Liber V.
Οὐεττίου Οὐάλεντος Ἀντιοχέως βιβλίον ε΄ κλειδίου τὸ ἑπόμενον τῷ τετάρτῳ.
α`. Περὶ αἰτιατικοῦ τόπου.
ἐξεθέμεθα, νυνὶ δὲ ἐν ταύτῃ καὶ ἑτέρους δυναστικοὺς τόπους ἐπιδιασαφήσομεν καὶ τὰς εἰς τὴν τῶν ἀστέρων διαίρεσιν ἁρμοζούσας κλεῖδας.
καὶ κινδύνων καὶ δεσμῶν παραίτιος. ἔστι μὲν οὖν καὶ οὗτος ὁ τόπος ἰσχυρός, λαμβανόμενος ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου (ἄλλοι τὰ ἴσα ἀπὸ Ἑρμοῦ). ὅπου δ᾿ ἂν ἐκπέσῃ, σκοπεῖν δεήσει μὴ κακοποιοῦ ζῴδιον ἢ κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν. οὕτως
γὰρ ἐπισφαλεῖς καὶ ἐπικίνδυνοι αἱ γενέσεις γίνονται καὶ καθαιρετικαί· ἑκάστου δὲ ἀστέρος καὶ ζῳδίου ἡ φύσις τὸ εἶδος ἐποίσει· οἱ δὲ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες ἧττον τὸ κακὸν ἢ διεκδρομὴν τῶν αἰτίων ἐποίσουσιν.
ἑξάγωνος εὑρεθῇ ἢ Ἥλιος ἢ Σελήνη Κρόνῳ ἢ Ἄρεῖ ζῳδιακῶς, ἐπίφοβος ἡ γένεσις καὶ καταιτιατικὴ ἐντὸς μοιρῶν ο΄ καὶ ἐν τοῖς ἀκούουσι ζῳδίοις, ἐξαιρέτως δὲ ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅταν τις αὐτῶν τὴν παράδοσιν πρὸς τὸ τοιοῦτον σχῆμα ποιήσηται. οἷον ἐὰν Ἥλιος Κρόνῳ Ἄρεῖ ἢ Σελήνη, πάλιν εἰ Κρόνος
ἢ Ἄρης Ἡλίῳ ἢ Σελήνῃ, κἂν μὴ ἀμφότεροι κατὰ τὸ αὐτὸ τύχωσιν, εἶς δὲ αὐτῶν ἑξάγωνος εὑρεθῇ, ὁ δὲ ἕτερος ἀπὸ τετραγώνου 1 ἢ τριγώνου ἢ διαμέτρου ἀπόστροφος τυχὼν παράδοσιν ἢ παράληψιν ποιήσηται πρὸς τὸ τοιοῦτον σχῆμα· τότε γὰρ ἐπιταραχθήσεται ἡ γένεσις καὶ ἐν ἀπολογίαις ἢ συνοχαῖς ἢ τηρήσεσι γενήσεται ἢ ὑπόπτους αἰτίας περὶ τοιούτων ἕξει καὶ δυσσυνείδητος
ἀναστρέψει· καὶ ἂν μὲν ἀγαθοποιὸς συμπροσῇ ὁποτέρῳ τούτων ἢ οἰκείως μαρτυρήσῃ, ἀπαλλαγὴν τῶν φόβων ἢ κινδύνων ἕξει ἢ μεταβολὴν ἐπὶ τὸ ἀγαθόν, πλὴν οὐκ ἀτάραχος διαμενεῖ, ἐὰν δὲ τὸ σχῆμα κεκακωμένον τύχῃ χωρὶς τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, καταδικασθήσεται ἢ ἐν δεσμοῖς γενήσεται ἢ συνοχῇ ἢ τηρήσει·
ἐὰν δέ πως ἡ ὑπόστασις μεγάλη εὑρεθῇ τοιούτου σχήματος ὄντος, καὶ κατὰ τὸν χρόνον ἐκεῖνον εὐλαβηθήσεται περὶ τοῦ ἀξιώματος καὶ τοῦ βίου καὶ κατηγορίας προδοσίας ὑπομενεῖ καὶ ἐξουσίᾳ ἢ βασιλεῖ ἀπολογήσεται, καὶ ἐὰν μὴ ὑπὲρ ἑαυτοῦ, ὑπὲρ ἑτέρου δέ, ἵνα τὸ τοῦ φόβου καὶ τὸ τῆς ἀγωνίας ἀποτελεσθῇ. οὕτως ὁ τόπος
δυναστικός.
τοιοῦτον σχῆμα ἔχῃ, δεήσει περὶ τὸν πατέρα ἢ τὴν μητέρα τὸν φόβον λέγειν ἢ περὶ τοὺς δεσπότας, ἐὰν ἦ δουλική. τινὲς μὲν οὖν καὶ ἔτι νήπιοι ὄντες ἐν συνοχαῖς ἢ εἱρκταῖς γίνονται καὶ ἐν τούτοις τοῖς τόποις τὰς ἀναστροφὰς ποιοῦνται. ἐὰν δέ πως κατ᾿ ἐκεῖνον τὸν χρόνον ἀγαθοποιὸς κατὰ τὸν τόπον ἐπεμβῇ ἢ μαρτυρήσῃ,
διέκπαυσις ἢ παρηγορία τοῦ κακοῦ γενήσεται· ἐὰν δὲ κακοποιός, χείρω· ἐὰν δὲ ἀγαθοποιὸς καὶ κακοποιός, ἀμφότερα. ἄλλως τε κἂν οἱ κακοποιοὶ διαμετροῦντες ἢ τετραγωνίζοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην εὑρεθῶσι, φόβους καὶ συνοχὰς ποιοῦσιν· ἐὰν δέ πως ἡ γένεσις βοηθουμένη εὑρεθῇ ἐκ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἢ
καὶ καθολικῆς ὑποστάσεως καὶ μὴ γένηται συνοχή, ἑτέρας τινὸς ἀφορμὴ συνοχῆς ἢ καταιτιασμοῦ γενήσεται, οἶον στρατείας τηρήσεως ἐγγυήσεως δανείων, τὸ συνδεθῆναι καταδίκαις ἐπάνω τῶν τοιούτων γενέσθαι ἤ, ὥσπερ εἴωθεν ἐπὶ πολλῶν συμβαίνειν, ἕνεκεν νόμου ἢ χρείας παρεδρεύειν τισὶ καὶ παρὰ προαίρεσιν πάσχειν καὶ μὴ
δύνασθαι πράσσειν τὰ καταθύμια, καὶ δοκεῖν συνέχεσθαι ὑπὸ 2 ἑτέρων ἐξουσίαν ὄντας καὶ κολαζομένους κατὰ συνείδησιν, ὡς καὶ ξενιτεύοντας ἢ πλέοντας κατέχεσθαί που ἢ νήσοις ἢ ἐρήμοις τόποις εἴτε καὶ ἐν ἱεροῖς τόποις ἢ ναοῖς παρεδρεύειν. ἔσθ᾿ ὅτε μὲν οὖν χρονικοῖς πάθεσι συνέχονται ἢ ἱεραῖς νόσοις θεοληψίαις μαγείαις σκιασμοῖς ῥιγοπυρέτοις καὶ τοῖς ὁμοίοις. εὐσυνέτως οὖν περὶ τούτων
τῶν τόπων τὴν διάκρισιν δεῖ ποιεῖσθαι, πότερον ἐπὶ δόξῇ ἢ δι᾿ ἀνάγκην καὶ ἑτέραν κακωτικὴν αἰτίαν ἡ κατοχὴ γενήσεται. Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ζεὺς Σκορπίῳ, Σελήνη Ἑρμῆς Ἀφροδίτη ὡροσκόπος Ζυγῷ, Κρόνος Λέοντι, Ἄρης Αἰγόκερῳ. ἀμφότεροι οἱ κακοποιοὶ ἑξάγωνοι Ἡλίῳ καὶ Σελήνῃ· εἰ μὲν
οὖν ἄνευ τῆς τῶν ἀγαθοποιῶν συμπαρουσίας τὰ φῶτα ἐτύγχανεν, ἦν λέγειν συνοχήν· νυνὶ δὲ τὸ σχῆμα εὐφαντασίωτον καὶ ἐπίδοξον γέγονεν. ὁ τοιοῦτος γὰρ στρατιώτης τυγχάνων ἐτῶν λε΄ ἐπὶ δεσμωτῶν καὶ φυλακῆς ἐπάγει καὶ ἐν τῇ εἱρκτῇ γυναικὸς ήράσθη, δι᾿ ἣν κατηγορίαν ἐπιτάραχον ἀναλαβὼν ἐξοδιασμὸν ποιησάμενος διέφυγε τὸν
κίνδυνον· ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ δοῦλον φυγόντα συλλαβὼν ἔδησεν.
β. Περὶ ἐνιαυτοῦ κλιμακτηρικοῦ καὶ ἐκλειπτικῶν τόπων καὶ καταρχῶν.
συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμακτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ
εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ
αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.
3 συνόδου ἢ πανσελήνου καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ὅπου δ᾿ ἂν ἐκπέσῃ, ἐκεῖ γενομένου Κρόνου ἢ ἐν τοῖς τετραγώνοις ἢ διαμέτροις ἔσται ὁ θάνατος ἢ ἐπισφαλὴς κλιμακτὴρ σωματικὸς ἢ πρακτικός· ὁμοίως δὲ καὶ ἐὰν ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν
τοῖς τούτων τετραγώνοις γενήσεται ὁ ἐνιαυτὸς κλιμακτηρικός. ἐὰν δέ πως Ἡλίου γενομένου κατὰ πάροδον ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τετραγώνοις κακοποιοῦ ἐπιθεωροῦντος τὸν Ἥλιον τότε κατακλιθῇ τις, ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἡ κατάκλισις. αἱ δ᾿ ἐπισημασίαι τῶν ἐπιτάσεων ἢ κινδύνων τότε
γενήσονται, τῆς Σελήνης κατὰ τοὺς αὐτοὺς τόπους τοῦ ἀναβιβάζοντος διαπορευομένης.
τινὰ κατὰ τὴν ἰδίαν βούλησιν πράσσειν· ἐγὼ δέ φημι τάχα καὶ δυνατὸν τοῖς ἐντυγχάνουσι ταύτῃ τῇ θεωρίᾳ θραῦσαι τὸ κακὸν μετρίως. τὸ γὰρ θεῖον βουληθὲν προγινώσκειν ἀνθρώπους τὰ μέλλοντα εἰς φῶς προήγαγε τὴν ἐπιστήμην, δι᾿ ἧς τὸ καθ᾿ αὑτὸν ἕκαστος προγινώσκων εὐθυμότερος μὲν πρὸς τὸ ἀγαθόν, γενναιότρος
δὲ πρὸς τὸ φαῦλον ἀποκαθίσταται. ἐπεὶ οὖν τινὰ μὲν φυλακτέα ἐκ τῆς τῶν ἀγαθοποιῶν ἀστέρων συμπαρουσίας ἢ μαρτυρίας προγινώσκεται, ὁμοίως δὲ καὶ ἀγαθοποιοῦ τι δυναμένου παρέχειν εἰ κακοποιὸς συνεμπέσῃ ἢ μαρτυρῆ, κωλυτὴς τοῦ ἀγαθοῦ γενήσεται· εἰ δὲ κακοποιοὶ ἢ ἀγαθοποιοὶ ἄνευ τῆς ἑτέρων μαρτυρίας
ἐπῶσιν ἢ συσχηματισθῶσι, βέβαιον καὶ τὸ ἀποτέλεσμα γενήσεται. κατὰ τοῦτο γοῦν οἱ μὲν μυσταγωγούμενοι τῇ θεωρίᾳ ταύτῃ προγινώσκειν θέλοντες ὠφεληθήσονται τὸ μὴ κεναῖς ἐλπίσι μοχθεῖν καὶ ὀδυνηρὰν ἐπάγρυπνον βάσανον ἀναλαμβάνειν καὶ τὸ μὴ ματαίως ἐρᾶν ἀδυνάτων ἢ πάλιν τὸ προθυμίαν τινὰ τῇ τοῦ
καιροῦ ἀγαθοποιίᾳ εἰσενεγκαμένους ἐπιτυχεῖν τῶν προσδοκωμένων. αἰφνίδιον γὰρ ἀγαθὸν πολλάκις ὡς κακὸν ἐλύπησε καὶ αἰφνίδιον κακὸν μὴ προγεγυμνακόσι τὴν ψυχὴν μεγίστην παρέσχε λύπην.
πότερον τροπικῷ ἢ στερεῷ ἢ δισώμῳ καὶ τίνος ἀστέρος, καὶ ἡ τοῦ ζῳδίου δύναμις θραυσθήσεται. εὑρίσκομεν οὖν πολλάκις 4 ἀστέρας δυναμένους παρασχεῖν τι κατὰ γένεσιν ἢ κατ᾿ ἐπέμβασιν ἐν τούτοις τοῖς τόποις καὶ μηδὲν ἀποτελοῦντας. ἐὰν δέ πως καὶ φάσιν τινὰ ποιήσωνται κατὰ τοῦ ἀναβιβάζοντος ἢ τοῦ καταβιβάζοντος, αἴτιοι κακῶν καθίστανται, μάλιστα ἐὰν καὶ ἀναποδίζοντες ἢ δύνοντες εὑρεθῶσι. πρὸς δὲ τὸ καταγόμενον ἔτος σκοπεῖν δεήσει
τὸν καιρικὸν ἀναβιβάζοντα, ἐν ποίῳ τόπῳ τῆς γενέσεως τὴν ἐπέμβασιν πεποίηται· ὁμοίως γὰρ τοῦ τε ζῳδίου καὶ τοῦ δεσπότου τὴν δύναμιν θραύσει· καὶ ἐὰν μάλιστα οἱ αὐτοὶ χρονοκράτορες εὑρεθῶσιν, οὐδὲν δύνανται παρέχειν, μέχρις οἷ τοῦ τόπου χωρισθῶσιν.
γ΄. Περὶ καταρχῶν.
καταφυτεύειν μὴ συνίστασθαι μήτε τὸ καθόλου τι πράττειν. οὔτε γὰρ βέβαιον κριθήσεται τὸ γενόμενον οὔτε εὐσυντέλεστον, εὐμετανόητον δὲ καὶ ἀτελὲς καὶ ἐπιζήμιον ἢ λυπηρὸν καὶ μὴ ἐπιμένον. ἐὰν δόξῃ τις ἐν αὐταῖς ταῖς ἡμέραις ἐκπλοκήν τινα πεποιηκέναι πράγματός τινος, ἀνασκευασθήσεται καὶ ἐπιτάραχον γενήσεται καὶ
ἐπιζήμιον εὐκαθαίρετον καὶ προσκοπτικόν· οὐδὲ γὰρ οἱ ἀγαθοποιοὶ παρατυγχάνοντες τούτοις τοῖς τόποις πλῆρες ἀγαθόν τι πράξουσιν. ὅθεν καὶ ἄνευ γενέσεως ἐάν τις τὰς καιρικὰς παρόδους τῆς Σελήνης πρὸς τὸν ἀναβιβάζοντα παραφυλάσσῃ, οὐ διαμαρτήσεται. ἐὰν δέ πως καὶ ἕτερόν τινα ἐναρξάμενον πράγματος εὕρῃς
τῆς Σελήνης φερομένης κατὰ τῶν ἐκλειπτικῶν τόπων, προλέγειν ἀτελὲς καὶ εὐμετανόητον καὶ ἐπιζήμιον. καὶ αὐτὸς μὲν οὖν τὰς τοιαύτας ἡμέρας φυλαττόμενος κατὰ τὸ δυνατὸν καὶ ποιούμενος τὰς καταρχὰς τῶν πράξεων ἢ τῶν φιλιῶν κατὰ τὴν τῶν καιρῶν χρονογραφίαν ἀμετανόητον ἡγούμην τὴν καταρχὴν καὶ εὐσυντέλεστον,
ἔσθ᾿ ὅτε δ᾿ ἐπλανήθην καὶ διὰ φίλου ἄκαιρον παρουσίαν ἢ σύστασιν ἢ μετὰ ἀνάγκης καταρξάμενός τινος ἐπιζήμιον καὶ ἐπίλυπον ἢ ὑπερθετικὴν ἔκβασιν κατελαβόμην. ὅθεν ἐπὶ πάσης καταρχῆς παρατηρητέον ἐπί τε τῆς τῶν στόλων ἀναγωγῆς καὶ 5 στρατοπεδαρχίας καὶ πολεμαρχίας καὶ προκοπῆς καὶ ἐξόδου καὶ πᾶν ὅτι ποτʼ οὖν ἐν βίῳ τελούμενον τυγχάνει· οὐδὲ μὴν τῷ θεῷ θύειν καὶ ἱερὰ καθιδρύειν χρήσιμον· οὔτε γὰρ εὐχαὶ συντελεσθήσονται οὔτε θεὸς θρησκευθήσεται, ἀλλ᾿ ὡς ἀργὸν καὶ ἄπρακτον διαφημισθήσεται
καὶ οἱ ὀμνύντες ἐπιορκήσουσι καὶ αἱ πίστεις οὐ συντελεσθήσονται οὔτε εἰς ἄχλους δωρεαὶ ἢ πολυτέλειαι κτισμάτων εὔφημοι ἢ ἐπίμονοι γενήσονται, ἐπίψογοι δὲ καὶ εὐκαθαίρετοι. οὐδὲ μὴν αἱ σωματικαὶ θεραπεῖαι εὐίατοι, ἐπίνοσοι δὲ καὶ δυσθεράπευτοι, καὶ μάλιστα τῶν κακοποιῶν μαρτυρούντων τοῖς τόποις ἡ τῆς Σελήνης μοιρικῶς
κατʼ αὐτῶν φερομένης· ἐν μὲν γὰρ τῳ αὐτῳ ζῳδίῳ οὖσα μεθʼ ὑπερθέσεως καὶ ἐμποδισμῶν τινῶν ἔσται ἀνυστική· πλὴν καὶ οὕτως ἀβεβαίους τὰς πράξεις ἀποτελεῖ.
δ΄. Περὶ κλιμακτηρικῶν ζῳδίων.
Καρκίνος Σκορπίος Ὑδροχόος. ἐν τούτοις οἱ ἐνιαυτοὶ γινόμενοι ἐπισφαλεῖς τυγχάνουσι· τοῦ δὲ Ἡλίου κατʼ αὐτούς γινομένου ἐν ταύταις ταῖς παραδόσεσι καὶ ὁ μὴν πρόδηλος ἔσται.
ε΄. Περὶ ἀντιγενέσεως εἰς τὸν περὶ ἐμπράκτων καὶ ἀπράκτων τόπον.
τὸν ὡροσκόπον οὕτως εὑρήσομεν. τοῦ Ἥλίου ἔτι ὄντος ἐν τῷ γενεθλιακῷ ζῳδίῳ σκοποῦμεν, πότε ὁ Ἥλιος καὶ ποίᾳ ὥρᾳ ἔλθῃ ἐπὶ τὴν ἀποκαταστατικὴν μοῖραν, ἥνπερ καὶ ἔσχεν ἀπὸ γενέσεως, καὶ ἐκείνην ἐροῦμεν ὡροσκοποῦσαν. ἐὰν δέ πως νυκτερινῆς οὔσης τῆς γενέσεως ἡμέρας ἡ ἀποκατάστασις εὑρεθῇ, τοὺς ἡμερινοὺς
οἰκοδεσπότας συγκρινοῦμεν καὶ τὸν κύριον τοῦ ὁρίου καὶ τοῦ ὡροσκόπου πρὸς τοὺς κατὰ γένεσιν ἀστέρας.
Ϛ΄. Περὶ μηνὸς χρηματιστικοῦ καὶ ἡμέρας ἀπὸ τοῦ πραροδικοῦ Ἡλίου ἐπὶ τὴν κατ᾿ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου.
ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν δεήσει τὸν κύριον τοῦ ζῳδίου, εἰ ἐν τοῖς χρηματίζουσι ζῳδίοις ὑπάρχει, τούς τε ἐπόντας μαρτυροῦντας ἤτοι ἀγαθοποιούς ἢ κακοποιούς συγκρίνειν τὰς δὲ ἡμέρας ἀπὸ τῆς παροδικῆς Σελήνης ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. οἱ δὲ τὸν κύριον τῶν συνοδικῶν
μοιρῶν μαθόντες ἢ τῶν πανσεληνιακῶν πρὸς ἐκεῖνον τὸν μῆνα λέγουσι. Καὶ τοῦτον δὲ τὸν μῆνα τινὲς ἐνεργῆ φέρουσι· ὁποῖον γὰρ ἂν ἡ Σελήνη ἢ ἐπὶ γενέσεως σχῆμα εὑρεθῇ ἔχουσα πρὸς τὸν Ἥλιον, τοιοῦτον καὶ ἐπὶ τῆς παρόδου κτησαμένη προδηλώσει τὸν μῆνα. οἶον Ἡλιος Λέοντι μοίρᾳ έ, Σελήνη Ζυγῷ μοίρᾳ κς΄· τὸ
διάστημα τὸ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην μοῖραι εἰσὶ πα΄· τοσαύτας ἡ Σελήνη ἀποδιαστήσασα τοῦ Ἡλίου καὶ τὸν μῆνα καὶ αὐτὸ σχῆμα ποιησαμένη ὁποῖον καὶ ἐπὶ γενέσεως ἐνδείξεται τὸν μῆνα.
κατʼ ἐκείνους γὰρ τοὺς τόπους γενόμενος ὁ Ἥλιος ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις τὸ ἀποτέλεσμα προμηνύει τὸ ἐν τῳ ἔτει ἢ ἐν ταῖς παραδόσεσι σημαινόμενον· ὁμοίως δὲ καὶ ὁ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Σελήνη ἐν τοῖς προειρημένοις τόποις κατʼ ἐπέμβασιν γενόμενοι ἐνδείξονται. ἐνεργέστερον
δὲ μᾶλλον ἐκεῖνον τὸν τόπον κρινοῦμεν πρὸς ἀποτέλεσμα, ἐν ᾧ ἂν οἱ προκείμενοι ἀστέρες ἐπεμβάντες φάσιν ποιήσωνται· τότε γὰρ καὶ τῶν πραγμάτων καινοποιΐαι ἢ ἐνέργειαι γενήσονται. ἐὰν δὲ ὁποῖόν τις ἔχων σχῆμα τύχῃ, οὕτω καὶ διεξέλθῃ τὸ ζῴδιον, οὐδεμία ἐναλλαγὴ οὐδὲ καινοποιία γενήσεται οὐδὲ προσδοκωμένου
ἀποτελέσματος συντέλεια. ὁ μέντοι Ἥλιος διαπορευόμενος τοὺς τόπους καὶ διεγείρων τῶν χρονοκρατόρων τὰς δυνάμεις ἐνεργέστερος καθίσταται.
ζ΄. Περὶ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου. ἀληθὴς αὕτη ἡ διαίρεσις τῶν ἡμερῶν.
καὶ τὰς ἀπὸ τῆς γενέσεως ἕως τῆς ζητουμένης ἡμέρας συναγαγόντες καὶ ταῖς προτέραις ἐπισυμμίξαντες ἐκκρούομεν δωδεκάδας, τὰς δὲ περιλειπομένας ἀπολύομεν ἀπὸ τοῦ ὡροσκόπου ἀνὰ μίαν ἑκάστῳ ζῳδίῳ διδόντες. ἔνιοι δὲ ἀπὸ τοῦ παρακόλλου Σελήνης εἰς ὃ ἂν ζῴδιον καταλήξῃ σκοποῦσι, πότερον χρηματιστικὸν ἢ ὡς
ἐναλλάξ. τῇ μὲν οὖν Σελήνῃ προσέχειν δεῖ καὶ τῇ ταύτης προσνεύσει, πῶς πρὸς τὸ ζῴδιον σχηματίζεται. ἐὰν γάρ πως τῇ ζητουμένῃ ἡμέρᾳ ἡ Σελήνη τῷ τῆς προσνεύσεως ζῳδίῳ μαρτυρήσῃ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις καλὴ καὶ ἐπίσημος καὶ ἐπωφελὴς ἡ ἡμέρα γενήσεται· ἐὰν δὲ εἰς τὸ αὐτὸ ζῴδιον καὶ ἡ ἡμέρα καὶ
ἡ πρόσνευσις τῆς Σελήνης εὑρεθῇ, κρεῖσσον· ἐὰν δὲ ἀπόστροφος ᾖ ἡ Σελήνη ἢ ἡ πρόσνευσις τῇ ἡμέρᾳ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις μέση καὶ οὐ πάνυ ἄπρακτος, ἐν δὲ τοῖς λοιποῖς λυπηρὰ καὶ ἐπιζήμιος ἢ ἐπικίνδυνος γενήσεται. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς ἡμέρας, πῶς σχηματίζεται καὶ ὑπὸ τίνων μαρτυρεῖται
καὶ πότερον ἐν τῳ αὐτῷ ζῳδίῳ ἢ χρηματιστικῷ ἢ ἀποστρόφῳ, τούς τε κατʼ ἐπέμβασιν ἀστέρας, πῶς πρὸς τὴν ἡμέραν ἢ τὸν κύριον κεῖνται· κατὰ γὰρ τὴν ἑκάστου ζῳδίου καὶ ἀστέρος φύσιν πρόδηλος ἡ ἡμέρα γενήσεται. ἐὰν δὲ καὶ ἐν ᾧ τις ζῳδίῳ τὴν ἡμέραν καταγάγῃ, αὐτῇ τῇ ἡμέρᾳ ἀστέρος ἐπέμβασις γένηται ἢ
ἐπιμαρτύρησις, χρηματιστικὴ ἀγαθοῦ ἢ κακοῦ κατὰ τοὺς ἐπόντας ἀστέρας. ὁμοίως δὲ καὶ περὶ ἃ σημαίνει ἀποτελέσματα ὁ ἐνιαυτός, περὶ ἐκεῖνα ἐνεργὴς ἡ ἡμέρα γενομένη κατὰ τοὺς τόπους τῶν παραδόσεων ἢ παραλήψεων καὶ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις.
γενόμενον.
η΄. Περὶ τῶν προσνεύσεων τῆς Σελήνης ἐν ταῖς νεομηνίαις ταῖς ἀπὶ Λέοντος καὶ τοῖς ἐξῆς ζῳδίοις.
προσνεύσει τῷ Καρκίνῳ· εἶτα ἐν Παρθένῳ προσνεύσει τοῖς Διδύμοις, εἶτ᾿ ἐν Ζυγῷ γενομένη προσνεύσει Ταύρῳ, εἶτα Σκορπίῳ γενομένη προσνεύσει Κρίῷ, εἶτ᾿ ἐν Τοξότῃ γενομένη προσνεύσει Αἰγόκερῳ. ὥστε τὴν α΄ διχομηνίαν, ἥτις ἐστί, πρώτη πανσέληνος ποιεῖ βλέπουσα πρὸς ἀπηλιώτην· εἶτα ἀπὸ τῆς δευτέρας
διχομηνίας ἀφαρπάξει βλέπουσα πρὸς λίβα· εἶτ᾿ ἐν Αίγόκερῳ ἀποκρούσασα προσνεύσει Τοξότῃ, εἶτ’ ἐν Ὑδροχόῳ γενομένη προσνεύσει Σκορπίῳ, εἶτ’ ἐν Ἰχθύσι γενομένη προσνεύσει Παρθένῳ, εἶτα ἐν Ταύρῳ προσνεύσει Λέοντι, εἶτα ἐν Διδύμοις γενομένη προσνεύσει Καρκίνῳ· γίνεται πρὸς ἀπηλιώτην ζῴδια Ϛ΄ καὶ πρὸς
λίβα ζῴδια Ϛ´ σύνοδος Λέοντι.
Ὑδροχόῳ προσνεύσει Αἰγόκερῳ, ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ ὲν Διδύμοις προσνέυσει Ταύρῳ, ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Κριῷ προσνεύσει Λέοντι. Παρθένου νεομηνίᾳ ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ
προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα ἐν Ἰχθύσι προσνεύσει Ὑδροχόῳ, ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις 9 προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει Ζυγῳ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. σύνοδος Ζυγῷ· ἀνατείλασα ἡ Σελήνη καὶ γενομένη ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Υδροχόῳ προσνεύσει
Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. δευτέρᾳ διχοτομίᾳ ἀποκρούσασα Κριοῦ προσνεύσει Ἰχθύσιν, ἐν Ταύρῳ προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. σύνοδος Σκορπίῳ γενομένη· ἀνατείλασα ἐν
Τοξότη προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Υδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Διδύμοις προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ταύρῳ προσνεύσει Κριῷ, ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Καρκίνῳ προσνεύσει Υδροχόῳ, ἐν Λέοντι προσνεύσει
Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. σύνοδος Τοξότῃ· Τοξότου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Υδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ καὶ Ταύρῳ προσνεύσει Διδύμοις. δευτέρᾳ διχομηνίᾳ
ἀποκρούσασα Διδύμων προσνεύσει Ταύρῳ, ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόῳ, ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. σύνοδος Αἰγόκερῳ γενομένη· ἀνατείλασα ἐν Ὑδροχόῳ προσνεύσει Σκορπίῳ, ἐν Ἰχθύσι προσνεύσει Ζυγῷ, ἐν Κριῷ
προσνεύσει Παρθένῳ, ἐν Ταύρῳ προσνεύσει Λέοντι, ἐν Διδύμοις προσνεύσει Καρκίνῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Καρκίνῳ προσνεύσει Διδύμοις, ἐν Λέοντι προσνεύσει Γαύρῳ, ἐν Παρθένῳ προσνεύσει Κριῷ, ἐν Ζυγῷ προσνεύσει χθύσιν, ἐν Σκορπίῳ προσνεύσει Υδροχόῳ, ἐν Τοξότῃ προσνεύσει Αἰγόκερῳ. Ὑδροχόου νεομηνίᾳ
ἀνατείλασα καὶ γενομένη ἐν Ἰχθύσι προσνεύσει Τοξότῃ, ἐν Κριῷ προσνεύσει Σκορπίῳ, ἐν Ταύρῳ προσνεύσει Ζυγῷ, ἐν Διδύμοις προσνεύσει Παρθένῳ, ἐν Καρκίνῳ προσνεύσει Λέοντι. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Λέοντι προσνεύσει Καρκίνῳ, ἐν Παρθένῳ προσνεύσει Διδύμοις, ἐν Ζυγῷ προσνεύσει Ταύρῳ, ἐν
Σκορπίῳ προσνεύσει Κριῷ, ἐν Τοξότη προσνεύσει Ἰχθύσιν, ἐν Αἰγόκερῳ προσνεύσει Ὑδροχόῳ. Ἰχθύων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Κριῷ προσνεύσει Αἰγόκερῳ, ἐν Ταύρῳ προσνεύσει Τοξότῃ, ἐν Διδύμοις προσνεύσει Σκορπίῳ, ἐν Καρκίνῳ προσνεύσει 10 Ζυγῷ, ἐν Λέοντι προσνεύσει Παρθένῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Παρθένῳ προσνεύσει Λέοντι, ἐν Ζυγῷ προσνεύσει Καρκίνῳ, ἐν Σκορπίῳ προσνεύσει Διδύμοις, ἐν Τοξότῃ προσνεύσει Ταύρῳ, ἐν Αἰγόκερῳ προσνεύσει Κριῷ, ἐν Ὑδροχόῳ προσνεύσει Ἰχθύσι. Κριοῦ νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Ταύρῳ
προσνεύσει Ὑδροχόῳ, ἐν Διδύμοις προσνεύσει Αἰγόκερῳ, ἐν Καρκίνῳ προσνεύσει Τοξότῃ, ἐν Λέοντι προσνεύσει Σκορπίῳ, ἐν Παρθένῳ προσνεύσει Ζυγῷ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Ζυγῷ προσνεύσει Παρθένῳ, ἐν Σκορπίῳ προσνεύσει Λέοντι, ἐν Τοξότῃ προσνεύσει Καρκίνῳ, ἐν Αἰγόκερῳ προσνεύσει Διδύμοις, ἐν Ὑδροχόῳ
προσνεύσει Ταύρῳ, ἐν Ἰχθύσι προσνεύσει Κριῷ. σύνοδος Ταύρῳ· Ταύρου νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Διδύμοις προσνεύσει Ἰχθύσιν, ἐν Κακρίνῳ προσνεύσει Ὑδροχόῳ, ἐν Λέοντι προσνεύσει Αἰγόκερῳ, ἐν Παρθένῳ προσνεύσει Τοξότῃ, ἐν Ζυγῷ προσνεύσει Σκορπίῳ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Σκορπίῳ
προσνεύσει Ζυγῷ, ἐν Τοξότῃ προσνεύσει Παρθένῳ, ἐν Αἰγόκερῳ προσνεύσει Λέοντι, ἐν Ὑδροχόῳ προσνεύσει Καρκίνῳ, ἐν Ἰχθύσι προσνεύσει Διδύμοις, ἐν Κριῷ προσνεύσει Ταύρῳ. Διδύμων νεομηνίᾳ ἀνατείλασα καὶ γενομένη ἐν Καρκίνῳ προσνεύσει Κριῷ, ἐν Λέοντι προσνεύσει Ἰχθύσιν, ἐν Παρθένῳ προσνεύσει Ὑδροχόω,
ἐν Ζυγῷ προσνεύσει Αἰγόκερῳ, ἐν Σκορπίῳ προσνεύσει Τοξότῃ. δευτέρᾳ διχομηνίᾳ ἀποκρούσασα ἐν Τοξότῃ προσνεύσει. Σκορπίῳ, ἐν Αἰγόκερῳ προσνεύσει Ζυγῷ, ἐν Ὑδροχόῳ προσνεύσει Παρθένῳ, ἐν Ἰχθύσι προσνεύσει Λέοντι, ἐν Κριῷ προσνεύσει Καρκίνῳ, ἐν Τούρῳ προσνεύσει Διδύμοις.
θ΄. Τίς ἡ αἰτία τοῦ μὴ τὰ αὐτὰ διὰ δωδεκαετίας
ἀποτελέσματα συμβαίνειν, ἀλλ᾿ ὁτὲ μὲν προσδοκωμένων ἀγαθῶν φαῦλα συνέβη ἢ τοὐναντίον φαύλων ἀγαθά, ἔσθ᾿ ὅτε δὲ καὶ εἰς κενὰ ζῴδια τῆς διαιρέσεως πιπτούσης μεγάλα ἀγαθὰ ἢ φαῦλα συνέβη.
τοὺς μέλλοντας χρόνους καὶ συγκρίνειν, πότερον ἀπὸ πρακτικῶν 11 εἰς ἀπράκτους καταντῶσιν ἢ ἀπὸ κακοποιῶν εἰς ἀγαθοποιούς. πολλάκις γὰρ ἐπίδικόν τις τὸν καιρὸν ἔχων ἢ ἐπίφοβον διὰ τὴν κακοποιῶν χρονογραφίαν κατεδικάσθη, ἐξ ὑστέρου δὲ μεταπαραλαμβανόντων τῶν ἀγαθοποιῶν καὶ τῆς καθολικῆς χρονογραφίας
ἐνδειξαμένης ἀκαθαίρετον τὴν γένεσιν ἀποκατάστασις τῆς τε δόξης καὶ τοῦ βίου ἐγένετο δι᾿ ἑτέρας ἀπολογίας καὶ εἰς μείζονα τύχην ἡ ὑπόστασις προεξῆκεν. ἐπὰν οὖν εἰς ἧτταν καθολικὴν φέρηται ἡ γένεσις καὶ οἱ χρόνοι συντρέχωθι, προκατασκευάζονται διάφοροι κατηγορίαι κρίσεις μειώσεις ἔχθραι, ἕως ἂν ἐκεῖνο τὸ
αῖτιον καταντήσῃ, ὅπερ ἔδει γενέσθαι. ὡσαύτως κἂν ἀγαθοῦ πρόφαθτς γένηται κατὰ τὴν τῶν χρόνων μετέλευσιν, προκατασκευάζονται φιλίαι, συστάσεις μειζόνων καὶ συμπάθειαι, κληρονομίαι, καταλείψεις, δωρεαί, ἔνθεν καὶ οἱ ἄδοξοι καὶ οἱ ἀσθενέστεροι κατὰ τὰς αἰτίας γενόμενοι νέοι καὶ φρόνιμοι καὶ ἐπέραστοι διαλαμβάνονται
διὰ τῶν τῆς εὐδαιμονίας ὅρων, οἱ δὲ πάνυ ἀνδρεῖοι καὶ πεπαιδευμένοι τῇ ἐξ ἀρχῆς καταβολῇ καταδικασθέντες σκληροὶ δειλοί τε καὶ ἄπρακτοι νομιζόμενοι ὑπὸ τῶν ἡττόνων καταδυναστεύονται καὶ τὰς ἀδοξίας γενναίως ὑπομένοντες τοῖς τῆς εἱμαρμένης νόμοις ὑπείκουσιν. εὑρίσκομεν δὲ καὶ ἐπὶ τῶν ἡγεμονικῶν
γενέσεων μηδέπω τὸν χρόνον τῆς ἀρχῆς πεπληρωκότας, κατὰ διαδοχὴν δὲ ἑτέρων τὰς μεταβάσεις ποιουμένους οὓς μὲν ἐπὶ τὸ ἐνδοξότερον καὶ ἐπωφελές, οὓς δὲ ἐπὶ τὸ ἐναντίον καὶ καθαιρετικὸν ἐπιβραδύνοντας· ὅθεν ἐνίοις ἐπʼ ἀγαθῷ καὶ σωτηρίᾳ τὰ κακὰ προσγίνεται, ἑτέροις δὲ τὰ δοκοῦντα ἀγαθὰ ἐξ ὑστέρου κακῶν
αἴτια καθίστανται.
φέρειν ἐῶσι τὰ νενομοθετημένα. καὶ ἡ μὲν αὐτῶν πρόδηλος πᾶσι διὰ τῆς τῶν ἀποτελεσμάτων ἐκβάσεως ἑαυτὴν ἀπελέγχουσα ὁτὲ μὲν ἀγαθὴν καὶ μακαρίαν, ὁτὲ δὲ σκυθρωπὴν καὶ ἀνήμερον· οὓς μὲν γὰρ ἀνίστησιν ἵνα καταβάλῃ, οὓς δὲ εἰς ταπεινὸν καταρρίπτει ἵνα λαμπρότερον ἀναστήσῃ· ἡ δὲ οὔτε σκυθρωπὴ οὔτε 12 φαιδρά, ἀλλὰ διὰ παντὸς ἀποκεκρυμμένη πανταχοῦ λεληθότως ἐπιβαίνει καὶ προσμειδιῶσα πᾶσιν οἷά τε κόλαξ πολλὰς αἱρέσεις ἀγαθῶν ἐπιδείκννσιν ὧν οὐκ ἔστι λαβέσθαι· πλανῶσα δὲ τοὺς πλείστους διακρατεῖ, οἱ δὲ καίπερ ἀδικούμενοι καὶ κατακόλουθοι γενόμενοι ταῖς ἡδοναῖς πάλιν ὐπ᾿ αὐτῆς ἀνθέλκονται, καὶ ἐλπίζοντες
ἃ θέλουσι πιστεύουσιν, ἐπιτυγχάνουσι δὲ ἃ μὴ προσδοκῶσιν. εἰ δέ ποτε καὶ βεβαίαν οἴησίν τινα παράαχῃ, καταλείπουσα πρὸς ἑτέρους πεπόρευται καὶ δοκεῖ παρὰ πᾶσιν εἶναι παῤ οὐδενὶ μένουσα. ὅθεν οἱ μὲν ἄπειροι τῆς προγνώσεως ἢ μηδ᾿ ὅλως ἐντυχεῖν βουλόμενοι ἄγονται καὶ λεηλατοῦνται ὑπὸ τῶν
προειρημένων θεῶν καὶ πᾶσαν τιμωρίαν ὑπομένοντες μεθ᾿ ἡδονῆς κολάζονται· καὶ οἱ μὲν τῶν προσδοκηθέντων ἀπὸ μέρους ἐπιτυγχάνοντες καὶ μείζονας πίστεις εἰσενεγκάμενοι βεβαίας καὶ καλὰς τὰς ἐκβάσεις περιμένουσιν, οὐκ εἰδότες τὸ εὐκαθαίρετον καὶ τὸ ἐπισφαλὲς τῶν ἀντιπτωμάτων, ἔνιοι δὲ οὐ πρὸς καιρὸν ἀλλὰ διὰ
παντὸς ταῖς γνώμαις καταδικασθέντες, ἔκδοτον δὲ τὴν ψυχὴν καὶ τὸ σῶμα ταῖς ἐπιθυμίαις παραδεδωκότες ἀτιμαζόμενοι καὶ ἀναισχυντοῦντες ἢ μηδ᾿ ὅλως ἐπιτυχεῖν δυνάμενοι παραμένουσιν ἀβεβαίῳ τύχῃ καὶ πλάνῳ ἐλπίδι ἐξυπηρετοῦντες. οἱ δὲ περὶ τὴν τῶν μελλόντων πρόγνωσιν καὶ τὴν ἀλήθειαν ἀσχοληθέντες ἀδουλαγώγητον
καὶ ἐλευθέραν τὴν ψυχὴν κτησάμενοι καταφρονοῦσι μὲν τῆς τύχης, οὐ προσκαρτεροῦσι δὲ ἐλπίδι, τὸν δὲ θάνατον οὐ φοβοῦνται, ἀταράχως δὲ διάγουσι, προγεγυμνακότες τὴν ψυχὴν θαρσαλέαν, καὶ οὔτε μὴν ἐπὶ τοῖς ἀγαθοῖς ἀγάλλονται οὔτε ἐπὶ τοῖς φαύλοις ταπεινοῦνται, ἀρκοῦνται δὲ τοῖς παροῦσι. ἀδυνάτων δὲ
μὴ ἐρῶντες ἐγκρατῶς φέρουσι τὰ νενομοθετημένα καὶ πάσης ἡδονῆς ἢ κολακείας ἀλλοτριωθέντες στρατιῶται τῆς εἱμαρμένης καθίστανται. ἀδύνατον γάρ τινα εὐχαῖς ἢ θυσίαις ἐπινικῆσαι τὴν ἐξ ἀρχῆς καταβολὴν καὶ κατασκευάσαι ἑαυτῷ πρὸς τὸ θέλειν ἑτέραν· τὰ γὰρ δεδομένα καὶ μὴ εὐχομένων ἡμῶν γενήσεται, τὰ δὲ μὴ
πεπρωμένα οὐδὲ εὐχομένων συμβήσεται. καθάπερ οὖν οἱ ἐν τῇ σκηνῇ ὑποκριταὶ ταῖς τῶν ποιητῶν γραφαῖς ὑπαλλάσσοντες καὶ 13 τὰ πρόσωπα ὑποκρίνονται κοσμίως ὁτὲ μὲν βασιλεῖς ὁτὲ λῃστὰς ὁτὲ ἀγρότας δημότας τε καὶ θεούς, τὸν αὐτὸν τρόπον καὶ ἡμᾶς χρὴ τοῖς τῆς εἱμαρμένης περιτεθειμένοις προσώποις ὑποκρίνασθαι καὶ ἐξομοιοῦσθαι ταῖς τῶν καιρῶν τύχαις οὐ συγγινώσκοντας.
ἐὰν δέ τις μὴ θέλῃ, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσεται. κἂν μέν τις προσέχῃ ταῖς ὑπʼ ἐμοῦ συντεταγμέναις παραγγελίαις καὶ καθολικαῖς χρονογραφίαις, πάντα κατὰ τρόπον εὑρήσει· ἐὰν δὲ κατοπτεύσῃ μέρη τινά, τὰς δὲ αἰτίας ἢ τὰς λοιπὰς ἐπιλύσεις μή ἐπιγνῷ, ἔπαινον ὁμοῦ καὶ ψόγον καταψηφιεῖται·
ἐὰν δὲ μηδʼ ὅλως ἐντύχῃ ὑπακούσειν, ἐλεγχθήσεται ὁ τοιοῦτος ἀμαθὴς καὶ ἀκόλαστος ὑπὸ τῶν φιλοκάλων καὶ ἐγκρατεστέρων ἀνδρῶν.
ἀνθρώπων διανοίας ὁμοίας ἢ πράξεις ἔχουσι. Ταῦτα δὲ πρὸς τοὺς τολμῶντας κατὰ τοῦ ἔργου λέγειν προεθέμεθα καὶ πρὸς τοὺς ἀστροδώρητον φύσιν κεκτημένους καὶ φιλομαθεῖς. ὅθεν ἡ μὲν ὑπόστασις τοῦ μαθήματος ἱερὰ καὶ σεβάσμιος ὡς ὑπὸ θεοῦ παραδεδομένη τοῖς ἀνθρώποις, ὅπως καὶ αὐτοὶ μέρος ἀθανασίας διὰ
τῆς προγνώσεως ἔχωσι· περὶ δὲ τοὺς ἐντυγχάνοντας ἡ διάκρισις ἐλέγχεται ἤτοι ἀληθὴς ἢ ἀνυπόστατος ἢ δυσκατάληπτος. ὅνπερ μὲν οὖν τρόπον οὐσίαν μίαν πολυτελοῦς οἴνου ἀπὸ ἑνὸς χωρίου κεραμικὰ ἀγγεῖα δεξάμενα μετὰ χρόνον ἃ μὲν ἀπέδωκε τὴν παρακαταθήκην τοῖς πεπιστευκόσι πλήρη τε καὶ εὐάρεστον μεθʼ ἡδονῆς
τε καὶ τέρψεως, ἃ δὲ μειώσαντα τοῦ μέτρου τὸν ὄγκον καὶ 14 μὴ εὐτονοῦντα διαβαστάζειν ὑπερεκζέσαν τὸ ἀνθηρότατον καὶ οὔτε μὴν τῆς ἡδονῆς μετέβαλεν οὔτε ήρνήσατο τὴν γεῦσιν τῆς οὐσίας, ἀλλ᾿ ἐν ἀμφοτέροις διεψεύσατο, ἕτερα δὲ μήτε χρόνον ὑπομείναντα μήτε τὴν φύσιν φυλάξαντα εὐθέως μετετράπη (ὡς καὶ ἐπὶ τῶν ἑτέρων φυτῶν τὸ ὅμοιον ἔστι συνιδεῖν· ἀπὸ γὰρ ἑνὸς
δένδρου ὁ μὲν καρπὸς ἡδύς τε καὶ πέπειρος τρυγᾶται, ἄλλος δὲ σκληρός τε καὶ κατηγριωμένος, ἕτερος δὲ πικρὸς καὶ σεσηπὼς ἢ βλαβερὸς τοῖς χρωμένοις), τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἐντυγχανόντων διάνοιαι· ὁ μὲν γὰρ μετὰ προθυμίας καὶ ἐπιμονῆς τὰς μαθήσεις ποιησάμενος μέχρι τέλους τὴν ἡδονὴν ἐκτήσατο, οἱ δὲ
ἀφύσικοι καὶ ἀμαθεῖς ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι καὶ μὴ ἐγχρονίσαντες διὰ τὸ ἀκαρτέρητον μηδὲ νομίμοις ὑφηγηταῖς ἐσχολακότες ἔλεγχον μὲν καθ᾿ ἑαυτῶν ἀπαιδευσίας εἰσηνέγκαντο, ψόγον δὲ κατὰ τῶν συνταγματογράφων.
γένναν κατέλθωμεν καὶ σκοπήσωμεν. ἀπὸ δύο φύσεων, ἀπὸ τοῦ αὐτοῦ πατρός τε καὶ μητρὸς τῆς αὐτῆς, παῖδες πολλοὶ γεννῶνται, ἀλλ᾿ οὐχ ὁμοίαν τὴν φύσιν τῇ σπορᾷ ἢ τῇ πρὸς ἑαυτοὺς συμπαθείᾳ κέκτηνται, ἀνομοίᾳ δὲ τύχῃ διὰ τῆς καταβολῆς φερόμενοι οἱ μὲν κοσμίως καὶ εὐγενῶς ἀχθέντες τὸ γένος δοξάζουσι καὶ
μακάριοι καθίστανται καὶ διὰ τῆς ἰδίας φιλοκαλίας ἔργα τε καὶ ναοὺς κατασκευάζουσι καὶ ὄχλοις ἀρεστοὶ γίνονται καὶ τέκνων γονὰς καὶ εἰκόνας προλείψαντες περιόντες μὲν δοξάζονται, θανόντες δὲ αἰωνίας φήμης καταξιοῦνται. οἱ δὲ οὐ μόνον τοῖς γονεῦσι καὶ οἰκείοις ἔχθιστοι γενόμενοι διὰ κακότροπον ἦθος, ἀλλὰ καὶ
τοῖς μὴ προσήκουσι πολλοὺς ἀπέτρεψαν παιδοποιῆσαι· οἱ δὲ παρὰ τῆς φύσεως καὶ θεοῦ διωχθέντες δικαίαν τιμωρίαν ὑπέμειναν καὶ πρὸς αἴσχιστον ἢ βίαιον κατήντησαν τέλος. ὅπερ καὶ τοὺς κατὰ τοῦ μαθήματος οἶμαι πείσεσθαι.
φυσικὰς καὶ ἀναγκαστικὰς διαιρέσεις ὑποτάξωμεν. ἔσθ᾿ ὅτε γὰρ διὰ τῆς προκειμένης δωδεκαετίας εἰς κενοὺς τόπους δυνεμπεσούσης τῆς παραδόσεως ἐξαίρετα συμβαίνει γίνεσθαι ἢ πάλιν ἀγαθοποιῶν μόνων δοκούντων ἔχειν τὸν χρόνον σἴτια κακῶν συνεπιγίνεται.
Ἀφροδίτης ἐπὶ Ἑρμῆν καὶ Ἥλιον δύο· τὰ οὖν δύο καὶ τὰ δ΄ καὶ τὰ Ϛ΄ καὶ τὰ η΄ καὶ ι΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως ἐπὶ Σελήνην γ΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Ἄρεα γ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἀφροδίτην γ΄ τὰ οὖν γ΄ καὶ Ϛ΄ καὶ θ΄ καὶ ιβ΄ καὶ ιε΄ πρὸς αὐτούς. εἶτα διεκβάλλομεν ἀπὸ Κρόνου ἐπὶ Δία δ΄ καὶ ἀπὸ Διὸς ἐπὶ
Ἀφροδίτην δ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ Ἑρμῆν δ΄ τὰ οὖν δ΄ καὶ η΄ καὶ ιβ΄ καὶ ιϚ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἄρεως καὶ ὡροσκόπου ἐπὶ Ἀφροδίτην ε΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἥλιον καὶ Ἑρμῆ νε΄ καὶ ἀπὸ Κρόνου ἐπὶ Σελήνην ε΄ ἄρα οὖν τὰ ε΄ καὶ τὰ ι΄ καὶ τὰ ιε΄ καὶ τὰ κ΄ πρὸς αὐτούς. εἶτα πάλιν ἀπὸ Ἄρεως καὶ ὡροσκόπου
πρὸς Ἥλιον καὶ Ἑρμῆν Ϛ΄ καὶ ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Κρόνον Ϛ΄· ἄρα οὖν τὰ Ϛ΄ καὶ τὰ ιβ΄ καὶ τὰ τη΄ καὶ τὰ κδ΄ καὶ τὰ λ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἀφροδίτην ζ΄ καὶ τὰ οὖν ζ΄ καὶ τὰ ιδ΄ καὶ τὰ κα΄ καὶ τὰ κη΄ καὶ τὰ λε΄ πρὸς αὐτούς. ὁμοίως δὲ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον η΄, εἶτα ἀπὸ Κρόνου ἐπὶ Ἥλιον
καὶ Ἑρμῆν η΄ καὶ ἀπὸ Ἑρμοῦ καὶ Ἡλίου ἐπὶ Ἄρεα καὶ ὡροσκόπον η΄· τὰ οὖν η΄ καὶ τὰ ιϚ΄ καὶ τὰ κδ΄ καὶ τὰ λβ΄ καὶ μ΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Δία θ΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον θ΄ καὶ ἀπό Σελήνης ἐπὶ Κρόνον θ΄· τὰ οὖν θ΄ καὶ τη΄ καὶ κζ΄ καὶ λϚ΄ καὶ με΄ πρὸς αὐτούς. εἶτα ἀπὸ
Ἡλίου καὶ Ἑρμοῦ ἐπὶ Σελήνην ι΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Δία ι΄ καὶ ἀπὸ Διὸς ἐπὶ Κρόνον τὰ οὖν ι΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄ καὶ ν΄ πρὸς αὐτούς. εἶτα ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην ια΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ια΄ καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ Κρόνον ια΄· τὰ οὖν ια΄ καὶ κβ΄ καὶ λγ΄ καὶ μδ΄ καὶ νε΄ πρὸς
αὐτούς. εἶτα ἀπὸ Ἡλίου καὶ Ἑρμοῦ πρὸς Ἀφροδίτην ιβ΄ καὶ ἀπὸ Σελήνης ἐπὶ Δία ιβ΄ καὶ ἀπὸ Διὸς ἐπὶ Ἄρεα καὶ ὡροσκόπον ιβ΄· τὰ οὖν ιβ΄ καὶ κδ΄ καὶ λϚ΄ καὶ μή καὶ ξ΄ πρὸς αὐτούς. καὶ μέχρις οὗ τις βούληται τὸν ἀριθμόν ἐπιπροσθεὶς εὑρήσει.
τὴν φύσιν τῆς ὀργανοθεσίας· ἐπὶ δὲ πολλῶν φυσικώτερος δοκεῖ καὶ κυριώτερος ὁ διὰ τῆς δωδεκαετίας, ὃς ἐν δευτέρῳ μέρει κείσεται. δεῖ οὖν πρότερον ἐκείνῳ προσέχειν καὶ ἀπολύειν τὰς δωδεκάδας 16 καὶ τὸν ἐπίλοιπον ζητεῖν· καὶ ἐὰν μὲν εὑρεθῇ ἔχων παράδοσιν, ἐκείνῳ μᾶλλον χρῆσθαι· εἰ δὲ μὴ εὑρεθῇ, ἐξ ἀνάγκης ἐπὶ τοῦτον κατελευσόμεθα ἢ ἐπὶ τὸν ὑποκείμενον. οἷον ἐὰν ζητῶμεν ἔτος κ΄, ἀφελόντες τὰ ιβ΄ τὰ λοιπὰ η΄ ζητοῦμεν, εἰ ἔχει παράδοσιν. ἐὰν οὖν μὴ εὑρεθῇ, τὰς ἀπὸ δ΄ διαστάσεις ζητοῦμεν καὶ
τοῖς λοιποῖς ὡς η΄ χρησόμεθα (ἐνεργεστέρα γὰρ ἡ παράδοσις) ἢ πάλιν τὰς διὰ δύο· οἱ γὰρ συνέχοντες ἀριθμοὶ τὴν η΄ εἰσὶ β΄ καὶ δ΄ δὶς γὰρ δ΄ ἐστὶν η΄ καὶ πάλιν τετράκις β΄ η΄. καὶ οὕτως γὰρ ἐνεργεῖς ἔσονται αἱ παραδόσεις. εἶτα τὰ κα΄ καὶ τὰ ιθ΄ παρὰ διάμετρον δηλοῖ· ἐάν τε γὰρ ἀφέλωμεν τὰς ιβ΄ ἀπὸ τῶν ιθ΄, περιλείπονται
ζ΄, ἐάν τε γ΄ ζ΄ ποιήσωμεν, γίνεται κα΄. ἐπὶ δὲ τῶν κζ΄, ἐνεργήσει καὶ ἡ διὰ γ΄ καὶ θ΄ καὶ ζ΄. τὰ κδ΄ ἐὰν εὑρεθῇ ἔχοντα παράδοσιν, χρήσομαι, ἐπεὶ τὰ διὰ γ΄ τὰ ιγ΄ καὶ τὰ κε΄ καὶ τὰ λζ΄. εἰς τὸ αὐτὸ ζῴδιον καταλήγει. ἐὰν οὖν εὑρεθῇ ἀστὴρ ἐπικείμενος ἑαυτῷ, καὶ τῷ ζῳδίῳ παραδεδωκὼς ἔσται· ἐὰν δὲ τούτου ἐπικειμένου
ἕτεροι ἀστέρες ἐν τῷ ἑξῆς ζῳδίῳ τύχωσιν, ἐκείνοις μᾶλλον παραδώσει. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως τῶν ιγ΄ καὶ κε΄ ἐνιαυτῶν Ἄρης Διὶ παραδίδωσι καὶ Ζεὺς Σελήνη· ἐὰν δὲ τῷ ἑξῆς μηδεὶς εὑρεθῇ, ἑαυτοῖς ἔσονται παραδεδωκότες τὸν ἐνιαυτόν. ἐπεὶ δὲ ἕκαστος ἀριθμὸς κατὰ τὴν ἰδίαν ἁρμονίαν δοκεῖ φυσικὸς ὑπάρχειν,
πρὸς τὰς ἀφαιρέσεις τῶν κύκλων ἐξαιρέτως χρησόμεθα πρῶτον μὲν τοῖς διὰ ιβ΄ διὰ τὰ ιβ΄ ζῴδια, εἶτα τοῖς διὰ ζ΄ διὰ τοὺς ζ΄ ἀστέρας. ἐάνπερ οὖν τῶν ιβ΄ παράδοσις μὴ εὑρεθῇ, ἵνα ἐξ ἀνάγκης ἐκ τούτων γένηται (ἔδοξε δὲ καὶ τοῦτον τὸν λόγον φυσικώτερον ὑπάρχοντα προσυποτάξαι), μοιρικῶς κατὰ συνάντησιν
καὶ ἀκτινοβολίαν ἀπὸ πάντων τῶν ἀστέρων τὰς ἀφέσεις ποιεῖσθαι καὶ συγκρίνειν τὴν ἑκάστου ἀστέρος πρὸς ἑκάτερον ἀποτελεσματογραφίαν. εἰ γὰρ ὡροσκόπος ἀφέτης κριθεὶς ἢ ὁ Ἥλιος ἢ ἡ Σελήνη καὶ τὴν φορὰν ποιούμενοι κατὰ τὴν τῶν χρόνων μετέλευσιν ἐπὶ τὰς τῶν ἀγαθοποιῶν κακοποιῶν ἀκτινοβολίας ἢ μοίρας
παραγενόμενοι αἴτιοι ἢ ἀγαθῶν ἢ φαύλων καθίστανται, ὁτὲ δὴ καὶ τὸ τέλος ἐπάγουσι, πῶς οὐχὶ μᾶλλον καὶ ἡ τῶν λοιπῶν ἀστέρων δύναμις εὐτονήσει πρὸς ἄφεσιν καὶ ἀκτινοβολίαν; ἢ μόνοις τοῖς τρισὶ τὴν κυρίαν τῆς ἀφέσεως προσνέμομεν, τοὺς δὲ λοιποὺς διὰ παντὸς στηρίζοντας καὶ πεπηγότας καθάπερ σημείων χάριν
ἐσομένους παρίεμεν; πᾶς δὲ ἀστὴρ κατὰ τὴν ἰδίαν φορὰν 17 τοῦ ἀνέμου κινούμενος ἀποτελεστικὸς ἀγαθοῦ τε καὶ κακοῦ γενήσεται.
προφάσεως μήθ᾿ ἑτέρας ἀγωγῆς ἐνδειξαμένης ἐνέργειαν μεγάλα αἴτια ἀγαθῶν καὶ ἀπροσδόκητα ἐγένετο, ὁτὲ δὲ κινδυνώδεις καὶ θανατηφόροι περιστάσεις ἐπηκολούθησαν· ἅπερ ἐκ τῆς τῶν ἀστέρων ἀφέσεως κατελαβόμην. γενόμενοι γὰρ οἱ κακοποιοὶ κατὰ μοιρικὴν κίνησιν ἐπὶ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν
Σελήνην τὸ τέλος ἐπήνεγκαν, ἐπὶ δὲ τὸ μεσουράνημα ἢ τοὺς ἐπικαίρους τόπους ἀπραξίας καὶ αἰτίας ἐπιταράχους ἢ κινδυνώδεις· ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ δόξας καὶ προρανείας καὶ ὠφελείας, ἐάν πως καὶ ἡ ἄφεσις τῆς ὑποστάσεως περὶ τὸν Ἥλιον ἢ τὴν Σελήνην ἢ τὸν ὡροσκόπον εὑρεθῇ καὶ περὶ τὸν οἰκοδεσπότην.
περὶ μέντοι τὰς λοιπὰς τῶν πραγμάτων ἀφορμὰς καὶ περὶ τὸν βίον γενομένας αἱρέσεις χρὴ ταῖς λοιπαῖς τῶν ἀστέρων ἀφέσεσι καὶ μαρτυρίαις καὶ ἀκτινοβολίαις προσέχειν. πῶς γὰρ οὐχὶ Κρόνος καὶ Ἄρης κατὰ μοιρικὴν ἄφεσιν κατὰ τὸν ὡροσκόπον ἢ τὸν Ἥλιον ἢ τὴν Σελήνην γενόμενοι ὑποστάσεως ἐτῶν οὔσης ἀσθένειαν
κατασκευάσουσι καὶ αἰφνιδίως κλιμακτῆρας ἢ πατρὸς ἢ μητρὸς θάνατον ἢ μειζόνων ἔχθρας ἢ δόξης καθαίρεσιν ἢ φόθους ἐπισφαλεῖς καὶ τὰ λοιπά, ὅσα ἡ φύσις αὐτῶν παραδεικνύει; ἐπὶ δὲ τόπων καὶ μοιρῶν Ἀρροδίτης γυναικὸς ἢ θηλυκῶν προσώπων θανάτους ἔχθρας καὶ ταραχὰς καὶ σκυλμοὺς βιωτικοὺς ψόγους
τε καὶ ἔπαισχρα πάθη· ἐπὶ δὲ τῶν τοῦ Ἑρμοῦ κρίσεις καὶ ἐπηρείας γραπτῶν χάριν ἢ ἀργυρικῶν μυστικῶν πραγμάτων, ἢ ἀδελφῶν ἢ συγγενῶν ἢ σωμάτων θανάτους· ἐπὶ δὲ τῶν τοῦ Διὸς δόξας, κληρονομίας, περικτήσεις, παιδοποιίας, προκοπάς, συστάσεις μειζόνων. ὁμοίως δὲ καὶ ἕκαστος ἀστὴρ κατὰ τὴν ἰδίαν
δύναμιν καὶ τοὺς ἐπικειμένους ἢ ἀκτινοβολοῦντας ἐνεργήσει· καὶ ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις ἢ ἐπικέντροις βεβαιότεροι καὶ εὐτονὼτεροι πρὸς τὸ ἀποτέλεσμα γενήσονται, ἐν δὲ τοῖς ἀποκλίμασιν ἣττονες. ἐὰν μέντοι ἀναποδιστικὸς ἀστὴρ εὑρεθῇ, οὐ κατὰ τὸ ἑξῆς τὴν ἄφεσιν ποιησόμεθα, ἀλλὰ ἀνωφερῶς· καὶ σκοπήσαντες
ἕως ποίας μοίρας ἀναποδίζει, ἐκείνην συγκρινοῦμεν τίνα δύναται ἀκτινοβολῆσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον. ἐὰν γάρ πως ἀπόστροφος κατὰ τὸ παρὸν οὗτινος ἀστέρος ἢ κέντρου τύχῃ, κατὰ 18 δὲ τὴν τοῦ ἀναποδισμοῦ χρονογραφίαν ἀπὸ ἑτέρου ζῳδίου εἰς ἕτερον ζῴδιον γενόμενος ἀκτινοβολήσῃ, ἐνεργήσει πρὸς τὸ ἀγαθὸν ἢ φαῦλον.
καὶ χρονογραφίαι ἐκ τούτων τῶν ἀφέσεων διακρατοῦνται. ὅθεν οἱ πλείους μὴ ἐπιστάμενοι, ὅτι διὰ πολλῶν αἱρέσεων τὰ πράγματα συντελεῖται, ἀνύπαρκτον ἢ ἀσυντέλεστον ἢ δυσκατάληπτον τὴν ἐπιστήμην ὑπολαμβάνουσι, μιᾷ δυνάμει ἀγωγῆς διὰ παντὸς ἐσχολακότες· οἱ δὲ μετὰ πάσης ἀκριβείας πολλὰς αἱρέσεις
δυνάμεως εἰσενεγκάμενοι καὶ νέᾳ ἀγωγῇ φυσικῇ χρηθάμενοι κατὰ τὴν ἐπιβάλλουσαν τῆς γενέσεμως αἵρεσιν εὐκατάληπτον τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἐκτήσαντο. καθάπερ οὖν εἴς τινας πόλεις, ἐξαιρέτως δὲ εἰς βασιλίδα χώραν ἀλλοεθνεῖς ἄνδρες κατερχόμενοι ἄλλοτε ἄλλως οὐ διὰ μιᾶς ὁδοῦ τὴν ἄφιξιν ποιοῦνται,
ἀλλʼ οἱ μὲν πεζικῶς ἐρήμους τόπους καὶ σκληρὰς ὁδοὺς διερχόμενοι καὶ ἐπιφόβοις κινδύνοις περιπίπτοντες παραγίνονται ἀπὸ περάτων, οἱ δὲ εὐχερῶς καὶ ἀκινδύνως λεωφόροις ὁδοῖς χρησάμενοι, οἱ δὲ θαλασσίαις ζάλαις καὶ ἀνέμων ῥιπαῖς πολλάκις εἰκονιζόμενοι τὸν θάνατον τὴν προαίρεσιν πληροφοροῦσι καὶ οὐδεμία
τις αὐτῶν φιλονεικία οὐδὲ ἔπαθλον τῆς συντόμου ἢ σκληρᾶς εἰσελεύσεως πρόκειται, ἀλλʼ ἕκαστος κατὰ τὴν τῶν τότε χρόνων ἐνέργειαν ἤτοι ὠφελείας καὶ δόξης ἢ καὶ τῶν κατὰ προαίρεσιν τυγχάνει ἢ καὶ ἄλλως αἰτίαις περιπεσὼν ἢ καθαιρεθεὶς προσαπώλεσε καὶ τὸ ζῆν, ἕτεροι δʼ ἔμειναν ἐπʼ ὀλέθρῳ, τινὲς δʼ ἐπὶ
ἀπροσδοκήτῳ εὐεργεσίᾳ καίπερ ταχίστην τὴν ἔξοδον προθυμηθέντες, τὸν αὐτὸν τρόπον δεῖ ποικίλως καὶ ἡμᾶς προσέχειν τῇ μαθήσει καὶ ὥσπερ ἂν εἰ διὰ πολλῶν ὁδῶν διευθύνοντας ἐπὶ τὸ ἀποτέλεσμα κατελθεῖν· πολλὰ γὰρ καὶ μυρία τὰ συμβαίνοντα τοῖς ἀνθρώποις, ἅπερ οὐ διὰ μιᾶς ἀγωγῆς οὔτε ἑνὸς ἀστέρος συνίσταται,
ἀλλὰ διὰ πολλῶν. ἐπεὶ δὲ καθʼ ἑκάστην γένεσιν ιβ΄ τόποι σημαίνονται, ἐκ δὲ τούτων καὶ τῆς τῶν ἀστέρων φύσεως πλεῖστοι ἐφευρίσκονται, παρατηρητέον τὰς κεντροθεσίας καὶ τὰς τῶν τόπων ἐναλλαγάς· πολλάκις γὰρ εἰς ἓν ζῴδιον δύο τόποι συνεμπίπτουσιν ἢ καὶ σχῆμα κεντρικὸν ἀποκλίματος τρόπον ἐνδείκνυται· τοῦτο δὲ
συμβαίνει περὶ τὰς τοῦ ὡροσκόπου αἰτίας.
ἐπ᾿ αὐτοῦ εὑρέθη ἐπὶ τὸν ὡροσκόπον χρηματίζουσα καὶ ἡ ἀπὸ τοῦ ὡροσκόπου ἐπʼ αὐτὸν ἡ διὰ θ΄ καὶ ι΄ παράδοσις χρηματίζει. ὁμοίως δὲ καὶ τὸ διάμετρον τοῦ Υδροχόου τουτέστιν ὁ Λέων, ὅπερ ὑπόγειον κέντρον, ἐφέξει τόν τε περὶ θεμελίων κτημάτων καὶ γονέων λόγον καὶ τὸν περὶ θεοῦ καὶ ἀδελφῶν καὶ ξένης, καὶ ἡ διὰ
γ΄ καὶ δ΄ παράδοσις ἀπὸ ὡροσκόπου ἐπ᾿ αὐτὸν εὐτονήσει καὶ ἀπ᾿ αὐτοῦ δὲ ἐπὶ τὸν ὡροσκόπον ἡ διὰ ι΄ καὶ ια΄. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων καὶ πολυαναφόρων τὸ ὅμοιον λυέσθω, ἐπὰν ἐν τῷ ἑξαγώνῳ συμπέσῃ τὸ μεσουράνημα· ὅθεν ἐὰν μοιρικῶς τοὺς τόπους ἐξετάσωμεν καὶ τὰς ἀποδιαστάσεις τῶν ἀστέρων, οὐ
πταίσομεν. οἷον Ἄρης ὡροσκόπος Παρθένῳ, Σελήνη Σκορπίῳ ὑπόγειος, τὸ μεσουράνημα Ταύρῳ· ζητεῖν δεῖ λδ΄ ἔτος. ὑφαιρουμένων δυοδεκάδων δύο ὑπολείπονται ι΄· ἴσχυσεν ἡ παράδοσις ἡ ἀπὸ Σελήνης ἐπὶ Ἄρεα διὰ τὸ κέντρον καὶ ἀπὸ ὡροσκόπου καὶ Ἄρεως ἐπὶ τὸν Ταῦρον τουτέστι τὸ μεσουράνημα. ἔπραξε γὰρ
τῷ χρόνῳ ἐπὶ ξένης καὶ φιλίας μειζόνων ἔσχε καὶ διὰ θηλυκὸν πρόσωπον ἐκινδύνευσεν ἀπολέσθαι τομαῖς τε καὶ αἱμαγμοῖς περιέπεσε· καὶ ἄλλαι δὲ παραδόσεις ἐχρημάτισαν τῷ χρόνῳ τούτῳ, πλὴν τὰ αἴτια οὐκ ἐδήλουν. οὕτως οὖν πολλάκις μὴ ὑποπτευομένου τοῦ χρόνου αἴτια κακῶν συνίσταται ἢ- πάλιν μὴ προσδοκωμένου
μεγάλαι δόξαι καὶ ὠφέλειαι παρακολουθοῦσιν.
ι΄. Τῶν προκειμένων ἀγωγῶν ὑπόδειγμα.
Αἰγόκερῳ, Ἄρης Λέοντι. ἐν τῷ κ΄ ἔτει παράδοσις Διὸς Αἰγόκερῳ Ἄρει Λέοντι ἡ διὰ η΄ παραδέδωκεν οὖν Ζεὺς Ἄρει ἀπὸ τοῦ γ΄ 20 εἰς τὸ ι΄ ζῴδιον τουτέστι τὸ μεσουράνημα. ἀξίωσις γέγονε πρὸς βασιλέως περὶ δόξης καὶ οὐκ ἔτυχε· χαλεπὸς γὰρ Ζεὺς Ἄρει παραδιδούς. ἰσχύει δὲ καὶ ἡ διὰ δ΄ διαίρεσις τουτέστιν ἀπὸ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην καὶ ὡροσκόπον καὶ Ἑρμῆν καὶ Ἀφροδίτην· ἐνόσησεν οὖν ἐν τῷ κ΄ ἔτει καὶ ἀπὸ τετραπόδου πεσὼν ἐσύρη,
ὡς παρά τι καὶ τὰς ὄψεις ἀφανίσαι· γέγονε δὲ καὶ πρὸς θηλυκὸν πρόσωπον ψόγος καὶ ἐπίθεσις καὶ ζημία, ὥστε ἕκαστος τῶν ἀστέρων τὸ ἴδιον ἀπετέλεσε παρὰ κακοποιῶν παραλαβών. τῷ δὲ κγ΄ ἔτει Ζεὺς ἀπὸ βασιλικοῦ τόπου (ὁ γὰρ τρίτος καὶ ὁ ἔνατος ἀπὸ ὡροσκόπου τόπος θεὸν καὶ βασιλέα δηλοῖ) παραδιδοὺς τοῖς
φωσὶ καὶ Ἀφροδίτη καὶ ὡροσκόπῳ καὶ Ἑρμῇ διὰ δωρεάς παρέσχεν ἐξουσιαστικὸν συνέδριον. οὐδὲν οὖν δυνατὸν ἄνθρωπον πράσσειν φιλίας βασιλέων καὶ μειζόνων κεκτημένον ἀντιπρασσόντων τῶν χρόνων.
Ζεὺς Ἄρης Ὑδροχόῳ, Ἀφροδίτη Διδύμοις, ὡροσκόπος Παρθένῳ. ἐν τῷ μβ΄ ἔτει ἐκληρονόμησε θηλυκὸν πρόσωπον· ἦν γὰρ διὰ Ϛ΄ παράδοσις ἀπὸ Σελήνης καὶ Ἑρμοῦ ὄντων ἐν τῷ θανατικῷ τόπῳ Κρίῷ εἰς τὴν Παρθένον οἶκον Ἑρμοῦ καὶ ἀπὸ ὑψωματικοῦ ζῳδίου εἰς ὑψωτικόν. τῷ δὲ με΄ ἔτει ἀρχὴν ἐπίσημον ἔσχε δημοσίων
χάριν πραγμάτων· Ἀφροδίτη γὰρ ἀπὸ μεσουρανήματος παρέδωκεν Ἄρει δηλοῦντι τὸ ταραχῶδες τῷ τε Διὶ τὸ τῆς δόξης. ἦν δὲ καὶ ἡ ἀπὸ ὡροσκόπου ἄφεσις ἐπὶ τὸν Ἥλιον, ὅθεν καὶ βασιλεῖ γνωστὸς ἐγένετο κατʼ ἐκεῖνον τὸν χρόνον. ἐν δὲ τῷ αὐτῷ ἔτει καὶ παλλακίδας ήλευθέρωσε διὰ τὸ εἰς τὸν περὶ δούλων τόπον Δία
ὄντα παρειληφέναι ἀπὸ Ἀφροδίτης. τῷ μς΄ ἔτει πράγματα ἔσχε καὶ ἀνασκευασμοὺς τηκτῶν πραγμάτων καὶ διὰ θηλυκῶν προσώπων ταραχὰς καὶ παλλακίδων δυοῖν θάνατον· ἦν γὰρ ἡ παράδοσις ἀπὸ Ἀφροδίτης ἐπὶ Κρόνον ἐν τῷ γαμοστολικῷ καὶ ἀπὸ Ἡλίου ἐπὶ Ἄρεα καὶ Δία. τῶν μὲν οὖν ταραχῶν ἐπαύσατο.
τῶ περὶ τέκνων τόπῳ.
πατέρα ἦκει. Ζεὺς γάρ Ἥλίῳ τὴν παράδοσιν ἐποιήσατο δηλοῦντι πατέρα καὶ ἡ ἀπὸ Ἄρεος ὄντος τῷ θανατικῷ τόπῳ πρὸς Ἀφροδίτην παράδοσις τοῦ θανάτου αἴτιον.
τῷ κδ΄ ἔτει ἀπὸ νεκρικῶν ὠφελήθη καὶ φί ἔλων· τῷ κς΄ ἔτει γάμος καὶ ὠφέλεια γυναικός. τῷ κθ΄ ἔτει διὰ θάνατον ἀλλοτρίου δούλου καὶ πρόφασιν φαρμάκου πράγματα καὶ ταραχάς ἔσχηκεν· Κρόνος γὰρ Ἡλἰῳ Ἄρει Ἀφροδίτη ἐν τῷ περὶ δούλων τόπῳ οὗσι τὴν παράδοσιν ἐποιήσατο· ἔτυχε δὲ βοηθείας διὰ μειζόνων φιλίας
ἀρρενικῶν τε καὶ θηλυκῶν. τῳ λα΄ ἔτει ἐξενίτευσε καὶ ἐπὶ τῆς ξένης ἡδέως μὲν καὶ ἐπωφελῶς κατʼ ἀρχάς διῆξεν, ὑστέρου δὲ φθείρας παιδίσκην ζηλοτυπίας καὶ ταραχάς ἔσχεν· ἦν γὰρ ἡ παράδοσις ἀφʼ Ἡλίου καὶ Ἀφροδίτης καὶ Ἄρεος ὄντων τῷ περὶ δούλων τόπῳ ἐπὶ Σελήνην καὶ ἀπὸ ὡροσκόπου ἐπὶ Δία τὸν γαμοστόλον.
τῷ δὲ λγ΄ ἔτει κατεδικάσθη ὡς δοῦλον ἀπὸ νήσου ἐκβαλών, πλὴν τῇ καταδίκη φιλανθρωπίας μετέσχε διὰ τὴν ἀπὸ Ἑρμοῦ πρὸς Δία παράδοσιν. ἡ μέντοι συνοχὴ πρόδηλος ἐγένετο ἐκ τῆς σεληνιακῆς ἑξαγώνου στάσεως πρὸς Κρόνον, καθώς τοῖς πρότερον ἐδηλώσαμεν, ὁ δὲ χρόνος ἀπὸ Ἄρεος καὶ Ἡλίου εἰς τὸν
αἰτιατικὸν τόπον γενόμενος, τουτέστι πρὸς Κρόνον, τὴν καταδίκην παρέσχε. τῷ δὲ με΄ ἔτει διὰ σπουδῆς μειζόνων προσώπων ὡς ἐπισινὴς ἀπελύθη· ἦν γάρ καὶ ἡ παράδοσις τοῦ τε πρώτου χρόνου καὶ τούτου συγκεκραμένη ἐξ ἀγαθοποιῶν καὶ κακοποιῶν. ἄλλως τε καὶ οἱ κακοποιοὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαιρετικοὶ
καὶ ἀμαυρότεροι γεγόνασι καὶ εἰς ἀσθενεστέρους τόπους πεπράκασιν.
καταλήψονται ἤ τῶν μελλόντων.
τέκνων διδύμων γέννα ἄχρηστος, δὲ τῷ αὐτῷ καὶ ἀρχιερωσύνη τῷ νά ἀρχὴ ἐπίσημος τῷ νβ΄ ἔτει τέκνου θάνατος.
φίλων ἔχθρας.
παρʼ αὐτῆς τὸν ἐνιαυτὸν καὶ Κρόνῳ παραδεδωκὼς. αὗται οὖν αἰ ἀντιπαραδόσεις χαλεπαὶ καὶ ἐπιτάραχοι· ἴσχυσε δὲ Ζεὺς σύν τῇ Σελήνη τυχών καὶ παραλαβών ἀπὸ Ἥλίου καὶ Ἀφροδίτης αὐτὸ ἔτος ὄντων τῳ περὶ ιλίας τόπῳ· ὁ αὐτὸς οὖν τῳ περὶ ξένης τόπῳ τυχών ἐπετέλεσε ξενιτείαν ἑκούσιον μέν, ἐπίφοβον
δέ, καὶ ίλων βοηθείας καὶ συστάσεις.
καὶ κατηγορία περὶ γένους ὡς ἀδόξου καὶ περὶ βίας· πλὴν ἀπὸ φίλων ἔτυχε βοηθείας καὶ δωρεᾶς. ἐταράχθη δὲ καὶ εἰς τὸν περὶ 23 γραπτῶν λόγον καὶ ζημίας καὶ ἐπιθέσεως ἐπειράθη καὶ ψευδοκατηγορίας καὶ ἐπὶ δόλοις ἐλυπήθη καὶ σωματικῶς ὠχληθη. ἑκάστη οὖν παράδοσις ἴδιον ἀποτελεῖ, ὁμοίως δὲ καὶ ἕκαστος τόπος.
βοήθειαν καὶ ῤχλων δέησιν ἀπολυθεὶς ἐνδοξότερος ἐγένετο. ἦν μὲν γάρ ἡ παράδοσις τοῦ ἔτους ἀπὸ Κρόνου καὶ Σελήνης ἐπὶ Ἄρεα καὶ τὸν αἰτιατικὸν τόπον, καὶ ἀπὸ Διὸς καὶ ἀπὸ Ἡλίου ὄντων τῳ περὶ ἐξουσίας τόπῳ ἐπὶ Κρόνον καὶ Σελήνην ὄντας ἐν τῳ μεσουρανήματι καὶ πρακτικῷ τόπῳ ἁλίως τε καὶ κατὰ
τὴν διὰ ή διὰ δʼ αἵρεσιν σημαίνει ἀπὸ Κρόνου καὶ Σελήνης ἐπὶ Ἀφροδίτην καὶ ὡροσκοπον, ἵνα γένηται ἡ στάσις καὶ φι λονεικία καὶ ἀντιζηλία διὰ τὴν πρᾶξιν, καὶ ἀπὸ Ἑρμοῦ δ΄ ἐπὶ Ἄρεα καὶ τὸν αἰτιατικὸν τόπον. πάντες οὖν οἱ ἀστέρες τῷ κ έ ν ἔτει ἐχρημάτισαν· εὐλαβήθη ἡ γένεσις περὶ καθαιρέσεως δόξης καὶ περὶ
καταδίκης καὶ πνευματικοῦ κινδύνου. Ἀφροδίτης δὲ εὑρεθείσης τῳ ὡροσκόπῳ καὶ τῷ αἰτιατικῷ καὶ Διὸς σὺν Ἡλίῳ εὐφαντασίωτον τὴν ἀπόλυσιν ἔσχε καὶ περὶ τὴν πρᾶξιν εὐημέρησεν ἦν γάρ καὶ ὁ κλῆρος τῆς τύχης Κριῷ, τοῦ δὲ ὑψώματος κατὰ τὴν γένεσιν κύριος ὁ Ἡλιος εὑρέθη μεσουρανῶν κατὰ τὸν κλῆρον καὶ
Ἄρης κατὰ τὸν δαίμονα. ὑστέρου τῷ λβ΄ ἔτει τιμῆς καὶ δόξης καὶ βίου καθαιρεθεὶς ἀτίμως διῆξε διὰ ἀποκλίσει τετευχέναι τὸν κλῆρον καὶ Κρόνον παρʼ αἵρεσιν μεσουρανοῦντα ἐναντιωθῆναι τῷ περιποιητικῷ τόπῳ Υδροχόῳ ἰδίῳ οἴκῳ. ὅθεν καὶ ἐαυτῷ παραίτιος τῆς καθαιρέσεως ἐγένετο, ὑβριστὴς καὶ ἀλαζὼν
γενόμενος. καὶ γάρ ὁ κύριος τοῦ δαίμονος καὶ τοῦ διανοητικοῦ τόπου Ερμῆς ἑαυτῷ ἠναντιώθη, τουτέστι τοῖς Διδύμοις.
μὲν οὖν καὶ ή παράδοσις ἀπὸ ὡροσκόπου εἰς τὸν θανατικὸν τόπον ἐχρημάτισε δὲ μᾶλλον καὶ ὴ διὰ δʼ ἀπὸ Κρόνου καὶ Ἄρεος ἐπὶ Ἥλιον καὶ Σελήνην, οἳ ἐτύγχανον τῷ θανατικῷ 24 τόπῳ δηλοῦντες πατέρα καὶ μητέρα. καὶ αὐτὸς μέντοι τῇ ταραχῇ γενόμενος διέφυγε τὸν κίνδυνον, ἵνα καὶ ἡ xΔιὸς παράδοσις ὲν τῷ αὐτῷ ἰσχύσῃ.
ια Περὶ ἀ φἐσεως.
Ἀρηματίσουσιν, ἐνεργεστέρα δὲ ἐκείνη ἡ ἄφεσις κριθήσεται. ἡμέρας μὲν ἀπὸ Ἡλίου, νυκτὸς δὲ ἀπὸ Σελήνης, μάλιστα ἐὰν ἐπίκεντροι τύχωσι. ἔπειτα ἡ ἀπὸ ὡροσκόπου· κἀν μὲν ἔλθῃ ὁ ἀπὸ ὡροσκόπου ἢ ὁ ἀπὸ Σελήνης ἤ ὁ ἀπὸ Ἡλίου δεδομένος ἐνιαυτὸς εἰς τινα τῶν κατά γένεσιν ἀστέρων, χρῆσθαι τοῖς ἀποτελέσμασιν
εἰ δʼ οὖν καὶ τῶν κατὰ πάροδον ἀστέρων τις ἐπεμβῇ τῳ τόπῳ ἐκείνῳ, ἔσται παραδεδωκώς τὸν χρόνον. εἰ δὲ κενὸν τύχη ζῴδιον, εἰς ὃ κατέληξεν ὁ ἀριθμός, ἀπὸ τοῦ κυρίου τοῦ ζῳδίου τοῦ κατά γένεσιν τὸν αὐτὸν καὶ ἀποδιδόναι καὶ σκοπεῖν ὁμοίως, ἐπὶ τίνα λήγει τῶν κατὰ γένεσιν ἥ κατά πάροδον, καὶ πάντων τάς
ἐκβάσεις προλέγειν τῶν τε τόπων καὶ τῶν ἀστέρων κάν μὲν ἀπὸ ἀστέρος ἐπὶ ἀστέρα καταλήξῃ ὁ ἀριθμός, χρῆσθαι τοῖς ἀποτελέσμασι τῶν ἀστέρων εἰ δὲ εἰς κενά, τοῖς τῶν τόπων κυρίοις.
Ἄρεως αὐτὸ πλῆθος τῶν ἐτῶν δοθὲν ἔλθῃ πρὸς Κρόνον, ἔσται ἐπικίνδυνον καὶ ἐπιτάραχον ἔτος, καὶ ὅσα ἐὰν ἡ παράδοσις καὶ οἱ τόποι σημαίνωσι. δʼ ὅμοιον καὶ ἀπὸ Ἡλίου καὶ ἀπὸ ὡροσκόπου διδόμενον ἔτος καὶ ἀπὸ τῶν κλήρων, ἑκάστου ἴδιον ἀποτελοῦντος κατὰ τὴν παράδοσιν ἢ παράληψιν. ἐὰν δέ
πως ἐπὶ τοῦ ἔτους δύο ἐνεργήσωσιν, ἐξαιρέτως δὲ ἡ ἀπὸ τῶν κέντρων, εἶτα ἡ ἀπὸ τῶν ἀναφορῶν, ἐξῆς ἡ ἀπὸ τῶν ἀποκλιμάτων. καὶ οἱ μὲν ἀγαθοποιοὶ ἀπὸ τῶν κέντρων καὶ ὑψωμάτων ἤ χρηματιστικῶν τόπων παραδιδόντες ἤ παραλαμβάνοντες μεγάλων ἀγαθῶν καὶ δόξης αἴτιοι καθίστανται, ἀπὸ δὲ τῶν ἐπαναφορῶν
μέσοι, ἀπὸ δὲ τῶν ἀποκλιμάτων ἀσθενέστεροι. διάμετροι θὲ ἥσσονες καὶ ἐπιτάραχοι. ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ ἐπίκεντροι μὲν κάκιστοι, ἐπὶ δὲ τῶν ἐπαναφ ορῶν μέσοι καὶ ὑστέρου τάς αἰτίας ἐπάγοντες, δὲ τοῖς ἀποκλίμασιν ἥσσονες τῇ κακίᾳ γενήσονται· διάμετροι δὲ ἐναντιωμάτων καὶ κινδύνων εἰσὶ
25 δηλωτικοί. ὅταν δὲ οἶ κακοποιοὶ καθυπερτεροῦντες παρά τῶν καθυπερτερουμένων λαμβάνωσι τούς χρόνους, χείρονα τὰ κακὰ ἀπεργάζονται, κἀν ἀγαθοποιούς δὲ διαμετρῶσι καὶ παρʼ αὐτῶν λαμβάνωσι. τριγωνίζοντες δὲ συμφανέστερα τὰ ἀποτελέσματα
ποιοῦσι καὶ ἠπιώτερα ἐνεργέστεροι δὲ κριθήσονται οἱ παραλαμβάνοντες ἤ οἱ παραδιδόντες. Κάλλιον μὲν οὖν τὸν ἀγαθοποιὸν ἀγαθοποιῷ παραδιδόναι ἤ κακοποιὸν ἀγαθοποιῷ, χείριστον δὲ τὸν κακοποιὸν κακοποιῷ. ἐὰν δέ πως ἡ ἄφ εσις εἰς κενὸν κατὰ παρὸν ἔλθῃ ζῴδιον, ὑστέρου δὲ τῷ τόπῳ ἀστὴρ ἐπεμβῇ.
ἔσται ἐκεῖνος παρειληφώς τὸν χρόνον. εὐτονώτερος δὲ κριθήσεται πρὸς ἀποτέλεσμα ἤτοι ἀγαθοποιὸς ἢ κακοποιός, ἐὰν φάσιν τῷ αὐτῷ ζῳδίῳ ποιήσηται· ἐὰν δὲ παροδεύῃ, ἀιόνος· ἐὰν δέ πως ἡ ἄφεσις εἰς κενὸν τόπον συνεκπέσῃ, ἡ τῷ α’ ἔτει ἐπικρατεῖ, ἕως ἑτέρα συνδράμῃ. αἱ μὲν οὖν δύσεις καὶ οἱ ἀναποδισμοὶ
τῶν ἀστέρων ἄτονοι γενήσονται, δὲ ἀνατολαὶ καὶ στηῥιγμοὶ εὔτονοι, θυγκρινομένων τῶν ἀποτελεσμάτων πολυμερῶς. πρὸς τὴν ὑπδστασιν οὖν τῆς γενέσεως πλουσίοις μεσοβίοις ἀσχοληματικοῖς πένησιν ἐργαστηριακοῖς. βεβαιότερα δὲ τὰ ἀποτελέσματα κριθήσεται εἰς τε τά πρακτικὰ καὶ τούς κλιμακτηρικούς
λόγους, ἐπὰν οἱ αὐτοὶ ἀστέρες τὸν αὐτὸν σχηματισμὸν ἐπέχμωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως. τούτου γάρ καὶ ὁ θειότατος Κρι ιτόδημ ος μέμνηται. ὑποδείξομεν δὲ διʼ ὀργάνου καὶ διʼ ἀγωγῆς ροκείμενος καἐξῆς σχῆμα.
καὶ Ἄρης Ερμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρόνος καὶ Ζεὺς καὶ Ἀρροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Αρης Ἑἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ θέμα
ἔτος λά· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτηρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ 26 τοῦ τρίτου στίχου τῆς τριάδος· οἱ γὰρ προκείμενοι δύο, ἧ τε μονὰς καὶ ἡ δυάς, ἀχρημάτιστοι διὰ τὴν μονάδα χρηματίζειν μέχρι ιβ΄, τὴν δὲ δυάδα μέχρι κδ΄ , τὴν δὲ τριάδα μέχρι καὶ λϚ΄ . καὶ ἐξῆς ὁμοίως. θεωρεῖται δὲ οὕτως· ἐπεὶ λα΄ ἔτος πίπτει εἰς τὴν ια΄ τῆς τριάδος, κεκλήρωται δὲ Κρόνος καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐπὶ
γενέσεως τὴν τριάδα, ἐπιζήτει τοὺς ἐπὶ καιροῦ παροδεύοντας, μήποτε τὴν ια΄ παραδῶσιν ἑτέρῳ ἤ καὶ ἀλλήλοις. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως ἐπὶ τοῦ καιροῦ ἦσαν οἱ ἀστέρες Ἥλιος Ζεὺς Ἑρμῆς Διδύμοις. Κρόνος Παρθένῳ. Ἄρης Ἀφροδίτη Ταύρῳ. Σελήνη Ἰχθύσιν, οἱ δὲ κληρωσάμενοι ἀστέρες τὴν ια΄ ἦσαν Ζεὺς καὶ
Κρόνος καὶ Ἀρροδίτη. εὑρίσκομεν δὲ Σελήνην ἀποκαθισταμένην τῇ Ἀφροδίτη, Δία δὲ οὐδενί· εὐθέως μεταβαίνω ἐπὶ τὸν τέταρτον· εὑρίσκω τὰ λβ΄ ἐν τῇ ὀγδοάδι· οὐδεὶς τῶν κυριευσάντων τῆς τετράδος κλιμακτηρίζει. μεταβαίνω ἐπὶ τὴν πεντάδα· χρηματίζει δὲ τῆς πεντάδος ἡ Σελήνη καὶ Κρόνος καὶ εὑρίσκονται οὖτοι ἀλλήλοις
ἀποκαθιστανόμενοι. ἔρχομαι ἐπὶ τὴν ἑξάδα· οὐδεὶς διὰ τῶν διέστηκεν. μεταβαίνω ἐπὶ τὸν στίχον τῆς ἑβδομάδος· εὑρίσκεται δὲ τῆς πεντάδος ὁ χρόνος ἀγόμενος· κοινὴ δὲ πάντων ἀστέρων ὡς εἴρηται ἡ ἑβδομὰς εὑρέθη· Ἄρης καὶ Ἀσροδίτη Κρόνῳ. ἔρχομαι δὲ ἐπὶ τὸν τῆς ὀγδοάδος· Ἀρροδίτη διὰ δʼ οὐκ ἀποκαθίσταται
οὐδενί. ἑξῆς ἐπὶ τὸν τῆς ἐννεάδος κλιμακτῆρα. κυριεύσουσι δὲ τῆς ἐννεάδος Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Ἀφροδίτη· ἔστι δὲ τούτῳ τῷ στίχῳ τὰ λς΄ ἐπὶ τῆς τετραετηρίδος εὑρέθησαν Ἥλιος Ζεὺς Ἑρμῆς ἀποκαθιστάμενοι Κρόνῳ. πάλιν μεταβαίνω ἐπὶ τὴν δεκάδα· κυριεύσουσι δὲ τῆς δεκάδος Ἥλιος Ἄρης
Ἑρμῆς Ζεὺς ὡροσκόπος· ἐν δὲ τῷ στίχῳ τούτῳ δ΄. διὸ καὶ εὑρίσκονται παραδιδόντες Ἡλίῳ Ἑρμῇ Διὶ Κρόνῳ.
ιβ΄. Ἄλλως περὶ κλιμακτήρων, καθὼς Κριτόδημος ἀπὸ Σελήνης τὴν ἄφεσιν ποιεῖται.
Παρθένῳ δὲ οὐδείς· δὲ τῷ θ΄ ἐστὶν Αφροδίτη. εἰ δὲ ἦν τις καὶ Παρθένῳ, συναπεκαθίστατο ἂν διὰ καὶ Αίγόκερῳ ῖ. ἐπεὶ δὲ καὶ τρὶς ὁμοίως ιη΄ καὶ καὶ ἑξάκις. ἀλλʼ οὔτε Ζυγῷ τῷ τρίτῳ ἐστι τις ἀστὴρ οὔτε Αἰγόκερῳ τῷ ἕκτῳ. πάλιν τὰ κ΄ σύνθετος. τετράκις γάρ ε΄ γίνεται κʼ καὶ τά πεντάκις δ΄
ὀμοίως. Ἄρης Σκορπίῳ τρηματίζει, τῷ ε΄ Τοξότῃ οὐδείς. τὰ δὲ κα΄ ἔχει τρὶς ξ΄ Ζυγῷ οὐδεὶς, Υδροχόῳ Ηλιος· πρὸς Ήλιον οὖν. τὰ δὲ κδ΄ ἔχει τετράκις Σκορπίῳ πάλιν Ἄρης, Αίγόκερῳ δὲ οὐδείς. τὰ δὲ κε ἔχει τετράγωνον ἀπλοῦν ἀριθμόν· ἀλλʼ οὐδεὶς Τοξότῃ. τὰ δὲ κζ΄ συνέστηκεν ἐκ τῆς τρὶς θʼ· διὰ
τριῶν ἐστιν οὐδείς, μόνη δὲ ἡ Αφροδίτη διὰ θ΄. κη΄ διὰ πρὸς Ἄρεα καὶ διὰ ζ΄ πρὸς Ηλιον. ὁ μʼ ἔχει μὲν δ΄ καὶ ί καὶ έ καὶ η΄ . συμφωνεῖ δὲ πρὸς Ἄρεα διὰ τῶν δ΄ , πρὸς Ἑρμῆν διὰ τῶν η΄. ὁ μδ΄ πρὸς Ἄρεα καὶ Δία. συναποκατασταθήσονται δὲ καὶ πλείονες ἐσθʼ ὅτε· οἶον ἐπὶ τοῦ μ΄ ὥσπερ τῷ δ΄ ἐστὶν
Ἄρης καὶ τῷ η΄ Ἑρμῆς· εἰ ἦν τις καὶ τῷ ί καὶ τῳ έ . συναπεκαθίστατο ἄν αύτοῖς.
Κρόνου . τὰ δὲ ε’ Ἀρροδίτης, τὰ δὲ ζ΄ Ἄρεως, τὰ δὲ η΄ Ἑρμοῦ, τὰ δὲ θ΄ Διός, τὰ τγ΄ Σελήνης, τὰ ιη΄ Ἡλίου. ἐὰν οὖν ἅμα συνεμπίπτῃ οὖτός τε ὁ ἀριθμὸς καὶ ἡ διάστασις εἰς τὸν αὐτὸν ἀστέρα, γίνεται χρηματίζων χρηματιστικῷ ἐὰν θὲ ὁ ἐνιαυτὸς μὴ συνεμπίπτῃ εἰς τινα τοῦ διαστήματος ἐπʼ αὐτὸν φέροντος,
ἀχρημάτιστος ἀχρηματίστῳ. καὶ ἐὰν μέν τις διάστασις χρηματίζουσα δὲ τοῖς μεταξὺ ἔτεσι μὴ εὑρεθῇ, τῇ πρώτη χρηστέον, ἕως ἑτέρα εὑρεθῇ. Οῖον ἐπὶ τοῦ προκειμένου θέματος ὁ κη΄ πρὸς Ἄρεα Ηλιον· ὁ κθ΄ οὐκ ἔχει διάστασιν· ὁ λ΄ ἔχει μὲν γ΄ καὶ καὶ Ϛ' καὶ καὶ α’ καὶ ταῦτα τὰ ζῴδια· ὁ δὲ λα΄ πάλιν οὐχ
ἁρμόζει τινὶ διαστήματι. ταῦτα τὰ ἔτη ἐπικρατήσει ὅ τε Ἄρης 28 καὶ Ἥλιος οἱ τῳ κη ἔτει χρηματίσαντες ἓως λβ΄ ὧν συναποκαθιστῶσι Ἄρης διὰ δ΄ καὶ Ερμῆς διὰ η΄ .
ὑγρῶν σπασμόν· γʼ Κρόνου κλιμακτὴρ ἐπισφαλής· ε’ Φωσφόρου, ἀσθενήσει. Κρόνου δεύτερος· ζ΄ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σιδήρου τομαῖς. η΄ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θ΄ Διὸς πρῶτος, Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται
καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ι΄ Ἀφροδίτης δεύτερος· ἀσθενήσει ἐκ πληθώρας. ιβ΄ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ διʼ ὑγρῶν. τγ΄ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδ΄ Ἄρεως δεύτερος ἐπικίνδυνος δύσκολος. ιέ Κρόνου πέμπτος, Ἀφροδίτης
τρίτος, ἀνετικός. ιϚ΄ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολέρας ἢ ἀρτηρίας καὶ δυσαναληψίας. τή Διὸς δεύτερος, Κρόνου τρίτος, Ηλίου πρῶτος, χαλεπὸς λίαν. κ΄ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατά πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἡ κόπου παρακολουθοῦσιν. κα΄ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος
καὶ ἐπικίνδυνος. κδ΄ Κρόνου ὅγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κε΄ Ἀφροδίτης πέμπτος, σύνθετος. κζ΄ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κη΄ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λ΄ Κρόνου δέκατος, Ἀσροδίτης ἕκτὸς, ἀκίνδυνος κατὰ πλεῖστον. λβ΄ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγ΄ Κρόνου ἑνδέκατος,
δύσκολος. λέ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπικίνδυνος καὶ εὐεπιβούλευτος. λϚ΄ Διὸς τέταρτος, Κρόνου δωδέκατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μ΄ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβ΄ Ἄρεως ἐκτὸς, Κρόνου ιδ΄, χαλεπὸς καὶ ἐπικίνδυνος. με Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιε΄·
οὖτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τούς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος τῇ γενέσει· κινδύνους γάρ ἐπιφέρει ἄρθρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μή Ἑρμοῦ ἕκτος, Κρόνου ιϚ΄ χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθ΄ Ἄρεως
βδομος, ἐπικίνδυνος ἢ αἰφ νίδιος διὰ πυρετῶν ἥ αἱμαγμῶν καὶ 29 βιαίας αἰτίας. ν΄ Ἀφροδίτης δέκατος, ἐπικίνδυνος. να΄ Κρόνου τζ΄ , νόσους βλάβας ἀτυχίας ἐπιφέρει. νβ΄ Σελήνης τέταρτος, οὐ καλός. νδ΄ Κρόνου ιη΄ . Διὸς ἕκτὸς, Ἡλίου τρίτος, χαλεπὸς καὶ κινδυνώδης. νε΄ Ἀφροδίτης ἑνδέκατος, οὐ κακός. νϚ΄ Ἄρεως ὅγδοος,
Ἔρμοῦ ἐβδομος, λνπηρὸς σκληρός. νξ΄ Κρόνου ιθ΄ , χαλεπώτατος. ξ΄ Κρόνου κ΄. Ἀφροδίτης δωδέκατυς, ἐπισφαλής. ξγ΄ Κρόνου καʼ, Διὸς ἕβδομος, Ἄρεως ἔνατος, ἀνδροκτασίης, χαλεπὸς καὶ θανατηφόρος. οβ΄ Κρόνου κδ΄ Διὸς ὄγδοος, Ἑρμοῦ ἔνατος, χαλεπὸς καὶ θανατηφόρος. οε΄ Κρόνου κε , Ἀφροδίτης ιέ , ἐπικίνδυνος. οζ΄
Ἄρεως ἑνδέκατος, δύσκολος καὶ θανατηφόρος. οή Κρόνου κς΄, Σελήνης ἐκτος, χαλεπὸς. π΄ Ἀρροδίτης ις΄ Ἑρμοῦ δέκατος, συγκρατικός. πα΄ Κρόνου κζ΄ , Διὸς ἔνατος, ἐπικίνδυνος. πδ΄ Κρόνου κη΄ Ἄρεως δωδέκατος, δύσκολος καὶ κακοποιός. πέ Ἀφροδίτης ιζ΄ . κοινός. πζ΄ Κρόνου κθ΄, ἐπικίνδυνος. ??΄ Κρόνου λ΄ Ἀφροδίτης
τη΄ Διὸς δέκατος, χαλεπός. ??έ Ἀφροδίτης τθʼ, οὐ καλός. ??Ϛ΄ Κρόνου λβ΄, δύσκολος. ??η΄ Ἄρεως τδ΄ χαλεπός. ??θ΄ Κρόνου λγ΄ μέσος. ρ΄ Ἀφροδίτης κ΄, οὐ κακός. ρβ΄ Κρόνου λδ΄ χαλεπός. ρε΄ Κρόνου λε΄ , Ἀρροδίτης κα. Ἄρεως ιε΄ δ, δύσκολος. ῥῆ Κρόνου λϚ΄, θανατηφόρος. ρι΄ Ἀφροδίτης κβ΄, οὐ κακός. ρια΄ Κρόνου λζ΄ , ἐπισφαλής.
ριβ΄ Ἄρεως ιϚ΄ Ερμοῦ μδ΄ δύσκολος καὶ δεινός. ριδ΄ Κρόνου λη΄, ἐπικίνδυνος. ριε΄ Ἀρροδίτης κγ΄ . κοινός. ριζ΄ Κρόνου λθ΄, Σελήνης ἔνατος, Διὸς ιγ΄ . ἐπικίνδυνος. ριθ΄ Ἄρεως ιζ΄ . ἐπισφαλής. ρκ΄ Κρόνου μ΄ Ἀφροδίτης κδ΄ θανατηφ όρος.
Ζυγῷ, Κρόνος Τοξδτῃ, Ἀφροδίτη Ἑρμῆς Λέοντι, ὡροσκόπος κιδύμοις. ἐτελεύτα τῷ νδ΄ ἔτει· ἦν γὰρ κύκλος Κρόνου μὲν ιη΄ , Διὸς δὲ ἕκτος, Ηλίου δὲ τρίτος. τούτων συναποκατάστασις. εὑρέθη δὲ καὶ τῷ θανατηφόρῳ μηνὶ Ηλιος καὶ Ζεύς, τουτέστι Γοξότῃ· ἄλλως τε τὸν νδ΄ ἐνιαυτὸν ἀπὸ θανατικοῦ τόπου παρεδίδοσαν.
Ηλιος καὶ Ζεὺς καὶ Αρης Κρόνῳ τῷ Τοξότῃ· χαλεπὴ οὖν ἡ παράδοσις. ἐπὶ πάσης οὖν γενέσεως ἔδοξε μὴ μόνον ἀπὸ τῆς Σελήνης τὴν ἄφεσιν τῶν κλιμακτήρων ποιεῖσθαι, ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἀστέρων, ὧν οἵ τε θανατηφ ὅροι χρόνοι καὶ βιωτικοὶ σκυλμοὶ συννοηθήσονται· κὲν μὲν οἱ βιώσιμοι χρόνοι
κατὰ τάς προκειμένας αἱρέσεις συντρέχωσιν, ἀπαραβάτως ὁ κλιμακτὴρ ἐπακολουθήσει· ἐὰν δὲ ἡ μὲν ὑπὸστασις διάστασιν ἔχῃ, 30 σινεμπέσῃ δὲ κλιμακτηρεκὸς χρόνος, περὶ τὰς πράξεις καὶ βιωτικάς ἀφο ὅρμὰς συντελεσθήσεται, οἷον ἀδοξίαι, καθαιρέσεις, βίαι, καταδίκαι, ναυάγια, κρίσεις, συνοχαί, φυ υγαδεῖαι, φ όβοι, ἀπώλειαι, ζημίαι, αίφ νίδιοι κίνδυνοι, ἐπήρειαι, συλήσεις καὶ τὰ ἄλλα, ὅσα τῷ τῶν ἀνθρώπων βίῳ αἴτια καθίστανται, σίνη τε καὶ πάθη καὶ
άκρμωίηριαθμοί, καύσεις, τομαί, ἀσθένειαι, ἐπισφαλεῖς ἐπιβουλαί. κἂν μὲν συναποκαθιστάμενοι οἱ ἀστέρες οἱ κλιμακτηρίζοντες εὑρεθῶσιν ἐπὶ τῆς γενέδεως ἐναντιούμενοι καὶ ἀπὸ κακοποιῶν κατοπτευόμενοι καὶ παρʼ αἵρεσιν πεπτωκότες, ἐπισφαλῆ καὶ ἐπιτάραχον τὸν χρόνον προδείξουσιν· ἐὰν δὲ οἰκεῖον σχῆμα ἔχωσι,
τὰς τῶν σιτίων ἐπιφ ορὰς ἀμαυρὼσουσι καὶ ήπιώτερον τὸν κλιμακτῆρα κατασκευάσουσιν. εὔτονοι μὲν οὖν καὶ ἀπὸ τῶν ἰσαναφόρων ζῳδίων αἰ παραδόσεις ἢ παραλήψεις κριθήσονται, οἷον ἀπὸ Κριοῦ εἰς ἔχθύας καὶ ἀπὸ Γαύρου εἰς Τδροχόον καὶ ἀπὸ Διδύμων εἰς Αἰγόκερω καὶ ἀπὸ Καρκίνου εἰς Τοξότην καὶ ἀπὸ
Δἐοντος εἰς Σκορπίον καὶ ἀπὸ Παρθένου εἰς Ζυγόν· ὁμοίως καὶ ἐναλλάξ.
ἔπραττον δυνάμενοι ἐξομοιοῦσθαι καὶ συμπάσχειν. ἀλλὰ νῦν ῥᾳδίως μὲν τούτων τις τῶν τὴν ἐπιστήμην νοθευόντων λόγοις κεκαλλωπισμένοις καὶ ποικίλαις μεθόδων ἀγωγαῖς πείσειεν ἄν οὐ μόνον τούς τῆς θεωρίας ἀμυήτους, ἀλλὰ καὶ τούς ποσῶς αὐχοῦντας ἢ μεγάλη δόξη καθεστῶτας διὰ ἀκατάληπτον τῆς
περὶ αὐτῶν γοητείας τε καὶ τόλμης. τά γὰρ ἀποπτώματα μή κρίνων ἐναντιώματα εὐημερεῖ διὰ τοῦ θάρσους μή ἔχων ἐρύθημα ἔλεγχον ἀμαθίας, ἀλλʼ ὥσπερ τραγικὸν ἢ κωμικὸν πρόσωπον περικείμενος σκηνοβατεῖ, πλάνης μᾶλλον ἢ ἀληθείας τρόπον κεκτημένος. ὁ δὲ ἀπὸ δογμάτων καὶ ἀπὸ θεωρημάτων φερόμενος
πολυχρονίαν μάθησιν μὴ βουλόμενος καταρρίψαι ἐπερειδόμενος τῇ ἐμπειρίᾳ ἅτε δὴ βακτηρίᾳ βραδέως μὲν καὶ δεδιότως θέγγεται καὶ τῇ διανοίᾳ συννεκροῦται λογιζὁμενος μὲν ἀπόπτωμα υγῆς καὶ θανάτου ἄξιον, δὲ ἐπίτευγμα κέαρ πέπονμένον 31 ἀρετῆς. τοῦτο δὲ περὶ τοὺς ἀμαθεῖς ἢ μετὰ ἀκριβείας μὴ φέροντας τὸν χρόνον ἢ τὴν ὥραν γίνεται· ὅθεν ἐχρῆν τοὺς μάλιστα μετά ἀσφαλείας βουλομένους ἀκούειν περὶ τῶν ὄντων καὶ ἐσομένων κρίναντας τοὺς ἄνδρας οἵτινες εἶεν μετὰ σπουδῆς συναγωνίζεσθαι
καὶ ἐξομολογεῖσθαί τινα τῶν πραγμάτων ὅπως καταλαμβανόμενος ὁ προγνωστικὸς τὰς κεντροθεσίας ἀνρεβεῖς ἢ καί τινας δυναστικοὺς τόπους ἀριθμῶν καὶ ἀγωγῆς περὶ τῶν ὄντων ἀποραίνηται. πολλάκις γάρ, καθὼς προεῖπον, οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ τούτων γεννήτορες τὰς ὥρας διαψευδόμενοι ἀδικοῦσι τὴν
ἐπιστήμην· ὁμοίως γάρ καὶ αὐτὸς ἐκ τῶν ἐμῶν φυτοσπόρων κατελαβόμην. ἀλλὰ ταῦτα μὲν οὖν οὐ πράσσουσι, βουλόμενοι στιγμῇ περὶ τῶν καταθυμίων καὶ μὴ θυγκεκραμένων ἀκούειν καὶ ἀδυνάτων πραγμάτων ἐπιτυγχάνειν διά τινος μυστικῆς κακουργίας, ἀκούοντες μὲν παρὰ τῶν ἀμαθῶν καὶ πράσσοντες μετὰ προθυμίας, ἃ
μὴ θέμις, ἡδόμενοι παραυτίκα ἐπαίνῳ καὶ τιμαῖς ἀμείβονται τοὺς πολεμίους, κακολογοῦσι δὲ τοὺς σεμνοὺς καὶ ἐμπείρους ὡς μὴ δυναμένους μήτε οὕτως ῥᾳδίως ἀποφαίνεσθαι μήτε πράσσειν λεπτομερῶς, οὐκ εἰδότες ὅτι μετὰ πολλοῦ πόνου καὶ ζητήματος τὰ πράγματα ἑκάστης γενέσεως καταλαμβάνεται. ὑστέρου δὲ σφαλέντες
τῶν προσδοκωμένων καὶ μειανοοῦντες ἐπισφαλῶς καὶ ἀνιαρῶς οὐ μόνον ψόγον κατὰ τῶν ψευσαμένων πειθφέρουριν , ἀλλὰ καὶ μάθημα ἀνύπαρκτον φημίζουσι καὶ τοὺς μεταχειριζομένους ἐχθροὺς ἡγοῦνται. συμβαίνει δὲ διʼ ὀλίγους καὶ ἀναξίους τῆς ἐπιστήμης πολλοὺς ἀτιμάζεσθαι.
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.