Liber VI.
Οὐεττίου Οὐάλεωτοσ Ἀντιοχέως ἀνθολογιῶν βιβλίον Ϛ΄.
Προοίμιον.
ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ λειάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πράξεως, ὖπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰδέναι, ἴδιον δὲ ἑκάστου ἀγαθόν ἡγούμενοι κέκτηται συμβαίνει
τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γάρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τάς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἀν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑχ᾿ ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος. καὶ οὗτος ἀδυνώμενος
ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προκρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἡρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὕς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρεπῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ
μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλούς ἐραστάς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φ θείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μεταχέρει τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμό
1 σατο. ταῦτα δὲ πάντα τελίσκεται καὶ γίνεται μεθʼ ἡδονῆς καὶ ἁρμονίας καὶ λύπης κατὰ τὰς τῶν καιρῶν μεταβολὰς καὶ τὰς τῶν χρόνων ἀνακυκλήσεις.
περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα τῷ βίῳ, ἦς ἄνευθεν οὐδὲν οὔτʼ ἐστιν οὔτʼ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ
ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων καὶ τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις
ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα καὶ μοί τις ἐξηχησεν οὐρανοῦ βοή, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προτείνων καὶ τὰ ἐξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν
πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ἧ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν καιρῶν κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἐστι καὶ Μήνης ἀνωμάλους δρόμονς,
προσνεύσεις τε καὶ ἀναχωρήθεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφάς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιαθμοὺς καὶ τὰ λοιπὰ πάντας ἐκ τούτων δοκεῖ συνεστάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ τὸ τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε αἱ
πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς αὐτοὺς ἀποκαθίστανται τόπους.
ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλʼ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὑτοῖς. ἐμὲ δὲ οὔθʼ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις
ματαία ἔτερψεν οὔθʼ ὅσα ποτὲ διὰ μεθόδων ἡ χλεύης ἐπάγεται τούς ἀκούοντας, ἀλλʼ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωρελέσιν πράξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν οὐρανίων ἐντυχών ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι
πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθὲν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρά τοὺς ἀρχαίους πείσειν τούς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι
πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγκαίως ἔσχον ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγωγὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕτως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας στηριζομένη μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐνδειξαμένη
ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολλάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχάνων τοῖς προγενομένοις συνέτασσον διὰ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον (ἐνθουσιᾷ γὰρ ὁ συγγράφμν, μάλιστα δὲ περὶ τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ), ἃ δὲ καὶ ἐπίτηδες, ὥστε
εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρεθῆναι καὶ ἑτέροις συγγεγραμμένα.
α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ἠνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ᾿ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς
ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικάς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων
ἀποτελέσματα ἐκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι ἀποτέλεσμα· ἐὰν δὲ πλεονάῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς
ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γάρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.
καὶ ἄλλο μετὰ τὸν συνέχοντα τὸν περιλειπόμενον χρόνον εἰς ἥττονα μηνῶν καὶ ἡμερῶν ἀριθμὸν κατάξαντας καὶ συνέχοντας ἁρμοσαμένους κατὰ ἀνακύκλησιν ἀπολύειν μέχρι τοῦ ζητουμένου χρόνου· ἄλλως τε καὶ ποικίλαι ἀφέσεις καὶ κολλήσεις γινόμεναι τῶν τε ἀγαθοποιῶν καὶ κακοποιῶν ποικίλα καὶ ἀλλεπάλληλα καὶ
εὐμετάθετα τὰ ἀποτελέσματα προφαίνουσι. καὶ γὰρ ἐστι συνιδεῖν πολλούς, οἵ ἐνὶ χρόνῳ πολλῶν ἐπειράθησαν πραγμάτων, ἀθρόως συνεκπεσουσῶν τῶν ἀφέσεων ἢ χρηματισασῶν κατὰ τὴν τῶν ζητουμένων χρόνων ἁρμονίαν· ἔνιοι δʼ οὐδʼ ὅλως μεταβολὴν ἔσχον ἀγαθοῦ τε καὶ κακοῦ, ἀλλὰ τοῖς αὐτοῖς ἐπέμειναν· τινὲς δὲ δοξασθέντες
ἤ καὶ εἰς ἀνυπέρβλητον τύχην χμωρήσαντες κατὰ τὴν ἐξ 4 ἀρχῆς καταβολὴν καὶ ὑπὸ πολλῶν μακαρισθέντες θανάτῳ ἢ κινδύω περιέπεσον ἕτεροι χαλεπῇ καιροῦ περιστάσει γενόμενοι ἡ καὶ ἀστοχήσαντες τῳ βίῳ καὶ μηδεμίαν ἀγαθὴν ἐλπίδα προσδοκήσαντες ἀλλὰ ματαίως ὀδυνηθέντες εἰς τάς αὐτὰς πάλιν ἐπαλινδρόμησαν τύχας ἡ καὶ μείζονα τὴν φαντασίαν ἐκτήσαντο. ἔσθʼ
ὅτε γάρ τις ἐκλείψει παράδοσις ἐμπεσοῦσα καὶ μεγάλην ἀπειλὴν ἐνδειξαμένη ἠμαυρώθη ὑπὸ τοῦ κατὰ ἁρμονίαν χρόνου ἑτέρας ἀγαθοποιοῦ παραδόσεως. ὁμοίως δὲ καὶ ἡ τῶν ἀγαθοποιῶν κωλύεται ὑφ᾿ ἑτέρας κακωτικῆς αἰτίας. καὶ οἱ μὲν συνέχοντες μοιρικοὶ ἀριθμοὶ οἶ αὐτοὶ ἀρχῆς παραμένουσι καὶ ἐπὶ τοσοῦτον
ἀπολύονται ἀνακυκλούμενοι, ἐφ ὅσον ἂν ζητούμενος χρόνος χωρῇ. καὶ ἐπὶ μὲν τῶν πρακτικῶν καὶ ἐνιαυσιαίων ἀφέσεων κατά τινας ἁρμονικούς ἀριθμούς εἰς τούς αὐτούς τόπους ἢ καὶ τούς ἀστέρας συνεκπίπτουσιν αἱ διαιρέσεις καὶ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων προδηλοῦσιν, ἐπὶ δὲ ταύτης ἄλλοτε ἄλλη συγκιρναμένη
κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐναλλοιοῖ τὰ πράγματα καὶ ἀγαθῶν ἢ φο αύλων σἰτία καθίσταται. νηπτικῶς οὖν τοῖς ἀριθμοῖς προσσχητέον καὶ σκοπεῖν τά τε κέντρα καὶ τἀς ἐπαναφοράς καὶ τὰ ἀποκλίματα τά τε ζῴδια, εἰ προσοικείωται τῇ τῶν ἀστέρων παρουσίᾳ, ἀνατολάς τε καὶ δύσεις καὶ τὰς αἱρέσεις καὶ
τὰ λοιπά, ὅσα ποτὲ ταῖς προσυντεταγμέναις βίβλοις δεδήλωται, ἵνα μὴ πολυλογῶμεν οὐδὲ γὰρ πρὸς ἀμαθεῖς οὐδʼ ἀμυήτους ἐποιησάμην τούς λόγους. σκοπεῖν δὲ δεῖ καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις· πολύ γάρ συμβάλλονται πρὸς ἀναστρέψαι καὶ κατορθῶσαι τά πράγματα, καὶ μάλισθʼ ὁπότε κατὰ συμπαρουσίαν
ἢ ἐπιμαρτυρίαν ἢ ἐναντιότητα ἐπεμβῶσι τοῖς χρηματιστικοῖς τόποις ἢ τὸν τῶν χρόνων δεσπόξοντα κατοπτεύωσιν.
χρόνος πρόδηλος ἔσται προληπτικὸς ἢ ἐπίμονος τοῦ ἀποτελέσματος, ὡς καὶ ἐπὶ τῶν ἐκλείψεων ἐστι συνιδεῖν τὸν τῆς μονῆς ἢ ἀνακαθάρσεμς χρόνον. καὶ σκοπεῖν, εἰ ὁ παραδιδούς τὸν παραλαμβάνοντα ἐπιβλέπει οἰκείως καὶ χρηματιστικῶς. καὶ ἡ μὲν τῆς συναφῆς κάθιξις πρὸς βραχύ ἐνδείκνυται γινόμενον, ἐπιμενεῖ
δὲ μέχρις οὖ ἑτέρα παρεμπλακεῖσα θραύσῃ τὴν ἐκείνης δύναμιν· 5 ἑκάστῳ δὲ τῶν ἀστέρων ἀπομερίζει χρόνον τὸν ὑποτεταγμένον. οῖον Ἥλιος μὲν κατὰ ζῴδιον μερίζει μῆνας ιθ’, κατὰ δὲ μοῖραν ἡμέρας ιθ’. Σελήνη δὲ προσοικείωται καὶ ὁ μηνιαῖος κύκλος, φυσικῶς δὲ κατὰ μὲν ζώδιον ἔτη β΄ μὴν σ’, κατὰ δὲ μοῖραν ἡμέραι
κε΄ ὁ δὲ Κρόνος κατὰ μὲν ζῴδιον μερίζει ἔτη β΄ μῆνας ς΄ κατὰ δὲ μοῖραν ἡμέρας λ΄ Ζεὺς κατὰ ζῴδιον ἐνιαυτὸν σ΄, κατὰ δὲ μοῖραν ἡμέρας ιβ΄ Ἄρης κατὰ ζῴδιον μερίζει μῆνας ιέ . κατὰ δὲ μοῖραν ἡμέρας ιε΄ Αφροδίτη κατὰ μὲν ζῴδιον μῆνας η΄ . κατὰ δὲ μοῖραν ἡμέρας η΄ Ἑρμῆς κατὰ ζῴδιον μῆνας κ΄, κατὰ δὲ μοῖραν
ἡμέρας κ΄. καὶ οὕτως ὁ ζῳδιακὸς τερματίζεται κατὰ τὴν ἑκάστου ἀστέρος περίοδον καὶ ἀνακύκλησιν. ὑπόταν οὖν ἄφεσίν τις ποιήσηται ἀπό τινος ἀστέρος εἴς τινα, κατʼ ἰδίαν τοὺς ἀριθμούς ἀπογραφέσθω καὶ τίς πρὸς τίνα· οὐ γάρ οἱ αὐτοὶ τυγχάνουσιν ἀριθμοὶ οὐδὲ αἱ αὐταὶ δυνάμεις τῶν παραδιδόντων καὶ
παραλαμβανόντων. οἷον ἀπὸ Διὸς ἐπὶ Ἄρεα ἐάν τις παράδοσιν εὕρῃ ᾒ ἀπὸ Αρεως ἐπὶ Δία, οὔθʼ οἱ αὐτοὶ ἀριθμοὶ τῶν χρόνων ἔσονται διά τάς περιόδους οὔτε αὐτὸ ἀποτέλεσμα· βέλτιον γὰρ παραδιδόναι Ἄρεα Διὶ τὸν χρόνον ἤπερ Δία Ἄρει. ὁπόταν μέντοι ἀπὸ πάντων τῶν ἀστέρων πρὸς ἀλλήλους αἱ ἀρέσεις
ἀναγραφῶσι, συγκρίνειν δεῖ καὶ προλέγειν ἀποτέλεσμα, πότερον αἰ τῶν κακοποιῶν πλεονάζουσιν ἢ τῶν ἀγαθοποιῶν.
ἐνηλλοίωσε τὰ κέντρα καὶ τὴν τοῦ γεννμωμένου τύχην τε καὶ κατάστασιν, ἐσθ’ ὅτε δὲ καὶ τέλος ἐπήγαγεν. ἐκ τούτων δεῖ διαλογίζεσθαι τάς δὲ αἱρέσεις πρός τε τὰς κεντροθεσίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας, κάν μὴ κατὰ κοσμικὸν ἐπίκεντροι τύχωσιν· ἄλλως τε εἰ ἐφʼ ἧς βέβηκε μοίρας ὅστις ποτὲ τὸν καθυπερτεροῦντα
μαρτυροῦντα κεντρικῷ διαστήματι ἔχοι, οἷον εἰ ὡροσκοπούσης ἐκείνης δύναται ἡ τοῦ ἑτέρου μεσουρανεῖν κατὰ τὴν τῶν ζῳδίων διαφορὰν ἤτοι ἐναλλὰξ πρὸς ἐτερον κέντρον οὕτως γὰρ εὔτονος ἡ μαρτυρία γενήσεται.
ὁ πεσσὸς κατά τὴν τοῦ κινοῦντος θέλησιν φεύγει τε καὶ μένει καὶ διώκει καὶ ἀντιτάσσεται καὶ νικᾷ καὶ ἡττᾶται πάλιν· ἐπὰν δὲ δικτύου τρόπον ὑπὸ τῶν ἐναντίων περιφρουρηθῇ, ἀδιεξόδους τὰς εὐθείας ἔχων καὶ μεσολαβηθεὶς ἀπόλλυται. καὶ οὕτως ἑκάτεροι ὁ μὲν ἡδονὴν καὶ τέρψιν, δὲ χλεύην καὶ λύπην ἀπαρά,
μόνον κατεργάζεται· ὁ γάρ πεπονθώς ἀνιαρὸν μετʼ οὐ πολὺ διά τινος μεθόδου ἀναλαβὼν χαράν ἀντιπαραδίδωσι λύπης βάρος τῳ προδεδωκότι. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ἀστέρων δυνάμεως νοείσθω. ἐφ ὅσον μὲν γάρ ἀγαθοποιὸς διακρατεῖ τῶν χρόνων μηδενὸς κακοποιοῦ παρεμψερομένου, πρακτικὸς καὶ
ὑγιεινὸς καὶ εὐπόριστος καὶ εὐεπήβολος τυγχάνων τὸν πάσχοντα εὐτυχῆ καὶ θαρραλέον καὶ συνετὸν διαφημίζει, κἀν ἄπειρος παιδείας τυγχάνῃ· ἢ καὶ μὴ ὢν ἄξιος τῆς ὑπὸ τοῦ καιροῦ περιχυθείσης αὐτῷ εὐδαιμονίας, σεμνυνόμενος δὲ καὶ ἀγαλλόμενος ἐφʼ οἷς κέκτηται καὶ μὴ σκοπῶν τἀς τῶν καιρῶν μεταβολὰς πολλοῖς
ἀνιαράς λύπας ἐπιπέμπει· ὁπότε δὲ κακοποιὸς ἐπιδιακατέχει τὸν χρόνον, ἄπρακτος καὶ ἐπίνοσος δυσκαταγὼνιστος ἐναντιωμάτων πλήρης, ὡς καὶ πρὸς τοῖς κακοῖς ἀδρανῆ καὶ ἄτολμον καὶ πανοῦργον τὸν πάσχοντα διακηρύσσεσθαι, κἂν ἄξιος τυγχάνῃ, καὶ εἰς ἀπόγνωσιν τάς ἐλπίδας ἀνατυπούμενον διὰ τὴν τῶν καιρῶν
κακίαν ἀνθελκόμενον ὑπὸ τοῦ λογισμοῦ πρὸς τά παράδοξα τῆς τύχης γενναῖον καὶ εὐπαρηγόρητον καθίστασθαι. ἐπὰν δὲ ἀγαθοποιοὶ κεκακωμένοι διακρατῶσι τούς χρόνους, ἀμφ οτέρως συμβήσεται, μετʼ ὠφελείας βλάβη, μετὰ δόξης δογματισμὸς καθαίρεσις κατηγορίαι ἐπισφαλεῖς φόβοι νόσοι εὐίατοι· ὅθεν ἡδονῇ καὶ λύπῃ
συγκεκραμένοι οἱ πάσχοντες οὔτε πλῆρες φο σῦλον οὔτε ἀγαθὸν κεκτημένοι διατελοῦσι.
ἢ καὶ μετὶ φόβων καὶ κινδύνων θανατικῶν σίνη τε καὶ πάθη καὶ κακωτικὰς αἰτίας διαφυγόντες καὶ αὐτὸ τοῦτο κέρδος ἀγαθὸν ἡγούμενοι μετʼ ἀνάγκης τὴν τιμωρίαν ὑπομενοῦσιν. ὁ δὲ ὁλοτελὴς τρόπος τῶν παραδόσεων νοείσθω κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν καὶ κατὰ τὴν τῶν καθολικῶν χρόνων διαίρεσιν,
καθώς τοῖς πρότερον δεδήλωται, καὶ σκοπεῖν, πότερον ἐπισήμου ἐστὶν ἡ γένεσις μετρίου εἰς ὕψος μετροῦντος ἢ καθαιρουμένου ἥ ἐπιδίκου καὶ τὰ λοιπά· τοιαύτην γάρ δύναμιν ἀναλαμβάνουσιν οἱ ἀστέρες κατὰ τὰς τῶν χρόνων ἀνακυκλήσεις, ὁποίαν ἡ καταβολὴ προδείκνυσιν.
καὶ εὐεργεσίαν καὶ δε τοῦ διαστήματος καὶ ἑτέρου κακοποιοῦ ἀντιπαραλαμβάνοντος τὸν χρόνον διὰ κατηγορίαν καὶ φθόνον εἰς καθαίρεσιν καὶ ἀτιμίαν καὶ δυστυχίαν ἐχώρησεν ἤ καὶ αἰχνίδιον κίνδυνον. ἔσθʼ ὅτε δὲ ἐπί τινων συνδραμοῦσα ἐπὶ πολὺ πάλιν ἀγαθοποιοῦ παραλαμβάνοντος ἀποκατάστασιν τῆς τύχης
καὶ δόξης ἐποιήσατο. συγκρίνειν δὲ δεῖ καὶ πρὸς τὴν τοῦ ὡροσκόπου μοίραν τάς καταντήσεις. ἐκ τούτων γάρ καὶ κλιμακτηρικοὶ χρόνοι καὶ ἐπίνοσοι καὶ ἐπισινεῖς καὶ κινδυνώδεις καταλαμβάνονται, ἄλλως τε καὶ ὑγιεινοὶ καὶ ἐπιτερπεῖς καὶ ἐπέραστοι καὶ καταθύμιοι κατὰ τὴν τῶν ἀγαθοvποιῶν καὶ κακοποιῶν παρουσίαν.
οὕτως γὰρ ἡ ψυχὴ ἀτάραχος καὶ ἰσχυρά ὑπάρχουσα δοκεῖ φρονεῖν καὶ πράσσειν τὰ καθήκοντα καὶ εἰς πολλὰ ἐκτείνεται καὶ εὐεργετικὴ καθίσταται καὶ εὐφημεῖταί τε καὶ μακαρίζεται, παρηγορεῖται δὲ καὶ σῶμα. ἐκ τούτων δὲ ὑπολαμβάνω τοὺς ἐπὶ πλάτους κατά καιρὸν ἀγαθούς τε καὶ πονηρούς ἀνθρώπους τυγχάνειν, ὅπερ 8 οἱ φυσικοὶ τὴν ἀρχῆς κρίσιν διαφυλάττουσιν. ὁπόταν δὲ κακωθῇ, δολουμένη ἀδιανόητος γίνεται· εἰ γὰρ καὶ πολυαπεχθὴς πανοῦργός τε καὶ πονηρὰ διαλαμβάνεται καὶ μανιώδης τὰ ἐναντία φρονοῦσα, ὡς καὶ καθʼ ἑαυτῆς κινδυνῶδές τι μηχανήσασθαι, καὶ οὕτως βαρουμένη, τὸν ζωτικὸν χρόνον ἐναντίον πρὸς τέλος
μὴ ὑπομένουσα τῳ ἀνιαρῷ ἀδοξοῦσα χωρίζεται τοῦ σώματος καὶ συνοδεύουσα τῳ καταναγκάσαντι δαίμονι, ψερομένη ὅποι ποτὲ ἐκεῖνος βούλεται.
β. Διὰ ποίαν αἰτίαν τοιαύταις χροιαῖς τοὺς πέντε πλάνητας καὶ τὴν Σελήνην καὶ τὸν Ἣλιον οἱ παλαιοὶ
ἐτύπωσαν.
ἐπὰν δʼ ἕτερον συμφ υρῇ, θολούμενον ἀλλοιοῦται καὶ οὔτε ἐκ φύσεως ὅ ἦν ἔτι ἐστιν οὔτε τὴν τοῦ μιγέντος μόρφμσιν ἐρύλαξεν, ἀλλʼ ἐπʼ ἀμφοτέροις διεψεύσθη ἐπὶ πλάτος καὶ ἀναγκαστικὸν ἀναλαβὸν χρῶμα τυφλόν τε καὶ ἀτερπές, ἐσθʼ ὅτε δὲ ἁρμόζουσαν τὴν μῖξιν ποιεῖσθαι εὐτυχῆσαν εὐκρασίαν καὶ καλλονὴν εἰργάσατο
(ἀλλ’ ὅμως ὁ τεχνίτης διὰ πολλῶν καὶ ποικίλων μορφο οῖ τὸν ἄνθρωπον, σκιὰν ἔργου καὶ ἀληθείας ἐνδεικνύμενος) — οὕτως δὲ καὶ οἱ ἀστέρες ὅτε μὲν διαφυλάσσουσι τὴν ἀρχῆς φύσιν κατὰ μόνας ἄντες, ἕτερος δʼ ἑτέρῳ συγκιρνάμενος συσταλάξει καὶ τῆς φύσεως ἰδίωμα. καὶ οὕτως χαλιναγωγοῦντες τὸν ἄνθρωπον
μετὰ λύπης καὶ φαυλότητος καὶ συγκρασίας τινὸς ἄγουσι πρὸς τὰ τοῦ βίου πράγματα, οἷς διαθλεύσας ποικίλως καὶ τῆς ἐγκρατείας στέφος λαβών, ὅπερ ἦν οὐκ ὤν, τοῦτο γίνεται. ὅθεν εἰκότως οἶ πα λα ιο ὶ τοῖς χρώμασι τούς ἀστέρας ἀπείκασαν. τὸν 9 μὲν οὖν τοῦ Κρόνου μέλανα, ἐπεὶ χρόνου ἐστὶ σημεῖον· βραδὺς γὰρ ὁ θεός· ἔνθεν καὶ Βαβυ λώ ν ιο Φαίνοντα αὐτὸν προσηγόρευσαν, ἐπεὶ πάντα τῷ χρόνῳ φανερά γίνεται. τὸν δᾶ τοῦ Διὸς λαμπρόν· ζωῆς γάρ αἴτιος καὶ ἀγαθῶν δομάτων. τὸν δὲ τοῦ
Ἄρεος κιρρόν· πυρωτὸς γάρ καὶ τομὸς καὶ κατεργαστικὸς ὁ θεός· Αἰγύπτιο γάρ καὶ ἄρτην αὐτὸν προσηγόρευσαν, ἐπεὶ τῶν ἀγαθοποιῶν καὶ τῆς ζωῆς παραιρέτης ἐστί. τὸν δὲ Ἤλιον διαυγέστατον διὰ εἰλικρινὲς καὶ ἀίδιον φῶς αὐτῷ. Ἀφροδίτην δὲ ποικίλην τῷ σώματι, ἐπεὶ δεσπόζει ἐπιθυμίας, ἥτις εἰς πολλὰ
ἐκτείνεται ἀγαθά τε καὶ φαῦλα καὶ τῶν πολλῶν τῶν βίῳ τελουμένων οἰκείων τε καὶ ἀναρμόστων μόνη δοκεῖ κυριεύειν, ἐπεὶ μετά τὴν μέσην τοῦ Ἡλίου ζώνην τὴν διορίζουσαν κληρωσαμένη τὸν κύκλον τάς τε ὑπὲρ αὐτὴν τῶν ἀστέρων ἀπορροίας καὶ τάς τῶν ὐπʼ αὐτὴν ἀναλαμβάνουσα πολυμερεῖς καὶ τὰς ἐπιθυμίας καὶ
τὰς πράξεις ἀπεργάζεται. τὸν δὲ τοῦ Ἑρμοῦ ὠχρὸν ἐποίησαν χολῇ παραπλήσιον· συνέσεως γάρ λόγου καὶ πικρίας δεσπόζει, ἔνθεν καὶ οἶ ὐπʼ αὐτὸν γενόμενοι ὅμοιοι τῇ φύ ὕσει καὶ τῇ χροιᾷ τυγχάνουσι. τὴν δὲ Σελήνην ἀερώδη· ἄστατος γὰρ καὶ ἀνώμαλος αὐτῆς ὁ δρόμος, ὁμοίως δὲ καὶ πράξεις καὶ διάνοιαι τῶν
ὐπʼ αὐτὴν τεταγμένων. καὶ ἵνα μὴ δόξωμεν δισσολογεῖν, πρόκεινται αὐτῶν αἰ ὑσεῖς τῇ πρώτη βίβλῳ.
γ΄. Διὰ τί οἰ κακοποιοὶ δοκοῦσι μᾶλλον ἐνεργέστεροι εῖναι τῶν ἀγαθοποιῶν
καὶ γὰρ ὡς τοῦ μέλανος καὶ ῥυπώδους ἡ σταγὼν ἐκχυθεῖσα εἰς λαμπράν χρωμάτων οὐσίαν ἀμαυροῖ τὴν εὐμορφ ίαν, δὲ διαυγὲς πλῆθος ἀτονεῖ βραχύ καὶ μιαῖνον ἐπικαλύψαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κακοποιῶν, οἳ οἷς τινες δοκοῦσιν εὐτυχεῖν, γένει βίῳ σώματι δόξῃ εὐμορφίᾳ ἡ τοῖς λοιποῖς, ὅπερ ἐστὶ σπάνιον,
οἱ ἐλέγχοντες καὶ ἀφ αιρέται τῶν περικτηθέντων γενόμενοι 10 αἰτίαις περὶτρέποντες ἢ καὶ σίνεσι καὶ πάθεσι μιαίνουσι τάς γενέσεις. οἱ μὲν οὖν ἀγαθοὶ ἄνδρες οἰόμενοι πάντας τὰ αὐτὰ αὐτοῖς φρονεῖν ἀπλῶς φερόμενοι πιστεύοντές τε καὶ εὐεργετοῦντες ῥᾳδίως ἀλἰσκονται, εἰ καὶ μὴ ὦσιν, ἀλλʼ ὅμως ἐπὶ ταῖς καλοκαγαθίαις διαφημίζονται. οἱ δὲ φαῦλοι ὁμοίως τοιούτους εἶναι
πάντας νομίζοντες ἀλογίστως καὶ μήτε ἰδίοις μήτε οἷς δεῖ πιστεύοντες, ἀλλὰ πλεονεκτοῦντες ἀλογίστως ἔτι τε τῶν ὄντων στερηθέντες ἡδονὴν πολλὴν ἀπεργάζονται. διαρυλάσσει γάρ τινας τῶν ἀνθρώπων καίπερ ἄκονίας μέχρι εἰς ὃ βούλεται αὑτοὺς περιτρέψαι οὒς μὲν εἰς ὕψος σὓς δὲ ἐπὶ χείριστον. τοιγαροῦν
πολλοὶ μάτην εὐχόμενοι ζῆν κακοῖς περιπαρέντες καὶ ἀλγοῦντες ἐπὶ τοῖς γενομένοις μέμφονται βραδύνοντα τὸν θάνατον καὶ καθʼ ἑαυτῶν τι μηχανῶνται ἢ βίαιον τέλος ἀναδέχονται. φύσει δὲ πάντες ἀλλήλων χλευασταὶ καὶ κατήγοροι τῶν ἁμαρτημάτων τυγχάνουσι καὶ σφ όδρα ἐπὶ τοῖς κακοῖς χαίροντες καὶ ταῖς
τῶν πέλας κατηγορίαις, μετανοοῦντες δʼ ἐχʼ οῖς ἔπραξαν συνήγοροι τῶν ἁμαρτημάτων καθίστανται. ὥσπερ οὖν προλήψεις, περὶ ὧν ἄν τις κρίνῃ, οἴησιν ἀληθείας ἐνδείκνυνται οὐ μόνον αὐτοῖς τοῖς πεπιστευκόσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις, οἳ κἂν ἕτερα βούλωνται πράττειν ἄγονται ὑπὸ τῆς πλάνης, οὕτως καὶ
ἐπὶ τῶν τάς κανονοποιίας συμπεπηχότων τινὲς μὲν εὐχερεῖς καὶ ἐπακτικοὶ τῆς ἀληθείας ἀποδέχονται, οἷς καὶ οἱ ἀμαθεῖς προσφέρονται· οἱ δὲ φυσικοὶ καὶ ἀκριβεῖς ἢ διὰ χθόνον ἢ διὰ σκολιὸν τῆς εἰσόδου παραπέμπονται καὶ καταγινώσκονται· ὅθεν χρή δοκιμάσαντας ἀκριβὲς προσέχειν τῇ φυσικῇ θεωρίᾳ κὲν ἐπὶ
σύνεγγυς. καὶ γάρ Ἀπο λλινάριος πρὸς τά φαινόμενα κατὰ τάς παλαιάς τηρήσεις καὶ ἀποδείξεις ποικίλων ἀνακαθάρσεων καὶ σφαιρῶν πραγματευσάμενος καὶ κατὰ πολλῶν ψόγον εἰσενεγκάμενος ὁμολογεῖ παρά μίαν μοῖραν ἡ καὶ δύο διαπίπτειν. ἔστι δʼ εὐκατάληπτον τῆς παραμφ οδίσεως τρόπῳ τοιῷδε, καθώς καὶ
αὐτὸς ἐπειράθην αὐτῶν τῶν προγενομένων ἀποτελεσμάτων 11 ἱστάναι τὴν τοῦ ἀστέρος ἀκριβῆ μοῖραν κατὰ τὴν φυσικὴν αὐτῶν ἐνέργειαν, ὡς καὶ ὁ παλαιὸς εἶπε. προβαινούσης δὲ τῆς διηγήσεως αὐτά σοι τὰ πράγματα ὑπʼ ὄψιν πάντα φανερώτερον ποιήσει λεγόμενον. ὁπόταν οὖν εὑρεθῇ ἡ μοῖρα, καὶ περὶ τῶν
μελλόντων βεβαίως ἀποφαίνεσθαι ⟨δυνατὸν ἔσται⟩· ἐστι γὰρ δυσεπίληπτος ἡ μοῖρα, οὐκ ἀκατάληπτος.
δ΄ Περὶ ἐπεμβάσεων.
τούτων τετράγωνοι ἢ διάμετροι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρχὰς ἢ καὶ ἡγεμονίας λελογχότων ἕκαστος καθʼ ἢν ἐκληρώσατο ὥραν τὴν ἐπέμβασιν ποιησάμενος εὐτονεῖ εἰς τὸ σώζειν ἢ ἀναιρεῖν καὶ οὐδεὶς τὴν τούτου ἀπειλὴν ἢ καὶ πρός τινας εὐεργεσίαν κωλῦσαι δύναται, κἂν πάνυ μείζων γένει βίῳ δόξῃ τυγχάνῃ, ἀλλʼ εἴκει τοῖς
τοῦ καιροῦ νόμοις, μέχρις οὖ τὴν ἀρχὴν ἀπόθηται· ἐπὰν δὲ συμπληρώσῃ τὸν χρόνον, παραδιδοὺς ἑτέρῳ τὴν ἡγεμονίαν ἄτονος πρός τε ἀγαθὸν ἢ φαῦλον ἀποκαθίσταται. αἱ μὲν οὖν ἀποτελεσματογραφίαι τῶν παραδόσεων καὶ συγκρατικαὶ πρὸς ἀλλήλους μαρτυρίαι τε καὶ συμπαρουσίαι τοῖς ἔμπροσθὲν ἡμῖν δεδήλωνται·
αἷς καὶ προύχρηστέον, ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν καὶ κατὰ τὸν ἐπιβάλλοντα χρόνον ἐνεργοῦντος καὶ τὸ εἶδος τοῦ ἀποτελέσματος ἐνδεικνυμένου.
ε΄. Περὶ τῆς εἰς ι΄ ἔτη καὶ μῆνας θ΄ διαιρέσεως ἐμπράκτων τε καὶ ἀπράκτων χρόνων.
εἰς ἓν χωρίον κατηντηκέναι.
τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετʼ αὐτὸν κείμενος καὶ ἐξῆς οἱ λοιποί.
θ΄, καὶ μετʼ αὐτὸν ἐξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη καὶ μῆνας θ΄, καὶ μέχρις οὐ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τούς περιοδικούς ἑκάστου ὡριαίους ἡμερησίους μηνιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν
τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἐβδομάδα. ρὕτως γὰρ ἀνακυκλούμενοι οἱ χρόνοι κάν εἰς τούς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων ἕτερος
δʼ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τάς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν. προβλέπειν δὲ δεῖ τούς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκοπεῖν,
κάν μὲν εἰς ἀγαθοποιούς χυρῶσι, προλέγειν ἀγαθόν, κἀν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμάς ποικίλας, φιλίας συμπαθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέλειαν.
ἔσθ’ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἡ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τούς γενομένους ἥδεσθαι ἢ μέσως φέρειν ἐφʼ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον, ὁμοίως δὲ καὶ ὁπόταν ἀγαθοποιῶν εἰς κακοποιούς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ
ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται 13 καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τούς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμενοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ
ἄκοντες ὑποτάσσονται.
ἐφεξῆς. ζητοῦμεν ἔτη νβ΄ καὶ τοῦ νγʼ Παϋνὶ ιέ ἐπεὶ οὖν ἐπὶ ταύτης τῆς διαιρέσεως αἱ ἡμέραι καὶ οἱ κύκλοι πρὸς τξ΄ ἡμέρας τὴν πραγματείαν ἔχουσι, τὰ δὲ γενεθλιακὰ ἔτη πρὸς τὸν τξε΄ δ΄ , ἔλαβον τῶν ὁλοκλήρων ἐτῶν νβ’ τὰς ἀνὰ ε’ δʼ γίνονται σογ΄ καὶ ἀπὸ Μεχίρ ιβ΄ ἕως Παϋνὶ ιε΄ γίνονται ρκδ΄ καὶ ὁμοῦ γίνονται
ἡμέραι τϥξ΄ . ἀφεῖλον κύκλον τξ΄ , λοιπαὶ ἡμέραι λζ΄ . ἐκρίθη οὖν νυκτερινῆς οὔσης τῆς γενέσεως Σελήνη, ὑπόγειος οὖσα θηλυκῷ ζῳδίῳ τριγώνῳ συναιρετιστοῦ καὶ οἰκείως κειμένη, ἀφέτης τῶν καθολικῶν χρόνμων. πρώτη οὖν ἔλαβεν ἐκ τῶν προκειμένων ἐτῶν ἔτη ί μῆνας θʼ, εἴθ’ ἑξῆς Ἀφροδίτη Κριῷ ἔτη μῆνας θ΄,
εἶτα Ἀξῆς Ζεὺς Ζυγῷ ἔτη ί μῆνας θ΄, εἶθ’ Ἀξῆς Κρόνος Τοξότῃ ἔτη ί μῆνας θ΄· γίνονται κύκλοι δ΄ ἔτη μγ΄ . μετʼ αὐτοὺς ἐξῆς ἀκολουθεῖ Ἄρης· τούτου ὁ κύκλος ἔτη ί μῆνες θ΄ εἰς συμπληρῶσιν ἐτῶν νγ΄ καὶ μηνῶν θ΄, ἐπεὶ οὖν ὑπὲρ τὸν προκείμενον χρόνον καὶ ζητούμενον ὑπερβάλλει ὁ ἐνιαύσιος χρόνος, εἰς τὸν μηνιαῖον
κατέδραμον καὶ ἔδωκα αὐτῷ τῳ Ἄρει τῷ κυρίῳ τοῦ κύκλου μῆνας ιέ , προσθεὶς δὲ τῷ συντελεσθέντι τετάρτῳ κύκλῳ ἐτῶν διʼ ἀριθμοῦ μγ΄ καὶ ἐγένοντο ἔτη μδ΄ μῆνες γ΄ . εἶτα Ἡλίῳ ἔτος α΄ μῆνας ζ΄, εῖτα Ερμῇ μῆνας κ΄.. εἶτα Σελήνη μῆνας κε΄ . εἶτα Ἀφροδίτῃ μῆνας ή , εῖτα Διὶ μῆνας ιβ΄ καὶ γίνονται ἔτη να΄ καὶ μῆνες
γ΄ . ἐξῆς Κρόνος λαμβάνει μῆνας λ΄ εἰς συμπλήρωσιν τοῦ Ἀρεικοῦ κύκλου ἐτῶν νγ΄ καὶ μηνῶν θ΄·· ἐπεὶ οὖν καὶ οὖτος ὖ χρόνος ὑπερβάλλει τὸν προκείμενον, εἰς ἡμέρας ἀνέλυσα οὕτως· ἕως τοῦ Διὸς συνήγετο ἔτη να΄ μῆνες γ΄· ἀνέλαβον τὰς λοιπὰς ἡμέρας τοῦ νβ΄ ἔτους σο΄ καὶ τοῦ νγ΄ τξ΄ καὶ τοῦ νδ΄ ἔτους ἡμέρας λζ΄ καὶ
νίνονται ὁμοῦ ἡμέραι χξζ΄ Κρόνου τοῦ ἀπὸ Ἄρεος παραλαμβάνοντος. 14 ὧν παρέδωκεν ἑαυτῷ καὶ τοῖς ἐξῆς κειμένοις κύκλον α΄ ἡμερῶν ρκθ΄ εῖτα τὸν β΄ κύκλον παρεχώρει Ἀρεῖ ὁμοίας ρκθ΄ κἀκεῖνος ἐμέρισεν ἑκάστῳ τὰς ἰδίας ἡμέρας. τὸν δὲ γ΄ κύκλον Ἥλιος διεδέξατο ἀπὸ Κρόνου καὶ ἐμέρισεν ρκθ΄ ἡμέρας, τὸν δὲ Κρμῆς, τὸν δὲ ε’ Σελήνη καὶ ἐμέρισεν ἡμέρας ρκθ΄ . λοιπὸν
περιλείπονται ἡμέραι κβ΄ τοῦ ς΄ κύκλου, ὅς ἐστιν Ἀφροδίτης. ἐμέρισεν οὖν ἑαυτῇ ἡμέρας η΄ . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ β΄ ἡμέραι εἰς τὴν ζητουμένην ἡμέραν, αἵ εἰσιν Κρόνου πρώτη. Γέγονεν οὖν μὲν καθολικὸς χρονοκράτωρ τῶν ἐτῶν Ἄρης ἀπὸ Σελήνης παραλαβών, ὁ δὲ τῶν μηνιαίων Κρόνος ἀπὸ Ἄρεως
παραλαβών, τῶν δὲ ἡμερῶν Ἀφροδίτη παρὰ Κρόνου τὸν κύκλον παραλαβοῦσα. τῷ οὖν νβ΄ ἔτει ἐγένετο γυναικὸς θάνατος ἐπίλυπος καὶ νόσοι ἐπισφαλεῖς αὐτῷ ἐπηκολούθησαν καὶ ζημίαι· ἐν δὲ ταῖς προκειμέναις ἡμέραις ἡ γένεσις κατεδικάσθη δίκην ἔχουσα ὑπὲρ γυναικὸς καὶ πρὸς γυναῖκα περὶ νεκρικῶν καὶ παλαιῶν πραγμάτων
καὶ ὑπὸ μειζόνων κατεσπουδάσθη καὶ μικροῦ δεῖν ἐκινδύνευσε καὶ οἰκείων ἢ ἀλλοτρίων λύπην ἀνεδέξατο, ὡς εἰς ἀπόγνωσιν χωρῆσαι, καὶ ἑτέροις πράγμασι καὶ ἐμισφαλέσι καὶ ἐπιζημίοις περιεπλάκη. ἔτι γὰρ διεκράτει τὸν χρόνον Κρόνος παρʼ αἵρεσιν ὡροσκοπῶν καὶ καθυπερτερῶν Σελήνην, τὴν ἄφεσιν, καὶ Ἑρμῆν
ὅθεν καὶ πλαστογραφίαι πλεῖσται παρηκολούθησαν καὶ ψευδηγορίαι καὶ πλάναι καὶ ἐξοδιασμοὶ πλεῖστοι καὶ νόσοι ἐπισφαλεῖς.
Ϛ΄. Περὶ τῆς ὑ πο διαιρέσεμως τῆ ς προκειμένης ἀγμγῆς.
ὥρας Ϛ΄ . Διὶ μῆνας β΄ ἡμέρας κς΄ ὥρας η΄ δ΄ , Ἄρει μῆνας γ΄ ἡμέρας ιδ΄ ὥρας ιέ Ϛ΄. Ηλιῳ μῆνας δ΄ ἡμέρας β΄ ὁρας ιγ΄ Ϛ΄ Ἀφροδίτη μῆνα α΄ ἡμέρας κέ ὥρας ιθ’ U+2220΄ Ἑρμῇ μῆνας δ΄ ἡμέρας τθ΄ ὥρας ιβ΄ U+2220΄, Σελήνη μῆνας ε΄ ἡμέρας κδ΄ ὣρας ί καὶ οὕτως συμπληροῦνται τὰ τοῦ Κρόνου ἔτη β΄ μῆνες Ϛ΄ .
γ΄ ἡμέρας ιδ΄ ὥρας ε΄, Διὶ μῆνα α΄ ἡμέρας ια΄ ὥρας κ΄.
ἡμέρας κγ΄ ὥρας η΄ δ΄, Ἄρει μῆνας δύο ἡμέρας Ϛ΄ ὥρας Ϛ΄ δ΄.
ἡμέρας ε΄ ὥρας η΄ .
μῆνας β΄ ἡμέρας κη΄ ὥρας η΄ δ΄, Ἀφροδίτῃ μῆνα α΄ ἡμέρας ζ΄ ὥρας ε΄.
ε΄, Ἡλίῳ μῆνας γ΄ ἡιμέρας κ΄ ὥρας ια΄, Ἑρμῇ μῆνας γ΄ ἡμέρας κϚ΄ ὥρας Ϛ΄ δ΄, Ἀχροδίτῃ μῆνα α΄ ἡμέρας ιζ΄ ὥρας Ϛ΄ δ΄ Κρόνῳ μῆνας ε΄ ἡμέρας κδ΄ ὥρας δ΄.
ζ΄. Μαθεῖν τίνος ἀστέρος εἰσὶν αἱ καταγόμεναι ἡμέραι τῆς προκειμένης ἀγωγῆς.
Παϋνὶ ιέ ἡμέραι ρκγ΄ ὁμοῦ γίνονται ἡμέραι μνριὰς θρις΄. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθ΄ γίνονται κύκλοι ρμη΄ , καὶ λοιπαὶ ἡμέραι κδ΄ τοῦ ρμθ΄ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους κα΄ , τουτέστιν ἐκ τῶν ρμθ΄ λοιποὶ περιλείπονται κύκλοι θ΄. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα
πάλιν τὸν α’ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετʼ αὐτὴν Ἀρροδίτη ἡμέρας κδ΄ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ή . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ περιλείπονται ἡμέραι δ΄ Κρόνου, ἐν αἷς κατεδικάσθη.
κατάξαντας ἀπολύειν ἀπὸ τοῦ ἀφέτου ἀνὰ μίαν, καὶ εἰς σἶον ἄν ἀστέρα καταλήξῃ, ἐκεῖνος ἄρξει τῆς μθ΄ ἐτηρίδος καὶ τοῦ πρώτου κύκλου τοῦ ἑβδομαδικοῦ· εῖθ᾿ ἑξῆς τοῖς λοιποῖς παραδώσεις τούς κύκλους. οῖον ἐπὶ τοῦ προκειμένου θέματος ἐπεὶ ρμθ΄ κύκλοι ἑβδομαδικοὶ εὑρέθησαν, ἐκ τούτων ἀφεῖλον μθ΄ ἐτηρίδος γ΄. λοιποὶ
περιλείπονται κύκλοι δύο τῆς τετάρτης μθ΄ ἐτηρίδος. τὰς οὖν τέσσαρας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξα ἐπὶ Κρόνον· ὥστε τῆς μὲν τετάρτης μθ΄ ἐτηρίδος ἄρχει Κρόνος. καὶ τὸν πρῶτον ἑβδομαδικὸν κύκλον ἑαυτῶ μερίσας τόν δεύτερον παρέδωκε τῷ μετ' αὐτὸν Ἄρει ἔχοντι ἡμέρας κδ΄ ἐξ ὧν ἐαυτῷ ἐμέρισεν ἡμέρας
ιέ· καὶ λοιπαὶ ἡμέραι θ΄ Ἡλίου.
εῖτα Ἄρει, εῖτα Ἡλίῳ, μεθʼ ὃν Αφροδίτη, ἔπειτα Ερμῇ καὶ ἐξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δʼ οὐκ ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλείστων. 17 γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ώροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ οἱ ἐξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδιακῶς τε καὶ μοιρικῶς διακείμενοι.
η΄ . Περὶ χρόνων ζωῆς ἀπὸ πανσεληνιακοῦ καὶ ὡροσκοπικοῦ γνώμονος.
περιελείπετο (ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερρρονεῖν), ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθάσαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπίπτοντά μοι κεφάλαια τῶν θεμωρημάτων ἀνασκοπούμενος ἐθημειούμην,
τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρόβιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσα σι. ἐπεὶ οὖν συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς τε οὕτως τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι
περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δᾶ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τάς ματαιολογίας. πᾶσα γάρ ἀγωγή συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν
ἐνδείκνυται.
τῆς γὰρ σπορᾶς καὶ τῆς ἐκτροπῆς μυστικῶς τὴν δύναμιν ἐκληρώσαντο, καὶ οὔτε Ἄρης οὔτε Κρόνος ἀναιρέται κριθήσονται οὔτε μὴν οἱ ἀγαθοποιοὶ βοηθοί, ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφ υλάσσειν χρὴ τὰς κολλήσεις καὶ τὰς ξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τάς πρὸς τὸν ὡροσκόπον, μάλιστα
ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἰσοδυναμοῦσι τοῖς ἀκούουσι 18 καὶ βλέπουσι ζῳδίοις ἢ ἀντισκίοις μοίραις. ὡσαύτως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης, τάς πρὸς Σελήνην διαστάσεις ώσαύτμως σκοπεῖν κατὰ ἀναφοράν.
ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ παρεχομένων τὰς τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀποτροπὴν
ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαρῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφμωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφοράν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦτον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον σπανίως
γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλίως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης ἢ| καὶ τοῦ ὡροσκόπου ἐν τῳ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθʼ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διάστημα τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετικοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους
κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζωτικὸν χρόνον. οὐ μόνον δʼ ἐπὶ τοῦ μεγίστου διαστήματος ἣ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τούς ὀλιγοχρονίους. πρὸς δὲ τὴν ἀφετικὴν τῶν χρόνων διάκρισιν τῆς Σελήνης μοιρικαὶ φάσεις
καθʼ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀρέσεις καὶ συναρμοζόμεναι πρὸς τὴν τοῦ διαστήματος ρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα ἀπὸ Σελήνης· αὕτη γάρ ἀφέτις γενομένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἰ τῆς συνόδου ἢ πανσελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτικὸν.
πρῶτον φερομένης.
ἃ δὲ καθὼς ἔδοξέ τισιν, οὕτως ἔχειν καλῶς ἐδόκουν, ἴνα μὴ δόξω ἀμύητος τῆς ἐντεύξεως γεγονέναι, ἃ δὲ καὶ αὐτὸς ἰδίως ἀνευρὼν συνέταξα, οἷς οἱ πεισθέντες ἀμετανόητον τὴν εἴσοδον κτήσονται. παρατηρητέον δὲ τοὺς ἀφετικούς καὶ ἀναιρετικούς τόπους, τίνων ἀστέρων ζῳδίοις ἢ καὶ ὁρίοις ἔτυχον· ἐκ γάρ τούτων αἵ τε αἰτίαι
καὶ οἵ θάνατοι καταλαμβάνονται κατὰ τἀς φυσικάς αὐτῶν ἐνεργείας. χρή οὖν σκοπεῖν, τίς ὑπὸ τίνος κακοῦται ἡ βοηθεῖται ῇ καὶ συμπαθὴς ἢ ἀλλότριος τυγχάνει ὅπως τε πρὸς ἀλλήλους σχηματογραφίαι κατὰ γένεσιν τυγχάνουσι καὶ κατʼ ἐπέμβασιν καὶ κατὰ τὰς τῶν χρόνων παραλήψεις. καὶ περὶ μὲν ζῳδιακῶν καὶ
μοιρικῶν ὡρῶν καὶ χρηματιζουσῶν μοιρῶν πολὺς ἡμῖν ὁ λόγος ἐμπροσθεν δεδήλωται τὴν ἁρμονίαν ἐχουσῶν εἰς τὸν περὶ ζωῆς χρόνον πολυμερῶς καὶ ποικίλως, καὶ εἰ μὴ κατὰ τὰς αὐτάς μοίρας ἢ κατὰ τὰ αὐτὰ ζῴδια τὴν κατάληξιν ἐχουσῶν τὴν αὐτὴν καὶ συνεγγίζουσαν, ὅπερ σπάνιον καὶ δύσπιστον παρά πολλῶν νομίζεται,
ἀλλὰ τῷ κοσμικῷ περιπολήματι πάντα δυνατὰ καὶ ἐφικτὰ καὶ σεμνὰ καὶ ἀληθινὰ τυγχάνει καὶ χμρεῖ ἐπὶ τοσοῦτον διὰ μυρίων καὶ ποικίλων ἀγωγῶν, ἐφʼ ὅσον ἄν ζητῶν τις εὑρίσκῃ οὐ διὰ πλάνων ἀλλὰ φυσικῆς δημιουργίας. καὶ γὰρ αὐτὸς ὁ κόσμος ἀπλανὴς τυγχάνει καὶ ἃ κέκτηται ἀγαθὰ καὶ σεβάσμια ἡμέρας καὶ
νυκτὸς προφανῆ πᾶσι δείκνυται ἀφθόνως. καὶ βλεπόμενα μὲν οὖν οὐ καταλαμβάνεται, συνέσει δὲ νοούμενα γινώσκεται, καθὼς ἕκαστα ὑπολαμβάνει. ἐκ τούτου δὲ μὲν ὁρώμενον καὶ γινόμενον καὶ λεγόμενον καταληπτὸν ὄν καὶ αὐτὸς μετέλαβον παραπεμψάμενος, τίνες ἂν εἴησαν καὶ πόθεν καὶ πῶς· ἕτεροι γὰρ περὶ τῶν τοιούτων
ἀπείρους λόγους ἐποιήσαντο. ἀλλʼ ἅγε ἐκ παρατηρήσεμως χρόνων εὑρεθέντα καὶ δοκιμασθέντα συγκρίνας καὶ μύστης γενόμενος συνέταξα δοκῶν κόρον ταῖς γραφαῖς τεθεικέναι ἀρχήν, ἀνασκοτεινῶν 20 τυποῦμαι καὶ οὐ διαλιμπάνω κάμνων μεθʼ ἡδονῆς. ἄγει γάρ με ἡ τῶν κοσμικῶν δημιουργία καὶ ἡ τῶν ζητουμένων ἀνεύρεσις πε ριπλέκουσα καινοτέροις θεωρήμασιν.
θ΄. Εὕρεσις σπορίμ ης Σελή νης καὶ ὡρο σκ όπο υ.
καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει πλάτος τῆς Σελήνης· ὅπου δʼ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάντοτε γάρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν ἐπὶ τῆς σπορᾶς. οὐ γάρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερβῆναι
τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προγενομένη σύνοδος, καὶ ἀπʼ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν η΄ ἢ ι΄ ἐγέετο ὁ γεννηθείς.
πάντοτε τοῖς θ΄ προστίθει εἰς τάς ἡμέρας καὶ ἐπικεραλαιὼσας ἐπιγνώσῃ, πόσαις ἡμέραις συνελήφ θη. πάντοτε οὖν θηρεύσας τὴν μοῖραν τοῦ πλάτους ἴδε, διὰ πόσων ἡμερῶν καὶ ὡρῶν ἡ Σελήνη ἐπέχει ἐπὶ τὸν αὐτὸν σκοπόν ὥσπερ γάρ τροχὸς κυλιόμενος ἐνέκοψεν ἐπὶ τὴν ἰδίαν ἐλθοῦσα ἐποχήν.
συνέγραψα. τὸ γάρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει. ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθώς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ ιλόνεικοι καί ἐναντιόβουλοι 21 ὑπάρχοντες ῥᾳδίως ἁλίσκονται καὶ τιμωροῦνται, φύσις δὲ ῥυθμισθῆναι μὲν οὐ δύναται, ἀναγκασθεῖσα δὲ μετὰ αἰδοῦς καὶ λύπης πραύνεται, ἐλεγχομένη δὲ ἀγανακτεῖ καὶ τολμηροτέρα γίνεται ἐρεθιζομένη. καὶ μάλιστα ἐπὶ τῶν νέων ἐστι συνιδεῖν, ὡς
ἄλλο πράσσειν οἴονται καὶ τὴν ἐξουσίαν αὐτῶν διαδιδόασι τοῦ τε φαύλου καὶ ἀγαθοῦ καὶ πρὸς θέλον φερόμενοι βιάζονται ἄρχειν τε καὶ ἀντιπράσσειν καὶ πρὸς πάντα θρασύνεσθαι φίλων τε γένους ἀλλότριοι γινόμενοι ἐχθροῖς ἥδονται, βουκολοῦντες δὲ μέλλον πάντων καταφρονοῦσι χαίροντες ἐπὶ τοῖς ἀλλοτρίοις
κακοῖς, ὡς καὶ καθʼ ἑαυτῶν ἐπιβάλλεσθαι καὶ ἐπικίνδυνον εὔξασθαι διὰ τούς ἐχθρούς κακίαν. τοὐναντίον δὲ πάσχουσιν ὀδυνώμενοι μάτην θεούς τε μή τιμῶντες τὸν θάνατον οὐ φοβοῦνται, ἀγονται δὲ ὑπὸ τοῦ δαίμονος. τῶν δὲ τοιούτων καὶ τὸ τέλος αίφνίδιον καὶ ἐπισφαλὲς καὶ ὁ βίος εὔθραυστος. βέλτιον οὖν ἐστι
κατὰ δυνατὸν ἑκόντας ἀνθρώπους ἀποθέσθαι μὲν ἀπὸ τῆς ψυχῆς ὑψηλὸν αὐχένα καὶ μὴ θρασύνεσθαι, μεταμφιασαμένους δὲ τὸν λογισμὸν ἐκδότους ἑαυτοὺς παρέχειν· οὐδεὶς γὰρ ἐλεύθερος, πάντες δὲ δοῦλοι τῆς εἱμαρμένης πεφύκασιν, ἦ κατακόλουθοι γενόμενοι ἀτάραχοι μὲν καὶ ἀλύπητοι κατὰ τὸ ὅσιον διεξάγουσι
προγεγυμνακότες θαρραλέαν τὴν ψυχήν. ἢν δέ τις ἀληθινὸν ἀναλαβὼν φρόνημα τὴν ἐξουσίαν τῶν πρασσομένων ἑαυτῷ ἀπονέμῃ. ἐλεγχόμενος ὑπὸ τοῦ μὴ δύνασθαι καὶ μάτην καταγέλαστος γενόμενος μιμήσεται τὸν τραγικὸν Εὐριπί ίδην λέγων·
κατὰ τὸν μυθικὸν λόγον πῆχυν κατέχουσα, μηδὲν πράσσειν ὑπαρ 22 τὸ μέτρον ἐμφαίνουσα, καὶ τροχὸν ὑποκείμενον τῷ σφυρῷ κέκτῃται σημαίνουσα τὰ λεγόμενα ἄστατα καὶ ἀβέαια τυγχάνειν, ἐπεὶ καὶ ὁ τροχὸς εἰς ἑαυτὸν ἀνακυκλούμενος ἀστήρικτος ὑπάρχει. τὸν αὑτὸν τρόπον καὶ ψέγοντες καὶ μεγαλαυχοῦντες παλίνδρομον τὴν διάνοιαν κτησάμενοι καὶ ἀμετανόητον λογισμὸν τοῖς αὑτοῖς πάθεσι
περιπεσόντες ἐν ἱδρῶσι διάγουσι μὴ δυνάμενοι τυχεῖν, ὧν προτέρως μὲν καταφρονοῦντες ὑστέρου δὲ θελήσαντες ἐσφάλήσαν.
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.