ἄλλας η΄ . ἅς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοίρας, καὶ γίγνεται Γαύρου ζ΄ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων
εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Γαύρου μοῖ~ραν ζ΄ καὶ εὗρον παρακείμενα κ΄· τὰ δὲ κ΄ τῆς ἑξηκοντάδος ἐστὶ γ΄ . λαμβάνω τοῦ μεγέθους τὸ γ΄ οὕτως· ἐπεὶ τῇ κθ΄ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ις΄ κδ΄ ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ καὶ γίγνονται ρ𝒢ς΄ μη΄ τούτων λαμβάνω
τὸ γ΄ . γίγνονται ἔτη ξε΄ ἥμισυ· τῷ ξε΄ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν η΄ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοιρῶν διʼ ἥν αἰτίαν ἐποιησάμην, τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.
τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ , ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ
ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ , αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς.
ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ , γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.
ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ 22 ἐστὶ τῆς ἑξηκοντάδος Ϛ΄· τὸ δὲ μέγεθος ἦν τῆς κθ΄ μοίρας τοῦ Ταύρου ιζ΄ κζ΄. ταῦτα ἐπὶ τὸν ιβ΄ γίγνεται σι΄ ἔγγιστα· τούτων τὸ Ϛ΄ λαμβάνω, γίνεται λε΄· ἐτελεύτα τῷ λα΄ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα
ἕκασται ἔτος τὸ δ΄ ιϚ΄ ιζ΄.
Λέοντι ιβ΄· μετὰ τῆς προσθήκης τῶν η΄ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δ΄, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιε΄. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γ΄ μέγεθος ιε΄· ταῦτα ἐπὶ τὸν β΄ γίγνονται ρπ΄, τούτων τὸ ιε΄ γίγνεται ιβ΄· ταῦτα ἔζησεν.
η΄. Περὶ τῶν ἐχθρῶν τόπων καὶ ἀστέρων. περὶ
κλιμακτηρικῶν τόπων πρὸς τὸ α΄ ὁργανον.
τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν
οἱ ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις δημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου.
ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται. Παρθένῳ ἀπέθανεν· τὸ γὰρ μοιρικὸν τετράγωνον τούτου Σκορπίῳ μοίραις ιδ΄ ὁρίοις Κρόνου· ἡ δὲ ιδ΄ τοῦ Ταύρου ἐστὶν ὅρια Κρόνου. οὗτος μὲν αὑτῷ ἐχθρὸς οὐ γίγνεται· εἰσὶν οὖν τὸ ἰσανάφ ορον Σκορπίου Λέων, ἡ δὲ ιδ΄ μοῖρα Λέοντος εἰσὶν ὅρια Ἡλίου. ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς
τόπους Ἡλἱου ἀπεχθεῖν εἰς τὸ ἰσανάφορον ἐκεῖ ἀνεῖλεν.
Ἰχθύσι τοῖς ἰσανατόλοις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν δὲ λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.
Γαύρου κζ΄ εἰσὶν ὅρία Ἡλίου. αὐτὸς δὲ ἑαυτῷ ἐχθρὸς οὐ γίγνεται. ζητῶ οὖν ἐν τῷ ἰσανατόλῳ τοῦ Σκορπίου τὰς κζ΄ , εἰσὶ δὲ Ἐρμοῦ ὅρια· ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ερμῆς, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον. Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν
ἐναντίον τόπον ἐπὶ τοῖς ἐχθροῖς τόποις ὄντα καὶ τοὺς μηνιαίους καὶ ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται.
περὶ μὲν οὖν τῆς συστάσεως τοῦ ἀργάνου κατὰ τάξιν εὑρήσεις οὕτως. τοῦ κατὰ τὴν ἡμέραν μεγέθους τὸ ξ΄ πολυπλασίασον ἐπὶ τὸ λ΄ καὶ ἐκβὰν ἔσται ζωῆς χρόνος καὶ οὐδεὶς τῶν ἀστέρων οὔτε προσθήσει οὔτε ἀφαιρήσει. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ὑποτίθεταί τις στήλας τινὰς ἐν τοῖς ἱεροῖς ἀδύτοις εὑρημένας,
ὧν ἡ παραύξησίς ἐστι δυάδος προστιθεμένης. ἕκαστον δὲ τῶν στηλῶν τὸ ξ΄ τοῦ μεγέθους τῆς ἡμέρας πολυπλασιασθὲν ποιεῖ χρόνον ζωῆς. οἷον ἀρχή ἐστιν ἀπὸ Θώθ· ἡ πρώτη μοῖρα ἔχει παρακείμενα β΄ ἢ β΄ δ΄ ἕως Ϛ΄ παραύξεται ἡ δυὰς καὶ γίγνονται Ϛ΄ , αἵ παρακείμενον ἀριθμὸν ἔχουσι τὸν ιβ΄ ἔπειτα λύει τὸν σύνδεσμον·
κατὰ γὰρ Ϛ΄ αἱ ἀναλύσεις γίγνονται τοῦ συνδέσμου. προστίθησιν οὖν τὸν ιδ΄ ἀριθμὸν τῇ προκειμένῃ ἑξάδι, ἃ δὴ ἔσται φῶτα τῆς Σελήνης. γίγνονται οὖν τῶν ζ΄ κϚ΄ , τῶν η΄ κη΄ , τῶν θ΄ λ΄ , καὶ ἐπειδὴ πεπλήρωται τὰ λ΄, πάλιν ἀπὸ τῆς δυάδος ἄρχεται. καὶ πάλιν εὑρίσκεται παρακείμενα τοῖς ια΄ δ΄ τοῖς ιβ΄ Ϛ΄ καὶ
πάλιν πεπλήρωται τῆς δυάδος ἑξάδος. λύσις γίγνεται τοῦ συνδέσμου, καὶ πάλιν προστίθεται τὰς ιδ΄ ταῖς Ϛ΄ καὶ γίγνονται ἐπὶ 24 τοῦ ιγ΄ στίχου κ΄ . οὕτως οὖν ποιοῦσιν κατὰ ἑξάδα συνδέσμου λυομένου καὶ προστιθεμένων τῶν τῳ προκειμένῳ ἀριθμῷ. ἐὰν κατὰ τὰ μέσα ἡσδηποτοῦν ἑξάδος ὡς ἐπὶ τῆς δευτέρας δεδήλωται ἀπαρτηθῇ ὁ τριακοστὸς ἀριθμός, οὐκέτι προσθήσομεν τὸν ιδ΄, ἀλλὰ πάλιν ἀπὸ δυάδος ἡ ἀρχή. οὗτως οὖν ἀπὸ τῆς ἀρχῆς ἡ
σύστασις λαβοῦσα πέρας τέθεικε τῷ ὀργάνῳ ἄχρι μιᾶς τριακοστῆς. πρὸς τὸ εἰδέναι τὸν πρῶτον ἀριθμὸν ἑκάστου ζῳδίου μέθοδος ἦδε, ἧστινος ὑπόκειται ἑξῆς
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.