Liber IV.
Οὐεττίου Οὐάλεντος Ἀντιοχέυως ἀνθολογιῶν βιβλίον δ΄.
α΄. Περιόδων διαιρέσεις.
ἐζητημένον καὶ ἀποκεκρυμμένον τόπον δηλώσομεν, ὅς ἐστι περὶ διαιρέσεως χρόνων ἐμπράκτων καὶ ἀπράκτων. ὅσαι μὲν οὖν διαιρέσεις διὰ πείρας εἰσὶ δεδοκιμασμέναι, ταύτας δεῖ νῦν ὑποτάξαι. ἐστι δὲ πρώτη περίοδος πρὸς τὰ τέταρτα τῶν ἐλαχίστων περιόδων· οἷον Κρόνου τῶν ἐτῶν λ΄ τὸ τέταρτον ζ΄ ἥμισυ . . . ἐπιβάλλουσι
δὲ αὐτῷ κατʼ ἔτος ἡμέραι λδ΄. Ἄρεως ἐτῶν ιε΄ τὸ τέταρτον γ΄ μῆνες θ΄, κατὰ δὲ τὸ ἔτος ἡμέραι μβ΄ ἥμισυ. Ἀφροδίτης ἐτῶν η΄ τὸ τέταρτον β΄ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι κβ΄ δύο τρίτα. Ἑρμοῦ ἐτῶν κ΄ τὸ δὲ τέταρτον ε΄ ἔτη, ἐνιαύσιαι δὲ ἡμέραι νς΄ δύο τρίτα. Ἡλίου ἐτῶν ιθ΄ τὸ τέταρτον ἔτη δ΄ μῆνες θ΄, ἡμέραι δὲ νγ΄ ἥμισυ
τρίτον. Σελήνης ἐτῶν κε΄ τὸ τέταρτον ς΄ ἔτη μῆνες γ΄, ἐνιαύσιαι δὲ ἡμέραι ο΄ ἥμισυ τρίτον. γίνονται ὁμοῦ ε΄ ἔτη λβ΄ μῆνες τρεῖς.
β΄. Περὶ ἀφέσεως.
ὁ μετὰ τὴν πανσέληνον πρῶτος καὶ ὁμοίως· δεῖ δὲ συγκρίνειν τὸν ἀστέρα, ὅπως ἐσχημάτισται καὶ ὑπὸ τίνων μαρτυρεῖται, 1 τούς τε λοιποὺς τοὺς παραλαμβάνοντας, πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες ἀνατολικοὶ ἢ δυτικοί, τάς τε κατὰ πάροδον ἐπεμβάσεις καὶ τὰς συμπαθείας ἢ ἐναντιότητας. μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη λβ΄ καὶ μῆνας γ΄ πάλιν τὸν δεύτερον κύκλον ἀπὸ τοῦ τεταρτικοῦ
ἀφετικοῦ ἀστέρος ποιητέον.
γ΄. Περὶ ἐπιδιαιρέσεως ἡμερῶν.
οὕτως ποιήσομεν. τὰς πε΄ ἡμέρας τοῦ Κρόνου ἐπὶ τὰς ζ΄ ἥμισυ πολυπλασιάσαντες εὑρήσομεν ἡμέρας χλζ΄ ἥμισυ· ταύτας πρῶτον Κρόνος ἑαυτῷ ἐπιμερίσει ἐκ τῶν ἰδίων ἐτῶν ζ΄ ἥμισυ, εἶθ᾿ ἑξῆς ἔστω εὑρῆσθαι τὸν Δία· ἐπεὶ οὗν ἡμερῶν δεσπόζει λδ΄, ταύτας ἐπὶ τὰ ζ΄ ἥμισυ διὰ τὸ ἀχέτην εἶναι Κρόνον· γίνονται ἡμέραι σνε΄·
ταύτας Ζεὺς ἕξει ἐκ τῶν τοῦ Κρόνου. εἶτα ἑξῆς τὸν τῆς Ἀφροδίτης παραλαμβάνειν· ἐπεὶ οὖν κυριεύει ἡμερῶν κβ΄ δύο τρίτων, ταύτας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν· εὑρήσομεν ρο΄· τοσαύτας Ἀφροδίτη ἕξει ἐκ τῶν τοῦ Κρόνου. καὶ ὁμοίως ἑκάστου ἀστέρος ἐὰν τὰς ἡμέρας ἐπὶ τὸν ζ΄ ἥμισυ πολυπλασιάσωμεν, εὑρήσομεν
τὸν ἐπιμερισμόν. ἐὰν δέ πως ἡ Σελήνη κυριεύσῃ τῆς ἀφέσεως, τὰς ἑκάστου ἡμέρας ἐπὶ τὸν ἓξ τέταρτον πολυπλασιάσαντες εὑρήσομεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.
διπλασιάσαντες καὶ τὴν ἡμίσειαν καὶ τὸ τρίτον ἐπιπροσθέντες εὑρήσομεν. ἐπεὶ Κρόνου ἡ περίοδός ἐστιν ἡμερῶν λ΄, ταύτας ἐδίπλωσα καὶ γεγόνασιν ξ΄ καὶ τὸ ἥμισυ τῶν λ΄ γίνονται ιε΄ ταύτας προσέθηκα ταῖς ξ΄ γίνονται οε΄. καὶ πάλιν τὸ τρίτον τῶν λ΄ γίνεται ι΄· ταύτας ὁμοίως προσέθηκα τοῖς οε΄ γίνονται πε΄.
ταύτας τὰς ἡμέρας Κρόνος ἕξει. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ἀστέρων.
δ΄. Περὶ χρόνων διαιρέσεως ἀπὸ κλήρου τύχης καὶ δαίμονος.
ὑπάρχουσα καὶ σῶμα καὶ πνεῦμα περίγειος οὖσα καὶ τὴν ἀπόρροιαν εἰς ἡμᾶς πέμπουσα τὸ ὅμοιον ἀποτελεῖ, κυρία οὖσα τοῦ καθʼ ἡμᾶς σώματος. ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων κοσμικῶς ὑπάρχων διὰ τῆς ἰδίας ἐνεργείας καὶ φύσεως ἐρασμίου τὰς τῶν ἀνθρώπων ψυχὰς διεγείρων περὶ τὰς ἐγχειρήσεις αἴτιος πράξεως καὶ κινήσεως καθίσταται.
ἐπὰν οὖν σωματικοὺς χρόνους ζητῶμεν, οἷον κλιμακτῆρας ἢ ἀσθενείας ἢ αἱμαγμούς, πτώσεις σίνη πάθη καὶ ὅσα ποτὲ ἀνήκει τῷ σώματι περὶ ῥώσεως τέρψεως ἡδονῆς καλλονῆς ἐπαφροδισίας, ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν ζῳδιακῶς, καὶ οὗ ἂν καταλήξῃ ὁ χρόνος, λογισόμεθα τὸ ζῴδιον καὶ τοὺς ἐπόντας ἀστέρας ἢ
μαρτυροῦντας, πῶς συσχηματίζονται πρὸς τὸν καθολικὸν ἢ οἰκοδεσπότην τῶν ἀφετικῶν χρόνων καὶ πότερον ἐπίκεντροι οἱ χρονοκράτορες τῶν κλήρων εἰσὶν ἢ ἔκκεντροι. ἐὰν δὲ περὶ πράξεως ἢ δόξης ζητῶμεν, τότε ἀπὸ τοῦ δαίμονος τὴν ἄφεσιν τῶν χρόνων ποιησόμεθα ζῳδιακῶς καὶ κατὰ τοὺς ἐπόντας ἢ μαρτυροῦντας
ἀγαθοποιοὺς ἥ κακοποιοὺς τὴν διάκρισιν εὑρήσομεν. πολλάκις μὲν οὖν τοῦ κλήρου τῆς τύχης ἢ τοῦ κυρίου παραπεπτωκότος ὁ κλῆρος τοῦ δαίμονος καὶ τὰ σωματικὰ καὶ τὰ πρακτικὰ μερίζει. ὁμοίως καὶ ἡ τύχη ἀμφότερα μεριεῖ τοῦ κλήρου τοῦ δαίμονος ἢ τοῦ κυρίου παραπεπτωκότος, καθάπερ ἐπὶ τῶν ἐπικρατήσεων καὶ οἰκοδεσποτειῶν.
ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη ἐν ἑνὶ ζῳδίῳ εὑρεθῶσι, τὰ μὲν σωματικὰ ἀπὸ τοῦ αὐτοῦ ζῳδίου, τὰ δὲ πρακτικὰ ἀπὸ τοῦ ἐπαναφερομένου ληψόμεθα· ἄλλως τε καὶ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν τῇ αὐτῇ ἀφέσει εὑρεθήσεται, εἴγε εἰς ἓν ζῴδιον ὅ τε κλῆρος καὶ ὁ δαίμων ἐκπίπτει. ἀλλ᾿ ἐπὶ τῶν τοιούτων τοὺς
μὲν σωματικοὺς χρόνους ὅταν ζητῶμεν, ἀπὸ τοῦ αὐτοῦ ζῳδίου τὴν ἄφεσιν ποιησόμεθα, τοὺς δὲ πρακτικοὺς ἀπὸ τοῦ ἐπαναφερομένου τῷ κλήρῳ, καὶ μάλιστα ἐπὶ νυκτερινῶν γενέσεων ἢ ἐν τῷ ὑπογείῳ τὴν σύνοδον ἐσχηκότων, ἵνα ἑκάστου κλήρου τὰ τετράγωνα ὡς κέντρα σχηματίσῃ. κρείσσων μέντοι ἡ συνοδικὴ αἵρεσις τῆς
πανσεληνιακῆς· ἡ μὲν γὰρ συνοδικὴ ἐπὶ τοῦ ὡροσκόπου τοὺς 3 κλήρους ἔχει, ἡ δὲ πανσεληνιακὴ ἐπὶ τῆς δύσεως. συμβαίνει δὲ καὶ κατὰ τετράγωνον τῶν φώτων ὄντων τοὺς κλήρους ἑαυτοῖς ἐναντιοῦσθαι· καὶ ἐπὶ τούτου τοῦ εἴδους τοὺς πρακτικούς τινες χρόνους ἐκ τῶν ἀναφερομένων ζῳδίων μερίζουσιν. ἐμοὶ δὲ οὐ δοκεῖ·
ἕτερος γὰρ τοῦ κλήρου τῆς τύχης εὑρίσκεται καὶ ἕτερος τοῦ δαίμονος, ἐπὶ δὲ τῶν συνοδικῶν καὶ πανσεληνιακῶν γενέσεων ὁ αὐτός ἄλλως τε ἐπὶ ἀρρενικῶν γενέσεων αἱ πλείους ἀφέσεις ἀπὸ τοῦ δαίμονος εὑρίσκονται, διότι τὰς πράξεις διὰ λόγου καὶ δόσεως καὶ λήψεως καὶ πίστεων μεταχειρίζονται· ἐπὶ δὲ τῶν θηλυκῶν
ἀπὸ τοῦ κλήρου τῆς τύχης διὰ τὴν περὶ τὸ σῶμα ἀσχολίαν. συμβαίνει δὲ καὶ τοὺς ἄνδρας σωματικὰς πράξεις τὰς διὰ χειρῶν ἐπάγειν ἢ ἀθλήσεως καὶ σωματικῆς κινήσεως καὶ τὰς γυναῖκας διὰ ἀγορασμῶν καὶ πράσεων. ὁμοίως καὶ ἐπὶ τῶν νηπίων γενέσεων ἀπὸ τοῦ κλήρου τῆς τύχης τὴν ἄφεσιν τῶν χρόνων δέον ποιεῖσθαι,
ἕως ἐπὶ τὸν ἔλεγχον τὸν τῆς ἀκμῆς ἢ τῆς πράξεως παραγένωνται. γεννηθεῖσι μὲν γὰρ αὐτοῖς συνέπεται καὶ τὰ σωματικὰ εὐημερήματα, οἷον εὐμορφία ἐπαφροδισία μέγεθος ἀστειότης εὐρυθμία, ἢ καὶ ἃ εἴωθε ἄλλως συμβαίνειν, σίνη πάθη ἐκζέματα ἐκβιάσματα ἐξανθήματα συγγενήματα σημεῖά τινα χαλάσματα· τὰ δὲ πρακτικὰ
καὶ διανοητικὰ ἐξ ὑστέρου γίνεται.
ἐπιμερίζει μῆνας ιε΄, εἶτα Ἀφροδίτῃ διὰ τὸν Ταῦρον μῆνας η΄, ἑξῆς Ἑρμῇ διὰ τοὺς Δσιδύμους μῆνας κ΄, εἶτα Σελήνη διὰ τὸν Καρκίνον μῆνας κε΄, εἶτα Ἡλίῳ διὰ τὸν Λέοντα μῆνας ιθ΄, εἶθ᾿ ἑξῆς Ἑρμῇ μῆνας κ΄, εἶτα Ἀφροδίτῃ μῆνας η΄, εἶτα Ἄρης ἑαυτῷ διὰ τὸν Σκορπίον μῆνας ιε΄, εἶτα Διὶ μῆνας ιβ΄ διὰ τὸν Τοξότην, εἶτα
Κρόνῳ διὰ τὸν Αἰγόκερων ἔτη β΄ μῆνας γ΄, εἶτα τοὺς λοιποὺς ια΄ εἰς συμπλήρωσιν τῶν ιε΄ ἐτῶν ἐν τῷ Ὑδροχόῳ. μετὰ τὸν Ἄρη παραλήψεται Ἀφροδίτη τοὺς καθολικοὺς χρόνους ἐπὶ ἔτη η΄ καὶ ὁμοίως ἐπιμερίσει ἐξ αὐτῶν ἑκάστῳ ζῳδίῳ καθὼς πρόκειτει. εἶτα μετὰ 4 τὸν τῆς Ἀφροδίτης παραλήψεται Ἑρμῆς διὰ τοὺς Διδύμους ἔτη κ΄ καὶ ἐπιμερίσει ἑκάστῳ ζῳδίῳ· εἶτα Σελήνη ἐπὶ ἔτη κε΄, μεθʼ ἣν ὁ Ἥλιος ἐπὶ ἔτη τθ΄· καὶ ἐφʼ ὅσον ἡ γένεσις χωρεῖ, ἐφεξῆς χρὴ διδόναι. ἐπεὶ οὖν ὁ κύκλος τῶν ιβ΄ ζῳδίων συνάγει ἔτη ιζ΄ μῆνας ζ΄, τὸν λοιπὸν χρόνον ἐκ τοῦ διαμέτρου μεριοῦμεν. οἷον
ἐπεὶ οἱ Δίδυμοι μερίζουσιν ἔτη κ΄, τῆς ἀφέσεως γενομένης ἐφεξῆς καὶ συμπληρουμένων καὶ μηνῶν ζ΄ ἐτῶν ιζ΄, τὰ λοιπὰ ἔτη β΄ καὶ μῆνας ε΄ ἀπὸ Τοξότου μεριοῦμεν, αὐτῷ τῷ Τοξότῃ διδόντες ἐνιαυτόν, εἶτα τῷ Αἰγόκερῳ τὸν περίλοιπον χρόνον εἰς συμπλήρωσιν τῶν κ΄ ἐτῶν. ὁμοίως καὶ ἀπὸ τοῦ Καρκίνου ἢ Λέοντος ἢ Παρθένου
ἢ Αἰγόκερω ἢ καὶ Ὑδροχόου τὴν ἄφεσιν ἐὰν εὕρωμεν, μετὰ ιζ΄ ἔτη καὶ μῆνας ζ΄ χωρὶς ἐπαγομένων ἐκ τῶν διαμέτρων ἀρξάμενοι τοὺς λοιποὺς χρόνους μεριοῦμεν ἐφεξῆς.
κοσμικοῦ τὰ τέτταρα στοιχεῖα τὴν πρὸς ἄλληλα συμπάθειαν κέκτηται καὶ ἕκαστον ἀπὸ ἑτέρου ζωογονεῖται καὶ θάλπεται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς διαιρέσεως κατὰ τὴν ἁρμονίαν τῶν ζῳδίων τὰς παραδόσεις ποιεῖσθαι. οἷον ἐπεὶ τὸ πῦρ καὶ ὁ ἀὴρ ἀνωφερῆ ὑπάρχοντα ἀλλήλοις τὴν ἐπιμιξίαν ποιοῦνται καὶ κατάξηρον
ὑπάρχον τὸ πῦρ ὑπὸ τῆς τῶν ἀέρων εὐκρασίας τρέφεται καὶ αὐτὸ δὴ τὸ πῦρ οὐκ ἐᾷ τὸν ἀέρα εἰς κρυμώδη καὶ ζοφώδη φύσιν χυωρῆσαι ἀλλὰ ἔκθερμον εὐκρασίαν ἀπεργάζεται, εὐλόγως ἄρα καὶ ὁ Λέων πυρώδης ὑπάρχων μετὰ τὸν κύκλον παραδώσει τὸν ἐπίλοιπον χρόνον τῷ τὴν συμπάθειαν ἔχοντι Ὑδροχόῳ, ὅ
ἐστιν ἀήρ, καὶ πάλιν Ὑδροχόος τῷ Λέοντι. ὁμοίως δὲ καὶ ἡ γῆ κατάξηρος οὖσα καὶ ὑπὸ τῆς ὑγρᾶς οὐσίας τρεφομένη ζῳογονεῖ τὰ πάντα, καὶ αὐτὸ δὲ τὸ ὕδωρ διαβασταζόμενον ἐκ τῆς γῆς καὶ ἐξ αὐτῆς γεννώμενον τὴν συμπάθειαν φυλάσσει· εὐλόγως ἄρα καὶ ὁ Καρκίνος κάθυγρος ὑπάρχων καὶ ὁ Αἰγόκερως γεώδης ἀλλήλοις
τὴν ἀντιπαράδοσιν ποιήσονται καὶ ἡ Παρθένος γεώδης ὑπάρχουσα τοῖς Ἰχθύσι· καὶ τὰ λοιπὰ ζῴδια τὴν αὐτὴν δύναμιν ἐφέξει πρὸς τὰ διάμετρα. Οὕτως καὶ ἡ ἀκολουθία τῆς διαιρέσεως ζῳδιακῶς ἐστοιχειογράφηται. οἷον ὁ Κριὸς πυρώδης, ὁ Ταῦρος γεώδης, οἱ 5 Δίδυμοι ἀερώδεις, ὁ Καρκίνος ὑδατώδης, καὶ τὰ τούτων τρίγωνα ὁμοίως. ἐὰν οὖν ἐν τοῖς τριγώνοις τοὺς συνδέσμους λύωμεν, εὑρήσομεν μίαν φύσιν τοῦ τε παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος ζῳδίου καὶ οὐδεμία τις σύγκρασις εὑρεθήσεται, ἀλλὰ
πλεονεκτούμενα ὐπʼ αὐτῶν τὰ στοιχεῖα. ἄλλως τε τὸν Ἥλιον εὑρίσκομεν ἀπὸ Κριοῦ τὴν ἀρχὴν ποιούμενον τῆς τροπῆς καὶ τῆς ἰσημερίας καὶ κατὰ τὸ ἡμικύκλιον τὸ μέγεθες τῆς ἡμέρας ἐπαύξοντα, ἐν δὲ τῷ διαμέτρῳ Ζυγῷ τὸν σύνδεσμον λύοντα καὶ εἰς τὸ μειωτικὸν χωροῦντα. ἐπεὶ δὲ καὶ Καρκίνος αὐξητικὸν σχῆμα
ἡμέρας ἐπέχει, τοῦτο ἐν Αἰγόκερῳ γενόμενος τῇ νυκτὶ παρέχει ἐν τῷ διαμέτρῳ τὴν μεταβολὴν ποιούμενος. ὁμοίως καὶ ἡ Σελήνη τὴν σύνοδον ποιησαμένη καὶ πληρώσασα τὸν κύκλον ἐν τῷ διαμέτρῳ τὸν σύνδεσμον λύει. διὸ μᾶλλον ἔδοξε τῇ προκειμένη ἀγωνῇ χρήσασθαι εἰς τὴν τῶν συνδέσμων λύσιν.
ε΄. Περὶ τῆς τῶν συνδέσμων λύσεμως καὶ ἀντιπαραδόσεως τῶν ἀστέρων.
ἔχθρας μειζόνων καὶ ἀπειλὰς μυστικῶν καὶ παλαιῶν πραγμάτων ἕνεκα, ἀνασκευὰς κρίσεις τε καὶ ἀντικαταστάσεις καὶ ὑπόπτους βίους καὶ ἀξίας καθαιρέσεις σωματικάς τε ὀχλήσεις καὶ κινδύνους ναυάγια αἰφνιδίους τε καταπτώσεις καὶ αἰτίας πλείστας, ἐκτὸς εἰ μὴ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες τῶν αἰτίων τὰς ἐκβάσεις
ἀμαυρώσουσιν. Ἑρμῆς δὲ ἀπὸ Παρθένου ἢ Διδύμων Διὶ μεταπαραδιδοὺς τὸν χρόνον μεταβολὴν πραγμάτων ἀποτελεῖ καὶ καινοποιίας πράξεων· καὶ ἐὰν ἐπὶ γενέσεως οἱ τόποι κακωθῶσιν ἢ καὶ αὐτὸς Ἑρμῆς, τοῦ καθολικοῦ χρόνου ἐναντίου γενομένου, ἡ τοῦ συνδέσμου λύσις τὴν μεταβολὴν ἐπὶ τὸ κρεῖσσον ἕξει καὶ πράξεων δηλωτικὴ
γενήσεται. ἐὰν δὲ οἱ τόποι ὑπὸ ἀγαθοποιῶν φρουρούμενοι ἀγαθὸν τὸν χρόνον ἀποτελῶσι, μετὰ τὸν κύκλον ἡ τοῦ συνδέσμου λύσις ἐπιτάραχος καὶ ἐπιζήμιος γενήσεται. Κρόνος δὲ ἀπὸ Αἰγόκερω καὶ Ὑδροχόου λύων σύνδεσμον εἰς Λέοντα καὶ Καρκίνον πρακτικὸν 6 τὸν χρόνον δηλοῖ· τὰ γὰρ ἐκ σκότους εἰς φῶς ἄγει καὶ τοῖς δυναστικοῖς ζῳδίοις τὴν διαίρεσιν τῶν χρόνων παραδιδοὺς ἐνεργέστερος καθίσταται κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως. τὰς δὲ δόξας καὶ τὰς ὠφελείας παρέχει κατὰ τοὺς ἐπόντας ἀστέρας.
ς΄. Πόσα ἔτη μερίζει ἕκαστον ζῴδιον· καὶ τέλεια
ἔτη τῶν ἀστέρων.
τὴν ἡμίσειαν τῷ κατὰ διάμετρον Αἰγόκερῳ ἐπιμερίζει, ἅ ἐστιν ἔτη κζ΄· τῶν οὖν δύο ζῳδίων συνάγεται ἔτη νζ΄, ἅ ἐστιν τέλεια Αἰγόκερω. καὶ οἱ λοιποὶ δὲ ἀστέρες τὸν τέλειον ἐπιμερισμὸν τῶν ἐτῶν ἐξ Ἡλίου καὶ Σελήνης ἔσχον. τῷ μὲν γὰρ Διὶ συναιρετιστῇ ὄντι καὶ τριγώνου συμπάθειαν κεκτημένῳ διὰ τὸν Τοξότην ὁ
Ἥλιος τὴν ἡμίσειαν τῶν ρκ΄ ἐτῶν ἐμέρισε καὶ τὰ ἐλάχιστα ἔτη τθ΄· γίνονται ρθ΄. ὡσαύτως δὲ καὶ ἡ Σελήνη διὰ τὴν ἀγαθοποιίαν καὶ τριγώνου κοσμικὴν συμπάθειαν τὴν εἰς τοὺς Ἰχθύας Διὶ ἀπεμέρισε τὴν ἡμίσειαν τῶν ρη΄ ἐτῶν νδ΄ καὶ τὰς ἐλαχίστας κε΄· γίνονται ρθ΄. τῷ δὲ Ἄρει τῆς αὐτῆς αἱρέσεως ὄντι ἡ Σελήνη
ἀπεμέρισε τὰ νδ΄· ὁ δὲ Ἥλιος διὰ τὴν ἀντίμιμον πυρώδη οὐσίαν καὶ φθοροποιὸν τρόπον τὸν ἐπιμερισμὸν ἠρνήσατο, ἀντιπαρεχώρησε δὲ τῷ κατὰ διαδοχὴν τοῦ τριγώνου δεσπότῃ Διὶ ἅ ἐστιν ἔτη ἐλάχιστα ἐπιμερίσαι ιβ΄ γίνονται ξς΄. ὁμοίως δὲ καὶ τῇ Ἀφροδίτῃ διὰ τὴν συμπάθειαν τοῦ τριγώνου καὶ νυκτερινὴν
αἵρεσιν ἡ Σελήνη ἐπεμέρισεν τὰ νδ΄ καὶ ὁ Κρόνος διὰ τὴν ἐναντίαν τοῦ ὑψώματος στάσιν τουτέστι τὸν Ζυγὸν ἔτη λ΄ γίνονται πδ΄. ὁ δὲ Ἑρμῆς διὰ τὴν πρὸς Κρόνον συνοικοδεσποτίαν ἔλαβεν παῤ αὐτοῦ τὰ τέλεια ἔτη νζ΄ καὶ παρὰ τοῦ Ἡλίου τὰ ἐλάχιστα ιθ΄· γίνονται ος΄.
7
ζ΄. Περὶ χρόνων διαιρέσεων ἐπὶ κλήρου τύχης καὶ δαίμονος καὶ ἐπεμβάσεως ἀστέρων καὶ οἰκοδεσποτῶν καὶ συνόδου καὶ πανσελήνου μεθʼ ὑποδείγματος καὶ ἀντιπαραδόσεως.
τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ
χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὴ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται
ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά, ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ
Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης.
ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων
περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν πυρώδει 8 ζῳδίῳ εὑρεθῇ κατάγων τὸν χρόνον κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων, ἔκλυσιν ψυχῆς μεγίστην ἕξει καὶ παρὰ προαίρεσίν τινα διαπράξεται ἀστατῶν τῇ γνώμῃ ἐὰν δὲ ἐν ἀερώδει καὶ ᾖ κεκακωμένον τὸ ζῴδιον ἢ ὁ κύριος, μετεώρως καὶ ἐπιλύπως διάξει καὶ ἄλλα διαπρασσόμενος ἕτερα προσδοκήσει· ἐὰν δὲ ἐν γεώδει
ζῳδίῳ, τὰ μὲν προσπίπτοντα γενναίως οἴσει, διὰ δὲ τῆς ἰδίας ἐγκρατείας τῶν πλείστων περιέσται ἐννοηματικῶς· ἐὰν δὲ ἐν ὑδατώδει ζῳδίῳ, εὐπαρηγόρητον τὴν ψυχὴν κεκτημένος καὶ ἔν τισιν ἀνωμαλίσας πολλῶν πραγμάτων κατόρθωσιν ποιήσει καὶ περὶ τὰς ἐγχειρήσεις εὐεπήβολος ἔσται. πάντοτε μὰν οὖν ἰδικῶς
αἱ πράξεις καταλαμβάνονται ἔκ τε τοῦ δαίμονος καὶ οἰκοδεσπότου· εἰσὶ γάρ τινες σωματικὰς μὲν πράξεις ἔχοντες, οἷον διὰ χειρῶν ἐργαζόμενοι, καὶ σωματικὰς κακοπαθείας ἀχθίσεως ἢ γυμνασίας· ἕτεροι δὲ ἀπὸ λόγου καὶ ἐπιστήμης καὶ ψυχῆς ἐνεργείας. ὅπου δὲ ἂν πλείους ἀστέρες προσνεύσωσιν ἤτοι τῷ κλήρῳ ἢ τῷ δαίμονι, ἐκεῖθεν
τὸ πρακτικὸν δηλωθήσεται. συνεπικρίνειν οὖν δεῖ τὰς πράξεις καὶ τὴν καθολικὴν ὑπόστασιν, ἤτοι ἔνδοξος ἢ μετρία ἡ γένεσις ἢ καὶ εὐδαίμων ἢ πενιχρά ἢ ἐπίδικος ἢ ἀνώμαλος, ἵνα ἐν τοῖς ἐπιμερισμοῖς καὶ τὰ ἀποτελέσματα προφανῆ γένηται. οἱ μὲν οὖν τὰς πράξεις ἀποτελοῦντες ὁ τῆς Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ τοῦ
Ἑρμοῦ, ὁ δὲ τοῦ Κρόνου ἐπιτηδεύματα καὶ ὅσα ποτὲ διʼ ὑγρῶν ἢ κακοπαθείας καὶ κληρουχίας γίνεται. ταπεινοὶ μὲν οὖν καὶ ἄδοξοι καταλαμβάνονται ἔκ τε Κρόνου καὶ Ἄρεος Διὸς ἀπόντος, ἔνδοξοι δὲ καὶ εὔποροι ἔκ τε Ἡλίου καὶ Σελήνης συμπαρόντων τῶν ἀγαθοποιῶν ἢ συνεπιμαρτυρούντων. ἐὰν οὖν ἡ διαίρεσις ἀπὸ
τοῦ δαίμονος εἰς τὸ μεσουράνημα τοῦ κλήρου τῆς τύχης ἔλθῃ ἢ εἰς αὐτὸν τὸν κλῆρον τοῦ κυρίου συμπαρόντος καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένου ἢ καὶ Ἡλίου ἢ καὶ Σελήνης, ἐπιλάμπρας μὲν οὔσης τῆς ὑποστάσεως ὁ γεννώμενος ἐν ἡγεμονίαις καὶ μεγάλαις δόξαις γενήσεται ἐπίσημός τε καὶ ἀρχικὸς καὶ προφανὴς κατ᾿
ἐκείνους τοὺς χρόνους καὶ ὑπὸ πολλῶν μακαριζόμενος διὰ τὴν περὶ αὐτὸν εὐδαιμονίαν. καὶ ἐπὶ τοῦ ὡροσκόπου δὲ καὶ ἐπὶ τοῦ μεσουρανήματος καὶ ἐπὶ τῶν λοιπῶν κέντρων ἡ διαίρεσις γενομένη δόξας ἀποτελεῖ, οὐχ ὁμοίως δέ· ἐνεργέστεροι γὰρ οἱ τῶν κλήρων τετράγωνοι τόποι. ἐὰν δὲ τούτων οὕτως ὄντων μετρία ἡ ὑπόστασις
εὑρεθῇ, ἔσται ἐν πράξεσιν ἢ ὠφελείαις καὶ μείζοσι φίλοις καὶ 9 δωρεᾶς καὶ τιμῆς καταξιωθήσεται καὶ εὐημερήσει καὶ προκόψει περὶ τὴν τῆς ἀσχολίας ἐνέργειαν, καὶ ἐὰν μάλιστα ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν· εἰ δὲ κακοποιοί, τὰ μὲν τῶν τόπων γενήσεται καθὼς πρόκειται προφανῆ, ἕνεκα δὲ τῆς τῶν κακοποιῶν
μαρτυρίας ἐναντιώμασι καὶ ζημίαις περιτραπήσονται καὶ ἀπαράμονον τὴν τῆς ἀγαθοποιίας ἀφορμὴν ὑπομένοντες. ὥσπερ δὲ ἕκαστος τῶν ἀστέρων ἐπὶ τοῦ κύκλου ζῳδιακῶς ἐστοιχειογράφηται κατὰ τοὺς οἴκους, τὸ ὅμοιον καὶ ἐπὶ γενέσεως σχηματισάμενος συμπαθὴς πρὸς ἕτερον γενήσεται.
η΄. πόδειγμα ἀναγκαῖον.
ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθ΄· εἶτα Παρθένῳ ἔτη κ΄, εἶτα Ζυγῷ ἔτη η΄, εἶτα Σκορπίῳ ἔτη ιε΄ γίνεται ἔτη ξβ΄. ἐν τούτοις πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη η΄ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου παῤ
αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους
λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξ΄ ἡμέρας ποιεῖ· τὰς γὰρ ε΄ δ΄ κατʼ ἴδιον ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν· Αἰγόκερῳ ἔτη β΄ μῆνας γ΄· Ὑδροχόῳ ἔτη β΄ μῆνας ς΄· Ἰχθύσιν ἐνιαυτόν· εἶτα Κρίῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θ΄
ἐτῶν. Ἄρης οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου παραλαβὼν Κρόνου ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν 10 ἐτελεύτα δὲ προσινωθεὶς στόμαχον καὶ βηχὸς προπειραθείς ἦν γὰρ καὶ ὁ θανατικὸς τόπος Ἰχθύσι Σελήνης ἐπικειμένης καὶ Κρόνου καθυπερτεροῦντος, ἐξ οὗ ἡ δυναστεία. ἄλλως τε καὶ αὐτὸς ὁ κύριος τῆς πανσελήνου Κρόνος ἀπόστροφος γενόμενος τὸ εἶδος τῆς βιαιοθανασίας ἐπήγαγε. τὸ δὲ σίνος τοῦ στομάχου καὶ βηχός,
ἐπεὶ ὁ κύριος τοῦ κλήρου Ἥλιος ἐν Καρκίνῳ εὑρέθη· ὁ δὲ Καρκίνος στῆθος καὶ στόμαχον δηλοῖ. τοὺς δὲ πρακτικοὺς χρόνους ἐποιησάμην ἀπὸ Σκορπίου αὐτῷ τῷ Ἄρει δοὺς ἔτη ιε΄, εἶτα Τοξότῃ ιβ΄ ἐπικειμένου Κρόνου· ἕως ἐτῶν κζ΄ ἀνώμαλος ἀλήτης γέγονεν. ὑπὸ δὲ ἐπιτρόπων ἱκανὸς βίος αὐτοῦ ἀνηλώθη· ἦν γὰρ καὶ
ὁ περιποιητικὸς Διδύμοις καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἐπεθεώρησε, μόνος δὲ Κρόνος ἠναντιώθη. εἶτα ἑξῆς Αἰγόκερως παρέλαβεν ἐπὶ ἔτη κζ΄, Διὸς ἐπικειμένου καὶ ἀγαθοδαιμονοῦντος, ἀκρονύκτου δὲ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένου· καὶ ὅλην μὲν τὴν χρονογραφίαν ἔμπρακτον κατήγαγε καὶ δημοσίας καὶ βασιλικὰς πράξεις
ἐπιστεύθη καὶ γέγονεν ἡγεμόνων καὶ βασιλέων φίλος καὶ ἐκτήσατο πολλὰ ὁμολογουμένως, ἐναντιώματα δὲ καὶ ἀνωμαλίας κατὰ καιρὸν ὑπομένων κατὰ τὰς τῶν κακοποιῶν παραλήψεις ἢ ἐπιμαρτυρίας, ἀπαράμονον δὲ τὴν κτῆσιν διὰ τὸ ἀφαιρετικὸν εὑρῆσθαι τὸν Δία καὶ ἰδίῳ ταπεινώματι. μετὰ δὲ τὸν Αἰγόκερω παραλαβόντος τοὺς
χρόνους Ὑδροχόου Ἄρεος καὶ Ἑρμοῦ μαρτυροῦντος τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων αὐτὸς μὲν τῶν πράξεων ἐπαύσατο, πολλὰ δὲ ἀφελῶς πιστεύσας ἀπώλεσεν, οἰκείοις δὲ καὶ δούλοις τὰς πίστεις ἐνεχείρησεν, ὧν διʼ ἀμέλειαν καὶ σπάνιν χρεωστίαις περιπεσὼν ἔκπτωτος εὑρέθη διὰ τὸ καὶ τὴν καθολικὴν ὑπόστασιν οὕτω
φέρειν. αὐτὸς οὖν Ὑδροχόος ἔλαβεν ἔτη β΄ μῆνας ς΄, εἶτα Ζεὺς ἐνιαυτὸν α΄, εἶτα Ἄρης ἐνιαυτὸν καὶ μῆνας γ΄, εἶτα Ἀφροδίτη μῆνας η΄, εἶτα Ἑρμῆς ἐνιαυτὸν α΄ μῆνας η΄ ἔκτοτε εἰς μείωσιν πολλὴν ἐχώρει τὰ πράγματα· εἶθ᾿ ἑξῆς Σελήνη παρέλαβε ἔτη β΄ μῆνα α΄· ἐν τούτοις ἔδοξέν τινα ἀπειληφέναι τὰ προπεπιστευμένα
καὶ εἰς φίλων βοηθείας τετευχέναι. εἶτα ὁμοίως ἔλαβεν ὁ Ἥλιος ἐνιαυτὸν α΄ μῆνας ζ΄ ἐν Λέοντι καὶ Ἑρμῆς Παρθένῳ ἐνιαυτὸν α΄ μήνας η΄ κακοποιῶν οὖν μαρτυρησάντων τοῖς τόποις καὶ τῷ Ἐρμῇ ἐν τούτοις τοῖς χρόνοις καθῃρέθη· καὶ γὰρ ὁ κλῆρος ἐν 11 ἀποκλίσει εὑρέθη καὶ ὁ κύριος τοῦ τριγώνου τῆς Σελήνης Ἄρης. μετὰ δὲ τὸν τοῦ Ἑρμοῦ ἔλαβεν Ἀφροδίτη μῆνας η΄. ἑξῆς Ἄρης ἐνιαυτὸν μῆνας γ΄, εἶτα Τοξότης ἐνιαυτὸν α΄· καὶ τὸ τέλος ἐγένετο.
θ΄. Περὶ κοσμικοῦ ἐνίαυτοῦ
καὶ τοῦ πρὸς τὴν διαίρεσιν ἐνιαυτοῦ, πόσων ἐκάτερος ἡμερῶν ἑστι και πῶς δεῖ λογίζεσθαι.
ἔτη τότε τὰς διαιρέσεις ποιησόμεθα· οὕτως γὰρ καὶ ἐπὶ τῆς προκειμένης γενέσεως ἐλογισάμεθα. οἷον ἔστω τινὰ κατὰ γένεσιν λγ΄ ἔτη κατάγειν, γεγενῆσθαι δὲ Τυβὶ ιε΄, ζητεῖν δὲ τοῦ λγ΄ ἔτους Μεσωρὶ κ΄. ἔλαβον τῶν λ΄ ἐτῶν τὰς ἀνὰ ε΄· γίγνονται ρν΄ καὶ τῶν δύο τῶν πλήρων ι΄ καὶ τὸ τέταρτον τῶν λβ΄ γίνονται η΄
γίνονται ὁμοῦ ρξη΄. εἶτα ἔλαβον ἀπὸ τῆς ιε΄ τοῦ Τυβὶ ἕως ἧς ζητοῦμεν ἡμέρας Μεσωρὶ κ΄· γίνονται σιε΄ ταύτας προσέθηκα ταῖς ρξη΄ γεγόνασι τπγ΄ ἐκ τούτων ἀφαιρῶ τξ΄ λοιπαὶ κγ΄ ἔσται οὖν ἡ γένεσις κατάγουσα ἔτη κατὰ τὴν διαίρεσιν πλήρη λγ΄ καὶ ἡμέρας κγ΄ ταῦτα τὰ ἔτη καὶ τὰς ἡμέρας ἐν τῇ τῶν χρόνων
ἀφέσει ποιοῦμαι.
ι΄. Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἐκάστου ἀστέρος καὶ τούτων χρήσεις εἰς τὰς γενέσεις.
β΄ ὥρας ιβ΄. Ἄρης ἔτη ιε΄ μῆνας ιε΄ ἡμέρας λζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας γ΄. Ἀφροδίτη ἔτη η΄ μῆνας η΄ ἡμέρας κ΄ ἡμέραν α΄ ὥρας ις΄. Ἑρμῆς ἔτη κ΄ μῆνας κ΄ ἡμέρας ν΄ ἡμέρας δ΄ ὥρας δ΄. Ἐπὰν οὖν εὕρωμεν γένεσιν ἐτῶν ν΄ ἢ ξ΄, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα ἀπὸ κλήρου τύχης ἢ δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ
τὴν περίοδον τῶν ἐτῶν ἐφ᾿ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.
Κρόνος Ζεὺς Λέοντι, Ἄρης Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Διδύμοις, ὡροσκόπος Λέοντι, ὁ κλῆρος τῆς τύχης Ἰχθύσιν, ὁ τοῦ δαίμονος Αἰγοκέρωτι· ἔνθεν καὶ ἡ ἄφεσις ἔστω τῆς τύχης ἀπὸ Ἰχθύων. ζητεῖν τοῦ τετάρτου ἔτους Μεσωρὶ ις΄ σὺν ταῖς ἀνὰ ε΄ ἑκάστου ἔτους. ἐπεὶ οὖν τοῖς Ἰχθύσι τὰ ιβ΄ οὐδέπω ἐμέρισε, δέδωκα
αὐτοῖς ἔτος α΄, εἶτα Κριῷ ἔτος α΄ μῆνας γ΄, Ταύρῳ μῆνας η΄· γίνεται ἔτη β΄ μῆνες ια΄. εἶθ᾿ ἑξῆς δώσει Ἑρμῇ ἔτος α΄ μῆνας η΄ ἔως συμπληρώσεως τῶν τεσσάρων ἐτῶν καὶ μηνῶν ζ΄· οὐδέπω δʼ ἡ γένεσις πεπλήρωκε τοῦτον τὸν χρόνον. ἔστω οὖν χρονοκράτωρ Ἑρμῆς ἤδη ἔχων μῆνας η΄ ἡμέρας ιε΄ γίνονται ἡμέραι σνε΄·
ταύτας δέον ἐπιμερίσαι κατὰ τὸ ἑξῆς· ἐξ ὧν ἑαυτῷ πρῶτον Ἑρμῆς τουτέστι τοῖς Διδύμοις ἔδωκεν ἡμέρας ν΄, εἶτα Καρκίνῳ ἡμέρας ξβ΄ ἥμισυ, εἶτα Λέοντι ἡμέρας μζ΄ ἥμισυ, εἶτα Παρθένῳ ν΄, εἶτα Ζυγῷ κ΄· γίνονται ἡμέραι σλ΄ λοιπαὶ ἡμέραι κε΄ ταύτας Ἄρης ἕξει ἐν Σκορπίῳ ἐκ τῶν τῆς Ἀφροδίτης ἡμερῶν καὶ μέχρι
συμπληρώσεως τῶν λζ΄ ἥμισυ· τὰς οὖν κε΄ ἡμέρας ὁ Ἄρης ἐπιμερίσει τοῖς ἑξῆς· πρῶτον δὲ ἑαυτῷ ἡμέρας γ΄ ὥρας γ΄, εἶτα Τοξότῃ ἡμέρας β΄ ἥμισυ, εἶτα Αἰγόκερῳ ἡμέρας ε΄ ὥρας ιε΄, εἶτα Ὑδροχόῳ ἡμέρας ς΄ ὥρας ς΄, εἶτα Ἰχθύσι ἡμέρας β΄ ἥμισυ· Κριῷ ἡμέρας γ΄ ὥρας λ΄, Ταύρῳ εἰς συμπλήρωσιν τῶν κε΄ ἡμερῶν τὰς
λοιπάς. καθολικὸς οὖν κοσμοκράτωρ Ζεύς, δεύτερος Ἑρμῆς ἀπὸ Διὸς παραλαβών. τρίτος Ἄρης ἀπὸ Ἑρμοῦ, τετάρτη Ἀφροδίτη 13 ἀπὸ Ἄρεος. σκοπεῖν οὖν δεήσει δεήσει τούτους ἐπὶ γενέσειως, τῶς εἰσι κείμενοι καὶ πῶς πρὸς ἀλλήλους σχηματίζονται, καὶ οὔτως ἀποφαίνεσθαι.
ὅθεν ἐπί τινων γενέσεων καθολικὸς μὲν εὑρεθεὶς ἀγαθοπιὸς κοσμακράτωρ ἢ καὶ Ἥλιος ἢ καὶ Σελήνη δόξαν καὶ ἡγεμονίαν περιεποίησεν ἢ καὶ ἀρχὰς ἐπισήμοις καὶ ὡφελείας καὶ συστάσεις μειζόνων. ἐν οἷς χρόνοις κατʼ ἐπιμερισμὸν κακοποιὸς παραλαβὼν τὴν ἐπιδιαίρεσιν ἀσθενείας σωματικὰς ἢ καὶ κινδύνους ἐποίησεν
ἢ καὶ ἄλλως ἡμέρας παραλαβὼν καὶ ἐναντιωθεὶς τῷ καθολικῷ χρονοκράτορι ἢ ἀνοικείως σχηματισθεὶς κατὰ γένεσιν καὶ κατὰ πάροδον ταραχὰς καὶ φόβους καὶ ζημίας κατεσκεύασε. καὶ ἐὰν μὲν ὁ καθολικὸς χρονοκράτωρ ἐπὶ γενέσεως κακῶς τύχῃ κείμενος ἤ ὑπὸ κακοποιῶν κατοπτευόμενος, ἐν ταῖς τούτων κατ᾿ ἐπιδιαίρεσιν
ἡμέραις καθαιρεθήσονται ἢ κινδυνεύσουσιν ἢ ἐναντία γενήσονται. ἐὰν δὲ τούτων παραλαβόντων ὁ καθολικὸς χρονοκράτωρ ἐν χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος παροδικῶς, ἐπισκυλέντες τῷ βίῳ καὶ τῇ δόξῃ ἄπταιστοι διαμενοῦσι. δεῖ δὲ καὶ ἐπὶ τῶν ἡμερησίων διαιρέσεων συνδέσμου λύσιν μετὰ τὸ
συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας φκη΄ τὰς λοιπὰς ἐν τῷ διαμέτρῳ τῆς ἀφέσεως ποιεῖσθαι ἐφεξῆς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν κατὰ λεπτομέρειαν ἡμερῶν καὶ ὡρῶν μετὰ τὸ συμπληρωθῆναι τοῦ κύκλου ἡμέρας μδ΄ τὰς λοιπὰς ἐκ τοῦ διαμέτρου κατὰ τὸ ἑξῆς ἀπολύειν.
ια΄. Περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ μερικῆς ἀγωγῆς.
ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δʼ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων 14 ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ?ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων
δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δʼ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκη τὴν ἐπιμονὴν
ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ι΄ καὶ μῆνες θ΄, ἄλλοι δὲ πρὸς τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς
ἐσήμαινον — ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι β΄ ἢ ι΄ ἢ ζ΄, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις
οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὅν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυάνδρου
συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἐστιν οὔτε ἔσται· ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον.
τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυλάσσουσιν
οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δὲ τις καὶ μετὰ θάνατόν ἐστι
κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν εἰ καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ
συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παραλαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι
μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν
ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετʼ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονογραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς
ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρισιν ποιεῖσθαι.
πάντες οὖν οἱ ἀστέρες καὶ ὁ ὡροσκόπος καὶ Ἥλιος καὶ Σελήνη παραδώσουσιν ἀλλήλοις καὶ ἀντιπαραλήψονται. ἔστω δὲ ἐπὶ ὑποδείγματος, ἵνα σοφωτέραν τὴν εἴσοδον ποιησώμεθα, Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ· ζητοῦμεν ἔτος
λε΄. ἀφεῖλον δωδεκάδας δύο, ἃ ἐστιν κδ΄ λοιπὰ ια΄· λογιζόμεθα οὖν τὰ ια΄ ἀπὸ ποίου ἀστέρος ἐπὶ ποῖον φθάνει· εὕρομεν οὖν ἀπὸ τοῦ ὡροσκόπου καὶ Ἄρεος ἐπὶ Κρόνον ἐν Καρκίνῳ καὶ πάλιν ἀπὸ Σελήνης ἐπὶ Ἄρεα τὰ ια΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην. αὗται πᾶσαι αἱ παραδόσεις ἐνεργοῦσιν ἐν τῷ λε΄ ἔτει· καὶ καθʼ
ἣν ἕκαστος τῶν ἀστέρων ἀποτελέσματος δύναμιν ἔχει, ἀποτελέσει ἤτοι ἀγαθὴν ἢ φαύλην ἐν ταῖς παραδόσεσιν, ἃς ἐν τῷ προϊόντι λόγῳ σημανοῦμεν.
τὸ βραβεῖον ἀπονέμειν· ἐὰν δὲ ἐξ ἴσου, ἀνώμαλον καὶ ποικίλον τὸ ἔτος κριθήσεται. καθολικῶς μὲν οὖν ἐπὶ πάσης γενέσεως δεήσει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου διεκβάλλειν τοὺς ἐνιαυτούς, καὶ ἐὰν εἰς κενοὺς τόπους ἐκπέσωσι, τοῖς κυρίοις τῶν ζῳδίων ἔσονται παραδεδωκότες. αὗται αἱ τρεῖς ψῆφοι πολλὴν
δύναμιν ἔχουσι, πότερον εἰς ἀγαθοποιοὺς ἡ παράδοσις γέγονεν ἢ εἰς κακοποιοὺς ἢ καὶ εἰς ἐπικέντρους ἢ χρηματιστικοὺς τόπους ἢ ἐκκέντρους. εἶθ᾿ οὕτως σκοπεῖν καὶ τὴν τῶν ἄλλων ἀστέρων παράδοσιν· ἐὰν γὰρ κακοποιοὶ τὸ ἔτος διακρατῶσιν, αἱ δὲ τρεῖς ἀφέσεις ἀγαθοποιΐας δύναμιν ἔχωσιν, ἐστι μὲν τὸ ἔτος πρακτικὸν
καὶ ἐπίσημον, μετὰ δέ τινος ἀμφιλογίας καὶ φόβων καὶ σκυλμῶν. ἐὰν δὲ μηδεὶς τῶν ἀστέρων ἀστέρι παραδώσῃ, ἀλλʼ εἰς κενοὺς τόπους ἡ διαίρεσις φέρηται, δεῖ καὶ τοῖς κενοῖς τόποις προσέχειν· καὶ μάλιστα ἐὰν κατʼ ἐπέμβασιν ἐπῶσί τινες, παραλήψονται· καὶ ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν καὶ ἀπὸ τοῦ δαίμονος
καὶ ἔρωτος καὶ ἀνάγκης· ἐκ τούτων γὰρ καὶ τὰ καιρικὰ πάθη καὶ αἱ εὐεργεσίαι καὶ οἱ κίνδυνοι παραλαμβάνονται. φυσικώτερον δὲ 17 καὶ ἀπὸ τῶν κέντρων δεῖ ἐκβάλλειν καθάπερ γὰρ καὶ ἐπὶ τῶν καθολικῶν καὶ κοσμικῶν, εὑρίσκεται τὸ ὅμοιον καὶ ἐπὶ τῶν ἀνθρώπων. ἐκ γὰρ τῆς τοῦ κυνὸς ἐπιτολῆς τὸ ἔτος καὶ τὰ δ΄ κέντρα ἀνακυκλεῖται διὰ τῆς τετραετηρίδος, πλὴν ἐν διαφόροις οἱ ἐνιαυτοὶ
γίνονται παρὰ τὰς τῶν ἀστέρων σχηματογραφίας καὶ φάσεις καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις. ὁμοίως δὲ καὶ ὁ Ἥλιος τετραγωνίσας ποιεῖ κινήσεις μεγίστην ἐλαχίστην δύο μέσας καὶ τὸν κύκλον διὰ δ΄ τροπῶν διευθύνει· ἔστι δὲ καὶ Σελήνης σχήματα φυσικὰ δ΄, σύνοδος διχότομος πανσέληνος διχότομος β΄· καὶ αὐτὸ δὲ τὸ κοσμικὸν
καὶ ἐπίγειον κατάστημα ἐκ δ΄ στοιχείων καὶ ἐκ δ΄ ἀνέμων συνέστηκεν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἀναγκαῖον καὶ ἐπὶ τῶν γενέσεων τὰ δ΄ κέντρα χρηματίζειν καὶ ἀπολύειν ἀπʼ αὐτῶν τοὺς ἐνιαυτοὺς καὶ συγκρίνειν τούς τε κατὰ γένεσιν ἀστέρας καὶ τὰ ἰδιώματα τῶν κέντρων καὶ τῶν ζῳδίων. δεῖ δὲ καὶ τὴν κοσμικὴν σύνοδον προγινώσκειν
καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν καὶ τὴν ὥραν, εἰ τροπικῶς ὡροσκοπεῖ, καὶ τὸν τῆς τοῦ κυνὸς ἀνατολῆς κύριον· οὕτως γὰρ καθολικὸς ὁ τοῦ ἔτους οἰκοδεσπότης κριθήσεται, κυκλικοὶ δὲ οἱ τῶν τόπων κύριοι. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστης γενέσεως καὶ ἀντιγενέσεως καθολικὸς μὲν ὁ τοῦ ἔτους κύριος, κυκλικὸς δὲ ὁ τῶν
συνόδων ἢ πανσελήνων. δεῖ οὖν συγκρίνειν, εἰ ὁ καθολικὸς καὶ κοσμικὸς τῷ τῆς γενέσεως καθολικῷ προσοικείωται ἢ ὁ αὐτός ἐστιν, ὁμοίως δὲ καὶ εἰ οἱ κοσμικοὶ κυκλικοὶ τῆς γενέσεως σύμφωνοι ἢ οἱ αὐτοί. πρὸς ἐπὶ τούτοις δὲ καὶ τὰς ἐκλείψεις παρατηρητέον, ἐν ποίοις τόποις τῆς γενέσεμως γεγόνασιν, ἤτοι
χρηματιστικοῖς ἢ ἀχρηματίστοις, ἔτι δὲ καὶ τὰς ἀνατολὰς καὶ τὰς φάσεις τῶν ἀστέρων· ἐκ γὰρ τούτων καὶ ἐπίσημοι γενέσεις καὶ ἡγεμονικαὶ καὶ βασιλικαὶ τὴν διάκρισιν καὶ τὴν μεταβολὴν τῆς πράξεως ἢ καὶ τῆς δόξης ἕξουσι, μεγάλα τε καὶ θαυμαστὰ ἀποτελέσματα συμβαίνειν εἴωθεν, τινὰ μὲν εἰς ἀνυπέρβλητον τύχην
ὑψούμενα, τινὰ δὲ εἰς ταπεινὴν καὶ εὐκαθαίρετον τύχην χωροῦντα.
τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπʼ αὐτοῦ τὴν ἄφεσιν τῶν 18 ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν
δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρικῶν,
ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες
τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παῤ ἐκείνου
τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς.
ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρχματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτʼ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπʼ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά ἐστιν ὡροσκόπος ἢ μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη
κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπὰ. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθʼ ὃ τριγωνικὸν
σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται ἐὰν δέ πως ἐπὶ γενέσεως μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἐνὶ ζῳδίῳ τετευχότων, 19 παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὅ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἐνὶ ζῳδίῳ εὑρεθῶσιν γ΄ ἢ δ΄ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς
χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δʼ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐὰν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον.
ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφʼ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως
εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθήσεται.
ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὡφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις
κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενήσονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται.
συγκρίνειν· τῷ ἑτέρῳ κύκλῳ περὶ συνηθείας ἢ καὶ ἑτέρου γάμου ἢ ὅσα ποτὲ γυναιξὶν ἀνῆκε τὴν φροντίδα ποιήσει. ἕτερος δὲ ἐστρατεύσατο· πάλιν τῆς αὐτῆς παραδόσεως γενομένης περὶ 20 προκοπῆς ἢ μεταβολῆς ἢ στρατιωτικῆς πράξεως ἐνεργήσει. ἐὰν οὖν καὶ ἡ καθολικὴ ὑπόστασις προκοπτικὴ τυγχάνῃ, κατʼ ἐκείνους τοὺς καιροὺς προκόψει μάλιστα, ἐὰν ἀγαθοποιοὶ διακρατῶσι· μεγάλης δὲ τῆς γενέσεως οὔσης καὶ ἡγεμονεύσει ἢ ἐπιτροπεύσει ἢ ἐξουσιαστικῆς τάξεως μεθέξει. κατὰ δὲ τὴν ἀκολουθίαν τῆς
γενέσεως συναρμόζεσθαι δεῖ τὰ ἀποτελέσματα. ἕτερός τις ἐτέκνωσε κατά τινας χρόνους· τῆς αὐτῆς παραδόσεως γενομένης καὶ τῆς ἀκμῆς ἢ τῆς ἡλικίας ἐπιτρεπούσης πάλιν τέκνωσιν ἢ σωμάτων ἀγορασμὸν ποιήσεται ἢ ἀναθρέψει τινὰς ἐν τέκνων μοίραις ἢ καὶ ἀλλοτρίων τέκνων φροντίδα ποιήσεται. ἄλλος δέ τις ἐν ἀρχῇ καὶ
προστασίᾳ ὄχλων ἐγένετο· τῆς αὐτῆς χρονογραφίες γενομένης καὶ τῆς γενέσεως καλὴν ὑπόστασιν ἐχούσης μεγάλας τὰς ἀρχὰς καὶ ἐπισήμους ἀναδέξεται, μετρίας δʼ οὔσης μετὰ τῶν τοιούτων ἀναστρέψει ἢ φαντασίαν ἕξει ἀρχῆς ἢ προεδρίας. ὁμοίως τις ἐν καταδίκη ἢ συνοχῇ ἐγένετο· τῆς αὐτῆς παραδόσεως γενομένης
ἀγαθοποιῶν μὲν ἐπιμαρτυρησάντων τῆς συνοχῆς ἢ αἰτίας ἀπαλλαγήσεται, κακοποιῶν δὲ διά τινα κακουργοτέραν ἐγχείρησιν ἢ κατηγορίαν ἐπίφθονον τῇ αἰτίᾳ ἐπιμενεῖ ἢ καὶ χειρόνως διάξει. καὶ τὰ λοιπὰ δέ, ὅσα ποτὲ ἐν βίῳ συντελούμενα τυγχάνει, γενήσεται κατὰ τὰς παραδόσεις, ἐνδιάφορα δὲ διὰ τὰς καθολικάς χρονογραφίας
ταὶ τὰς ἀντιγενέσεις καὶ τὰς ἐπεμβάσεις καὶ φάσεις τῶν ἀστέρων τάς τε πρὸς ἑκάτερον ἀνομοίους σχηματογραφίας. ἐπὰν γὰρ ἐπεμβῶσιν οἱ κατὰ καιρὸν ἀστέρες ἐπὶ τοὺς παραδιδόντας κατὰ γένεσιν ἢ παραλαμβάνοντας ἢ εἰς τὰ κέντρα, ἐκ τῆς ἰδίας φύσεως συνεπιμερίζουσι καὶ αὐτοὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον ἢ καὶ ἐνεργέστερον τὸ ἀποτέλεσμα ἢ κωλυτικὸν ποιήσουσι. τὸ δὲ βέβαιον κρινοῦμεν, ὅταν σύμφωνον σχῆμα ὁ κατʼ ἐπέμβασιν πρὸς τὸν
παραδιδόντα ἔχῃ ἢ οἱ αὐτοὶ οἱ παραδιδόντες τοῖς παραλαμβάνουσιν ὅμοιον σχῆμα οἷον καὶ ἐπὶ γενέσεως. εἰ δὲ τὰ χρονικὰ ἄλλο τι σημαίνοιεν, ὁ δὲ ἐνιαυτὸς καὶ ἡ ἐπέμβασις ἄλλο, μεσότης τῶν τελουμένων ἔσται. καθολικῶς δὲ πᾶς ἀστὴρ ἐν τῇ παραδόσει ἢ τῇ παραλήψει δύνων ἄπρακτος καὶ κωλυτικὸς καθίσταται· καὶ
ἐὰν ἀγαθοποιὸς εὑρεθῇ, φαντασίας μόνον παρέχει· ἐὰν δέ πως καὶ αἱ τρεῖς ἀφέσεις Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἀνόμοια σημαίνοιεν, ποικίλον ἔσται τὸ ἔτος. πολλάκις μὲν οὖν ἐπὶ τῆς αὐτῆς αἱρέσεως παραδόσεως μὴ οὔσης οἱ καθολικοὶ χρόνοι μεγάλα καὶ ἐπίσημα ἀποτελέσματα ἐμήνυσαν· ὅθεν τὴν ἀρχὴν ἐκεῖθεν
λαβόντας τότε ἐπὶ τοὺς ἐνιαυσιαίους χρόνους δεῖ χωρεῖν.
κατὰ εἰδος τοῦ ἀποτελέσματος ἐνεργεθτέρα γενομένη θαυμαστὸν ὄρον ἀποτελεῖ· ἐὰν οὖν τις νηπτικῶς προσέχῃ τοῖς μέλλουσι λέγεσθαι τόποις ταῖς παραδόσεσι διὰ τῆς συγκρατικῆς θεωρίας τῆς τε τοῦ ἀστέρος καὶ τοῦ ζῳδίου ἐνεργείας, ἄπταιστος διαμενεῖ.
ιβ΄. Περὶ τῶν ὀνομασιῶν τῶν ιβ΄ τὁπων καὶ περὶ τῆς δωδεκατρόπου.
τόπος. γ΄ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δ΄ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρόσωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχή μυστικὰ πράγματα. ε΄ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ
τινος ἥ εὐεργεσίας. δούλων σίνους ἔχθρας πάθους ἀσθενείας . η΄ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θ΄ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφμων πραγμάτων κοινωνίας. ι΄ πράξεως δόξης
προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ια΄ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβ΄ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας.
συνεργήσει δὲ καὶ ἡ τοῦ διαμετροῦντος τόπου φύσις. ἐπὰν οὖν παράδοσις ἐνιαυτοῦ εὑρεθῇ, σκοποῦμεν ἐπὶ ποίου τόπου ὁ παραδιδούς τυγχάνει καὶ ἐπὶ ποίου ὁ παραλαμβάνων κατὰ τὴν προκειμένην δωδεκάτροπον, καὶ κατὰ τὴν οἰκειότητα τοῦ ζῳδίου καὶ τοῦ τόπου ἀποτέλεσμα ἀποφαινόμεθα, τῆς παραδόσεως τῶν ἀστέρων 22 ἰδίαν ἀποτελεσμάτων δύναμιν ἐχούσης, ἦν τῳ τέλει τῶν διαιρέσεων τάξομεν. οῖον ἐὰν Κρόνος ῆ Ἄρης ἐπὶ τοῦ ὡροσκόπου ὄντες παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἐροῦμεν κατʼ ἐκεῖνο ἔτος σωματικὴν ὄχλησιν ἤ κίνδυνον ἤ αἱμαγμόν· ἐὰν δὲ τῳ ζ ἀπὸ ὡροσκόπου, παρατροπὴν διὰ γυναῖκα ἢ κίνδυνον γυναικὸς
ἦ διὰ γάμον ἐπιταράχους αἰτίας· ἐὰν δὲ τῷ θ΄ ἀπὸ ὡροσκόπου, ξενιτείαν ἐπισφαλῆ καὶ ἐπὶ ξένης σκυλμὸν ἢ ἀπὸ ξένων προδοσίας· ἐὰν δὲ τῷ ιβ΄, διὰ δούλους λύπην ᾔ ἐχθρῶν ἐπαναστάσεες· ἤ δσα ἕκαστος τόπος ἀποτελεῖ, περὶ ἐκεῖνα ὁ ἀστὴρ ἐνεργήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσι τοῖς τόποις, ἀγαθόν τι σημαίνουσιν, οἷον
δόξας ὠφελείας ἀγορασμούς καταθυμίους ξενιτείας· κατὰ δὲ τοὺς παραλαμβάνοντας καὶ ἐπιμαρτυροῦντας τοῖς τόποις καὶ αἱ διακρίσεις ἔσονται, πλὴν ἔκ τε τοῦ παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος καὶ τῶν τόπων εῖδος τοῦ ἀποτελέσματος καὶ ἡ ἔκβασις τῶν πραγμάτων κριθήσεται. προβλέπειν δὲ δεῖ καὶ τὸν κύριον τοῦ
παραδιδόντος ἥ παραλαμβάνοντος, ὁποίῳ ζῳδίῳ τέτευχε· καὶ οὗτος γὰρ ἐνεργήσει καὶ πρὸς τὸ εῖδος καὶ τὸ ἀποτέλεσμα ἔσται. δὲ δεύτερον ζῴδιον ἀπὸ ὡροσκόπου καὶ η΄ ἀργὸν καὶ θανατικὸν κριθήσεται· ὲν τούτοις παράδοσις ἥ παράληψις δταν γένηται, ἐκ θανατικῶν προφάσεων ὠφελοῦνται, καὶ μάλιστα
ὅταν ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι,μείζονεςώφέλειαι γενήσονται· εἰ δὲ καὶ κακοποιοί, κρίσεις ἀμφιλογίαι ἔσονται ἕνεκα τῆς κατα καὶ ἐπικίνδυνον ἔτος καὶ ἐπίλωβον ἢ ἄπρακτον. ἐσθʼ ὅτε μὲν οὖν τῶν κακοποιῶν μόνων ἐπόντων ἢ σὺν Ηλίῳ ἢ Σελήνῃ ἦ Ἑρμῇ, καὶ φονικὰ ἐγκλήματα ἀναλαμβάνουσι καὶ καθʼ ἑαυτῶν
κινδυνῶδές τι μηχανῶνται. ἐὰν δὲ καὶ τῆς Ἀφροδίτης ἐπῇ ἤ μσρτυρῇ, ἕνεκα φαρμακείας ἐπιταράσσονται ἥ ὡς ἐπίβουλοι διαβάλλονται. πλὴν θανάτου καὶ καταλείψεως δηλωτικοὶ οἱ τόποι τοῦ Κρόνου, κατὰ τὴν πρὸς Δία παράδοσιν κληρονομίας καὶ ὠφελείας ἐκ νεκρῶν ἀποτελοῦντες· ἐὰν οὖν καὶ αὕτη ἡ παράδοσις
συνδράμῃ τῇ πρὡτῃ χρονογραφίᾳ, ἀπαραβάτως κληρονομίαι καὶ μεγάλαι ὠφέλειαι ἔσονται κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ἐὰν δὲ τῆς διαιρέσεως οὔσης ταῖς Ἅιδου πύλαις τύχῃ ἡ αὐτὴ παράδοσις ἀπὸ Κρόνου καὶ εἰς Διὸς οῖκον, κληρονομία ἔσται. ἐὰν δὲ κατὰ μόνας ἡ παράδοσις ἔλθῃ, καὶ ὠφέλεια ἀπὸ νεκρικῶν· ὁμοίως δὲ
23 κἂν τῷ αὐτῷ ζῳδίῳ ὄντες Κρόνος καὶ Ζεὺς παράδοσιν ἢ παράληψιν ποιήσωνται. ἀπὸ ἀγαθοῦ δαίμονος ἥ ἀγαθῆς τύχης ἥ κλήρου ἐἀν γένηται παράδοθις ἀγαθοποιῶν ἐπόντων, ἔσονται κληρονομίαι ἥ δωρεὰ ἥ ἀγαθοῦ τινος πρόφασις. ἐὰν δέ πως οἱ θανατικοὶ
τόποι τοῖς ἀποκλίμασι τὴν παράδοσιν ποιήσωνται ἤ καὶ τὰ ἀποκλίματα τοῖς θανατικοῖς, ἐπὶ ξένης ἀπὸ ξένης θάνατόν τινος ἀκούσονται· τὰ γὰρ δ΄ ἀποκλίματα ξένων καὶ δούλων τόπον σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ Δίδυμοι καὶ ὁ Τοξότης καθολικῶς ἐπὶ πάσης γενέσεως τὸν περὶ δούλων τόπον σημαίνουσι διὰ
κοσμικόν· ὡροσκοποῦντος γὰρ Καρκίνου ὁ περὶ δούλων τούτοις καταλήγει. ἐὰν οὖν ἑτέρῳ τις ζῳδίῳ τὸν περὶ δούλων τόπον ἔχῃ, δὲ τούτοις εὑρεθῶσι κακοποιοί, ἀπὸ δούλων ταραχάς καὶ ἀδικίας ὑπομενοῦσιν, ἔτι δὲ καὶ ζημίας καὶ θανάτους καὶ δρασμούς, καὶ μάλιστα τοῦ Χρόνου γενομένου κατὰ τούσδε τοὺς τόπους· ἐὰν
δὲ ἀγαθοποιοὶ ἐπῶσιν, εὐνοηθήσονται καὶ ἐκ τῶν τοιούτων ὠφεἰείας παραδέξονται καὶ αὐτοὶ δὲ εὐεργέται εἰς αὐτοὺς γενήσονται ῃ καί τινας ἀναθρέψουσιν τέκνων μοίραις. αὐτὸ δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποκλιμάτων νοείσθω.
ιγ΄. Περὶ τῆς ἀπὸ ὑψὡματος εὶς ῦψωμα παραδόσεως.
ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἤ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἥ ὑψωμάτων ἥ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν, μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων,
θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχειρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ηλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων
ἐναντιουμένων καὶ ἀνοικείως ἐθχηματισμένων, Ερμοῦ δὲ παρεμ- 24 πλεκομένου κατηγορίας καὶ ἐναντιώματα καὶ μεγάλους κινδύνους καὶ ἐπιβουλὰς καὶ θορύβους καὶ καθαιρέσεις ἐπάγουσιν. ἐὰν δέ πως ἐπʼ ἀλλοτρίων ὑψωμάτων ἢ ἰδίων ἀνοικείως παράδοσιν παράληψιν ποιήσωνται, ἀπὸ ὕψους ἢ τετραπόδων καταρριπτοῦσι τραύμασί τε καὶ αἰμαγμοῖς ἢ ἐπικινδύνοις νόσοις περιτρέπουσιν
ἐμπρησμοῖς τε ἥ ναυαγίοις περιτρέπουσι· τῆς δὲ γενέσεως βοηθουμένης καὶ ὑπόστασιν χρόνων ἐχούσης τῷ βίῳ καθαιροῦσιν τῇ δόξῃ. παρατηρητέον οὖν, εἰ οἱ τῆς αἱρέσεως ἡμερινῆς ἢ νυκτερινῆς ὄντες τοῖς λοιποῖς σχηματίζονται· ἐνεργέστεροι γάρ πρὸς ἀγαθὸν καὶ αὐτοὶ ὑπάρχουσι τῶν λοιπῶν ἀστέρων καὶ κατὰ
τὰς οἰκείας παραδόσεις ἤ ἐπεμβάσεις μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται· εἰ δὲ ἄλλως, κωλυτικοὶ καὶ ἐγκοπτικοὶ δόξης καὶ ὠφελείας. κατὰ τοῦτο δὲ κακοποιοὶ ὠνομάσθησαν, ἐπεὶ ζωῆς παραιρέται εἰσί, πρὸς δὲ τὰ λοιπὰ εὐεργετικοί· ἐπεὶ καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης ταῖς παραδόσεσιν ἤ ἐπεμβάσεσι
δυτικοὶ καταλαμβανόμενοι ἢ ἀνοικείως ἤ παραπεπτωκότες ἐπιτάραχον τὸν χρόνον καὶ δύσπρακτον καὶ ὑπερθετικὸν ἀποτελοῦσι καὶ τῶν προσδοκωμένων ἐλπίδων ἤ ὠφελειῶν παραιρέται γίνονται, πρὸς ἐπὶ τούτοις δὲ καὶ ζημίας ἐπάγουσι καὶ ψυχικάς βασάνους καὶ τοῖς διαπρασσομένοις κακίσεις.
ιδ΄. Περὶ φάσεως τῶν ἀστέρων καὶ ἐπεμβάσεως.
ἀνατολὴν ποιήσωνται, προφανῶς τάς πράξεις ἀποτελοῦσι· ἡ γὰρ δύναμις αὑτῶν τότε διεγείρεται καὶ κἄτι τὴν ἰδίαν φύσιν ἕκαστος ἴδίον ἀποτελεῖ, ὁποίας γὰρ δυνάμεως καὶ ἀποτελέσματος κυριεύει κατὰ γένεσιν ἢ ὅ δηλοῖ ὁ ἐνιαυτὸς ἐφʼ οὖ ἐστι ζῳδίου, ἐκείνου ἐνεργήσει ἀποτέλεσμα. ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν
ἐπέχωσι καὶ ἀναποδιστικοὶ εὑρεθῶσι, τά τε προσδοκώμενα καὶ τὰ πράγματα καὶ τάς ὠφελείας καὶ τὰς ἐγχειρήσεις ὑπερθέσει ποιοῦσιν. ὁμοίως δὲ καὶ ταῖς ἀκρμρνυχίαις ἀσθενέστεροι καὶ ἐμποδιστικοὶ γενήσονται, φαντασίας μόνον καὶ ἐλπίδας προδεικνύντες. 25 εἰ δέ πως δεύτερον στηρίζοιεν, τάς μὲν ὑπερθέσεις διεκλύουσι καὶ εἰς τὰς αὐτἀς πράξεις ἀποκαθιστῶσι καὶ εἰς εὐστάθειαν καὶ κατόρθωσιν τοῦ βίου ἄγουσιν ἐὰν δὲ ὑπὸ δόσιν φέρωνται, ἐγκοπὰς καὶ λύπας τοῖς διαπρασσομένοις ἐπάγουσιν,
ἔτι δὲ καὶ σωματικούς κινδύνους καὶ ἀσθενείας καὶ κρυπτῶν τόπων πόνους. πολλάκις δὲ καὶ δόξας ἥ μεγάλας ἐλπίδας προδείξαντες ἐπὶ τὀ χεῖρον ἐτράπησαν. ἐπὰν οὖν κακοποιοῦ τι κατὰ γένεσιν ἀποτελοῦντος καὶ τὸν ἐνιαυτὸν ἔχοντος κατʼ ἐπέμβασιν κακοποιὸς ἐπεμβῇ, ἐπίτασιν τοῦ κακοῦ ποιήσεται· εἰ δὲ ἀγαθοποιός, παρηγορίαν
τινὰ καὶ βοήθειαν. τὀ ὅμοιον δὲ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν νοείσθω· ἐπὶ πάσης δὲ γενέσεως ἐξαιρέτως ὁ τοῦ Διὸς ἀστὴρ κατʼ ἐπέμβασιν γενόμενος ἐπὶ τοὺς ἐνιαυτούς ἢ τὰ τούτων τετράγωνα ἤ διάμετρα καλῶς μὲν ὄντων τῶν χρόνων ἢ χρηματιστικοῖς τόποις μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελεῖ, καὶ μάλιστα ἀνατολικὸς
γενόμενος μᾶλλον ἐπισχύσει τῶν δοκούντων ἐπικρατεῖν τούς χρόνους· κακῶν δὲ ὄντων καὶ αὐτὸς κατʼ ἐπέμβασιν γενόμενος ἀσθενέστερος γενήσεται καὶ τὰς εὐεργεσίας καὶ δόξας ὑπερθέμενος μετέμωρος γενήσεται· εἰ δὲ ἀνατολικὸς τύχῃ, μετρίως παρηγορήσει ἢ ὠφελήσει.
ιε΄. Περ ὶ τρίτου καὶ ἐνάτου τόπου ἀπὸ ὡρο σκόπου.
ξενιτεύσουσι. τινὲς μὲν οὖν τούτοις τοῖς τόποις χρῃματίζονται ἀπὸ θεοῦ καὶ τὰ μέλλοντα προγινώσκουσι καὶ θεῷ ἐκθυσίας ἡ εὐχὰς ῇ ἀναθήματα κατασκευάζουσι, τινὲς δὲ καὶ διὰ θεοῦ πρόνοιαν σθενειαν ἢ συνοχὴν ἢ αἰτίαν ἢ πάθος ἢ κίνδυνον οἱ ἐκφυγόντες θεῷ εὐχαριστοῦσιν. ὑποστάσεως δὲ μεγάλης οὔσης καὶ
τῶν καθολικῶν χρόνων συνεπισχυόντων ἀπὸ βασιλέως δωρεὰς λαμβάνουσι καὶ πίστεις ἡγεμονικὰς ἢ ἐξουσίας, ἡ πραγμάτων καὶ αἰτίας διὰ βασιλικῆς τύχης ἐκπλοκὴν ποιησάμενοι ἐπίδοξοι καθίστανται· οἱ δὲ καὶ ναῦς ἢ ἱερὰ ἥ βασιλέων τύπους κατασκευάσαντες ἀείμνηστον φήμην ἀναλαμβάνουσι. κακοποιῶν δὲ ἐπόντων ἤ μαρτυρούντων 26 τοῖς τόποις ἐπηρεάζονται ἐπὶ ξένης καὶ ζημίαις ἤ ἐνδείαις περιπίπτουσι καὶ οὐ διευθύνουσι κατὰ τὴν ξένην, πλάναις δὲ καὶ κινδύνοις περιτρέπονται καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχοντες διατελοῦσι μεμφόμενοι τὴν ἰδίαν εἱμαρμένην. τινὲς δὲ καὶ κατʼ ἐκείνους τοὺς χρόνους ἀρνοῦνται τὰ θεῖα καὶ ἐτεροσεβοῦσι ἤ
ἀθεμιτοφαγοῦσιν· οἱ δὲ καὶ προγνώσει γίνονται καὶ χρηθμοδοσίαις ἢ μαντείαις ἢ ὡς μανιώδεις λαμβάνονται· οἱ δὲ καὶ μείζονι τύχη καὶ δόξη καθεστῶτες ἀπὸ ξένης ἤ ἀπὸ ξένων ταραχὰς ἀναδέχονται περιβοησίας τε καὶ ὄχλων ἐπαναστάσεις ἤ πόλεων, ὦν χάριν κίνδυνον οὐ τὸν τυχόντα διὰ τὴν περὶ αὐτῶν πίστιν
ὑπομένουσιν ἔχθρας τε καὶ προδοσίας· ἔσθ᾿ ὅτε μὲν οὖν καὶ κατηγορίαις περιπεσόντες καὶ βασιλικοῖς φόβοις καθαίρεσιν δόξης καὶ βίου κομίζονται.
ις΄. Περὶ ἀνωμ αλίας γενέσεων.
καὶ τὴν τάξιν ἐπιγνόντας οὕτως καὶ τἀς τῶν ἀστέρων καὶ τῶν ζῳδίων ἁρμόζεσθαι φύσεις, ἶνα μὴ αὐτὸ ἀποτέλεσμα ἐπὶ τῶν μετρίων καὶ ἐνδόξων λέγηται, ἀλλὰ διάφορον. καὶ γὰρ ἕκαστος ἀστὴρ καὶ ἕκαστον ζῴδιον καὶ μετρίαν ἔχει φύσιν εὐεργεσίας ἤ κακώσεως καὶ ἔνδοξον ἐπέχει ἤ μείζονα κάκωσιν· ὅθεν καὶ μεγάλων
ἀγαθῶν αἴτιοι καθίστανται, ὁτὲ δὲ κακῶν. ἐπὰν οὖν ἐπίσημον καὶ λαμπρὰν ὑπόστασιν εὕρωμεν διαφυλασσομένην ὑπὸ τῆς τῶν ἀγαθῶν μαρτυρίας ταῖς χρονικαῖς παραδόσεσικακοποιῶν ἐχόντων τούς χρόνους ἡ καὶ κατὰ τὴν ἐπέμβασιν τοῖς κέντροις ἡ χρηματιστικοῖς τόποις ἐπεληλυθότων, οὐδὲν λέγομεν ἄτοπον πείσεσθαι
τὴν γένεσιν τὰς δὲ οἰκονομίας ὡς παντελῶς ἀτάκτως διοικήσει καὶ περιβοησίας ἤ ψόγους ἀναδέξεται ἔν τε θορύβοις καὶ φόβοις γενήσεται. ἐὰν δέ πως ὁ Ἥλιος ἤ ἡ πανσέληνος κακωθῇ, παράνομόν τι καὶ βίαιον διαπραξάμενοι ταραχάς τε καὶ πολυθρυλήτους χάριν ἐπιθορύβως διάγουσιν. ἐπὶ τῶν οὖν τοιούτων συγκρίνειν 27 δεήσει τὴν τῶν ἀγαθοποιῶν συμπαρουσίαν ἡ μαρτυρίαν, ἵνα αἱ αἰτίαι παρεκδράμωσιν, ἤγουν καθαιρέσεις καὶ ἀτιμίας προλέγειν. ἐὰν δὲ μόνη ἡ Σελήνη ἤ ὁ ὡροσκόπος κακωθῇ, διὰ σκυλμούς σωματικούς καὶ ἐπισφαλεῖς νόσους ἀφαντασίωτος ἡ τῆς ἀρχῆς δόξα γενήσεται
ἀνιαρά τε καὶ ἐπώδυνος τοῖς κεκτημένοις. ἐὰν δέ πως ἡ ὑπὁστασις τῆς γενέσεως ἄπρακτον καὶ ἰδιοπράγμονα βίον διάγουσα εὑρεθῇ, οὔτε ταῖς τῶν χρόνων παραδόσεσιν οὔτε ταῖς τῶν κατʼ ἐπέμβπσιν σχηματογραφίαις χρή λέγειν ποικίλα καὶ παράδοξα πράγματα οὔτε καινοποιίας πράξεων ἤ μεταβολάς, οὔτε τούς πάνυ
εὐδαίμονας οἱ κακοποιοὶ ἐπεμβάντες εἰς τοὺς χρηματιστικοὺς τόπους καταβλάψουσιν οὔτε μὴν οἶ ἀγαθοποιοὶ τοὺς μετρίους ὠφελήσουσι διὰ πρόληψιν καθολικὴν ὑπάρχειν, ἣν ἀλλάξαι τὰ κατά μέρος οὐ δύνανται. εἰσὶ μὲν οὖν πολλαὶ γενέσεις ἀπὸ μεγάλης τύχης καὶ δόξης εἰς ταπεινότητα κατερχόμεναι, ἄλλαι δὲ
ἀπὸ μετρίας τύχης καὶ ἀπὸ γένους ἀδόξου εἰς εὐδαιμονίαν καὶ περιφάνειαν καταντῶσαι. ἐπὰν οὖν εἰς ὕψος φερομένη ἡ γένεσις εὑρεθῇ ἐκ τῶν καθολικῶν αἱρέσεων, ταῖς κατὰ μέρος χρονογραφίαις ἀγαθοποιῶν μὲν ἐχόντων τοὺς χρόνους λαμπραὶ ἐπισημασίαι καὶ ὠφέλειαι καὶ προκοπαὶ παρακολουθήσουσι, κακοποιῶν
δὲ ἐχόντων μετεωρισμοὶ καὶ ταραχαὶ καὶ ἐνοχλήσεις θωματικαί, ἡ δὲ ὑπόστασις ἀκαθαίρετος διαμενεῖ. ἐὰν δέ πως ή γένεσις εἰς ταπεινότητα φέρηται ἐκ τῆς καθολικῆς ὑποστάσεως, οἱ μὲν ἀγαθοποιοὶ τοὺς ἐνιαυσίουςχρόνους λαβόντες ἤ ἐπεμβάντες ἀσθενέστεροι εἰς εὐεργετεῖν γενήσονται, παραχωρήσουσι δὲ τοῖς κακοποιοῖς
εἰς καταβλάψαι τὴν γένεσιν. οὕτως οὖν πάντοτε οὔτε οἱ ἀγαθοποιοὶ ἀγαθοποιὸν τόπον ἐπέχουσιν οὔτε μὴν οἶ κακοποιοὶ κακοποιόν, ἀλλὰ διὰ τῆς καθολικῆς ὑποστάσεως εἰς τάς κατὰ μέρος χρονογραφίας ἐναλλασσόμενοι καὶ γινόμενοι ἀγαθοποιοὶ .
ἀπὸ Ἑρμοῦ ἡ Ἄρεος ἤ Ἀφροδίτης ἢ Κρόνου τὴν ἐνέργειαν ἔχει ἢ ἀπὸ Ἡλἰου καὶ Σελήνης καὶ Διός, ἴνα ἔνδοξος ἡ ὑπόστασις εὑρεθῇ. οὕτως γὰρ ταῖς παραδόσεσιν ἕκαστος τῶν ἀστέρων καλῶς σχηματισθεὶς ἢ κατὰ τὴν ἐπέμβασιν ἐπελθών, περὶ τὴν τῆς πράξεως ἀσχολίαν ὠφέλιμος καὶ δοξαστικὸς γενήσεται ὁ ἐνιαυτός.
οῖον ἐὰν ἔλθῃ Κρόνος ἐπὶ Ἡλἰου ἤ Σελήνης τόπους, περὶ ἃ δηλοῦσιν ἐκ τῆς ἰδίας φύσεως ὁ Ἥλιος ἤ ἡ Σελήνη ἤ οἱ τόποι. περὶ ἐκεῖνα καταβλάψει· ὁμοίως δὲ κὰν ἐπʼ αὐτοῦ ὁ ἐνιαυτὸς 28 ἢ πρὸς αὑτὸν ἐκπέσῃ, ἤτοι ὅπου ἔκειτο κατὰ γένεσιν ἢ ὅπου κατὰ τὴν ἐπέμβασιν, περὶ ἐκεῖνα ἐροῦμεν τὰ ἀποτελέσματα. καὶ οἱ λοιποὶ δὲ τῶν ἀστέρων καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ σχολαστικῷ τόπῳ γενόμενοι καὶ χρονοκρατοῦντες ἐνεργέστεροι καθίστανται, ἐναντιούμενοι δὲ ἐπιτάραχοι. ἐπὶ πάσης δὲ γενέσεως ὁ ἀπὸ Ἡλίου
καὶ Σελήνης καὶ ὡροσκόπου ἐνιαυτὸς ἐάν τι μηνύῃ, ἀπαράλλακτον καὶ ἤτοι ἀγαθὸν ἤ φαῦλον. οἶον ἐὰν πρὸς Ἀφροδίτην ἢ Δία ἐκπέσῃ ἢ εἰς χρηματιστικούς τόπους, ἀγαθόν· εἰ δὲ πρὸς Κρόνον ἢ Ἄρεα ἢ κεκακωμένους τόπους, φαῦλον· ἐὰν δὲ πρὸς ἀμφοτέρους ᾐ παράδοσις γένηται, ἃ δηλοῦσιν οἱ ἀστέρες ἢ οἱ τόποι, τῷ
ἔτει γενήσονται· ἐὰν δὲ αἰ τρεῖς ψῆφοι ἀνόμοια δηλοῦσι, ποικίλον ἔτος καὶ ἀνώμαλον γενήσεται. βέλτιον μὲν οὖν καὶ τοῖς ἀγαθοποιοῖς τοὺς κακοποιούς παραδιδόναι ἢ τοῖς κακοποιοῖς τοὺς ἀγαθοποιούς· ἐὰν δὲ ἀστὴρ ἀστέρι παραδιδῷ ὄντι ἐνὶ ζῳδίῳ τουτέστιν οἰκοδέκτωρ γενόμενος τοῖς χρηματιστικοῖς τόποις,
πρακτικὸν τὸν χρόνον ἀποτελεῖ.
σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Εὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιούς ἐπόντας ἥ μαρτυροῦντας ἥ καὶ χρηματιστικὸν ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἤ ὠφέλειαν ἥ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ποίῳ
ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἤ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ πίστεις τινὲς ἢ δωρεάς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν
καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχη ἢ συμπαρῇ, ὁμοίως δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ τῇ ἐπικαταδύσει
εὑρεθῇ Διὸς τῳ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ 29 Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ ??ιὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περιβοησίας,
κἢν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἦ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται.
δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καί ἐπιζήμια διὰ εῖναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεμως σκοπεῖν δεήσει τάς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ
καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῳ αὐτῳ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατʼ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυναμένου
χμρεῖν ἀποτέλεσμα οῖον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενήσεται τὰ ἀποτελέσματα, ἔσθʼ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἄν τὸν τῆς ἀκμής χρόνον καταλαβών ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οῖον
ὀωρεὰν κατάλειψιν ἡ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά, ἔσθ’ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθολικῆς καὶ συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα
συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ ἀποτέλεσμα 30 ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δʼ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠρεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἦς ὁ προειρημένος προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ τοῖς χρόνοις τούτοις γενήσεται ἡ
ὠφέλεια ἀλλʼ τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον αὐτὸ ἤτοι διʼ ἀποδημίαν ἥ κρίσιν ἢ κατηγορίαν ἢ ἑτέραν τινὰ αἰτίαν· δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγορασμῶν
καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἥ ξενιτείας καὶ τῶν λοιπῶν τῶν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἦ καὶ ἐναντιότητας· καὶ καθάπερ διʼ ἀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν
ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αίφνιδίως ἢ ἀπροσδοκήτως ἐπιφέρειν, ὁτὲ δʼ ἐπιτείνειν καὶ διακατέχειν μετʼ ἀνάγκης, μέχρις οὖ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβη τοὺς ἀστέρας.
συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὑτὰς ποιεῖται, ἀλλʼ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθών ὑστέρου πολλὴν ζάλην καὶ φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς
δοκούσας φάσεις τάς ἐπομβρίας συντελεῖ ἢ μετὰ τούς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλʼ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδʼ ὅλως ἐνδειξαμένη χειμερινὴν στάσιν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἐσθʼ ὅτε
δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἰ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλʼ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ὑστέρου τὰς ᾁσεις ποιήσονται, ἔσθʼ ὅτε δὲ οὐδʼ ὅλως ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθται παρά τὰς τοῦ
31 ἔτους ἀνατολάς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικούς καὶ κυκλικούς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς.
ιζ΄. Περὶ παραδὁ ἀστέρῶν καί ἀπτελεσμάτων
καὶ ὡροσκόπου.
νόσους τε ἢ αφθαλμίας ἀνμωμαλίας τε βίου καὶ κινήσεις ἐπιφόβους ὑποτακτικῶν τε ἐπιθέσεις καὶ πατρὸς θάνατον ἢ ὁμοίου τατρός. κακῶς πεσών καταιτιασμούς ἀποτελεῖ καὶ συνοχάς.
καὶ δωρεάς καὶ πράξεις ἐπισήμους ἥ ἀρχάς ἢ σποράς τέκνων καὶ ἀγάμοις γάμον ἀποτελεῖ καὶ τοῖς διαπρασσομένοις ἐστὶν ἀνυστικὸς καὶ εὐκατόρθωτος ἀγαθὰς ἐλπίδας προσδεικνύων. — Ἥλιος Ἄρει νοσερὸν καὶ ἐπισφαλὲς ἔτος δηλοῖ καὶ πατρὸς κίνδυνον ἢ τοῦ ὑπὸ τοιοῦτον χαρακτῆρα αὐτῷ ταράχους ἐμπράκτους καὶ
μετὰ πολλῆς ἀνακρίσεως κατορθώσεις πραγμάτων ἐξοδιασμούς τε καὶ ἀκαίρους ζημίας καὶ ἀπὸ μειζόνων προσώπων ἔχ θρας ἤ πατρός, ὑποτακτικῶν τε κακώσεις τομάς τε καὶ αίμαγμούς ῇ διʼ αἵματος ἀναβολὴν καὶ τῶν ἡγεμονικῶν τόπων πόνους ἢ ἐπισκιασμούς ἐπιρθόνους τε αἰτίας καὶ ἐπηρείας. —Ἥλιος Αφροδίτη ἀγαθὸν
καὶ προσφιλῆ τὸν χρόνον δηλοῖ· συστάσεις γὰρ καὶ φιλίας περιποιεῖ καὶ δωρεάς καὶ τέρψεις συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἥ ἀγορασμούς κόσμου ἢ σωμάτων, τοῖς δʼ ὑπεροχῇ ἀρχὰς καὶ δόξας ἐπισήμους καὶ μειζόνων ἐλπίδων ἐπόπτας πραγμάτων τε καὶ πάσης αἰτίας ἀπαλλακτικός. —Ἥλιος Ἑρμῇ ἀγαθὸς πρακτικὸς
ἐπικερδὴς κοινωνικός, εἰς τὰ ὑποτακτικὰ πρόσωπα εὐεργετικός, περὶ τὰς δόσεις καὶ λήψεις ἀνυστικός. ἐὰν δέ πως ὑπὸ κακοποιῶν θεωρηθῇ, δίκας καὶ ταραχάς ἐπάγει, χάριν ἀργυρικῶν ἢ γραπτῶν φόβους, δουλικῶν τε καὶ φιλικῶν καταγνώσεις ἀκαίρους τε ἐξοδιασμούς καὶ ζημίας. — Ἥλιος Σελήνη πρακτικὸς καὶ φιλάνθρωπος 32 ἀποτελῶν περικτήσεις καὶ ἀπὸ ἀρρενικῶν καὶ θηλυκῶν ὠφελείας καὶ συστάσεις γάμους τε καὶ συνελεύσεις καὶ γονάς ἐπισήμους καὶ ἀπὸ ξένων ἢ ἀπὸ ξένης εὐημερίας καὶ δωρεάς. — Ἥλιος ἐαυτῷ ἐπιμερίσας καὶ καλῶς σχηματισθεὶς λαμπράς ἐπισημασίας καὶ πράξεις ἀποτελεῖ πρός τε ὑπερέχοντας καὶ μείζονας συστάσεις
καὶ ἀπροσδοκήτους ὠφελείας. ἐὰν δὲ καὶ μετὰ ἀγαθοποιῶν τύχη ἥ μαρτυρηθῇ, μείζονας τὰς δόξας καὶ τὰς ὠφελείας ἐπάγει· νυκτὸς δὲ ἦσσον, ἢ ἐπιτάραχος γενήσεται ἔχθρας ἀποτελῶν καὶ κρίσεις ἢ ἐπιφθόνους αἰτίας. εἰ δὲ καὶ κακοποιὸς συμπέσῃ ἢ ἐπιμαρτυρήῃ, μείωσιν βίου ἢ καθαίρεσιν δόξης ἐπάγει ξενίας τε ἐπισφαλεῖς καὶ
πατρὸς ἔχθραν ἢ κίνδυνον καὶ πραγμάτων ταραχάς.
καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἥ προσεπιτεῖναι κακὸν ἢ ὠφελῆσοι καὶ δοξάσαι. βέλτιον μὲν οὖν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτούς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον τραπήσονται.
ιη΄. Ἐπιμερισμοὶ Σελήνης.
δεῖ τούτῳ τῷ χρόνῳ καὶ αὐτὸ ζῴδιον ᾧ ἔπεστι ἡ Σελήνη, μήπως κακοποιὸς ἐπεμβάς χείρονά τινα ἀποτελέσει· εἰ δʼ ἀγαθοποιός, λύσιν τῶν αἰτιῶν, πλὴν ξενιτείας ἐπάγει καὶ μεταβολάς τόπων, εῖθ’ οὕτως ἀπόροις κατόρθωσιν τῶν πραγμάτων καὶ τῶν φαύλων ἴασιν ἀποτελεῖ, — Σελήνη Ἡλίῳ ἐπιμερίσασα κένωσιν
βίου καὶ ἐξοδιασμούς πλείστους ἀποτελεῖ καὶ μάλιστα, ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐγκοπὰς τῶν πράξεων καὶ κενὰς ἐλπίδας προδείκνυσι καὶ στάσεις καὶ ταραχὰς οἰκείων τε ἀκαταστασίας καὶ θηλυκῶν ἐπιπλοκὰς ἢ γάμους· τοῖς δʼ εὐσταθείᾳ καὶ δόξη βίου ὑπάρχουσιν ἐξοδιασμούς εἰς ἀγορασμὸν ἢ κατόρθωσιν πραγμάτων
33 καὶ προκοπὴν ἢ εἰς δωρεάς τινας καὶ εὐεργεσίας. — Σελήνη Κρόνῳ ἐπιμερίσασα ποικίλον καὶ μετέμωρον ἔτος καὶ μητρὸς ἀσθένειαν ἢ θάνατον, ἐὰν περιῇ, ἔχθρας τε καὶ ἀκαταστασίας πραγμάτων καὶ τόπων μεταβολάς καὶ ψύξεις πράξεων καὶ σωματικούς
κινδύνους καὶ κρυπτῶν πόνους ἡ αἰσθητηρίων καὶ μάλιστα λειψίφως οὔσα· ἀνατολῆς δὲ οὔσης ἦττον κακόν, πλὴν βλαβερὸς καὶ λυπηρὸς ὁ χρόνος. — Σελήνη Διὶ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περιποιήσει καὶ συστάσει μειζόνων, δόξας τε καὶ ἀρχάς ἀπό τε θηλυκῶν ὠφελείας καὶ δωρεάςʼ ἀγάμοις γάμον,
γεγαμηκόσι τέκνωσιν συνηθείας τε προσφιλεῖς ἢ μητρὸς αὔξησιν βίου ἢ δόξης τοῖς ἔχουσι κατόρθωσίν τε πραγμάτων καὶ προσδοκωμένων καὶ ὲλπίδων συντέλειαν. —Σελήνη Ἄρει παραδιδοῦσα, χαλεπὸς ὖ ἐνιαυτὸς καὶ μάλιστα ἐὰν ἀπὸ ἀνατολῆς φέρηται ἡμέρας· κινδύνους γάρ καὶ ἀσθενείας ἀποτελεῖ, αἱμαγμοὺς καὶ πτώσεις
ἢ πυρὸς ἐπιφοράς ζημίας τε καὶ οἰκείων ἀκαταστασίας θηλυκῶν τε θανάτους ἡ χωρισμοὺς ἔχθρας τε καὶ κρίσεις συνοχάς τε καὶ ὄχλων ἐπαναστάσεις. ἐὰν δʼ ἀφαιρετικὴ τύχη ἡ Σελήνη ἢ ὑπὸ δύσιν φέρηται μάλιστα νυκτὸς πρὸς τά φαῦλα ἐπιόντων τῶν χρόνων, καὶ πρὸς τάς ἐπιβολὰς οὐκ εὐκατόρθωτον ἀποτελεῖ μετὰ φόβων
καὶ μόχθων. — Σελήνη Ἀφροδίτη εὐεπήβολον καὶ ἀνυστικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ συστάσεις ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας τε καὶ γάμους. ἐὰν δέ πως ἀνοικείως τύχωσιν ἥ ὑπὸ κακοποιῶν θεωρούμενοι, ἀηδίας καὶ φθόνους καὶ εἰς θηλυκὰ πρόσωπα δαπάνας καὶ ἀθετήσεις. καθολικῶς μὲν οὖν πάντοτε ἡ
παράδοσις αὕτη ζηλοτυπίας καὶ στάσεις καὶ ἀκαταστασίας ἐπάγει ἔχθρας τε πρὸς συγγενικὰ ἢ οἰκεῖα καὶ φιλικά πρόσωπα. — Σελήνη Μρμῇ πρακτικὸν καὶ εὐκατόρθωτον πρός τε θηλυκὰ πρόσωπα καὶ τὰς συστάσεις, καὶ ἐὰν μάλιστα μετά ἀγαθῶν συσχηματίζηται· ἐὰν δὲ μετά κακοποιῶν, δίκας καὶ ταραχἀς ὑπομενοῦσι χάριν
ἀργυρίων ᾗ γραπτῶν ἥ ψηφικῶν πραγμάτων καὶ ἀγῶνα μέγαν ὑπομενοῦσι· καὶ ἐὰν μὲν ἐπιτόπως ὁ Ἑρμῆς εὑρεθῇ κείμενος, περιγίνονται· ἐὰν δὲ ἀτόπως, καταδικασθήσονται καὶ ἐξοδιασμούς πλείστους ποιήσονται.
ιθ΄. Ἐπιμερισμοὶ ὡροσκόπου.
περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισἡμους· οἱ δὲ ἀπὸ μειζόνων φελοῦνται καὶ προάγονται, τινὲς δᾶ καὶ κινδύνων ἡ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἰ δὲ καὶ ἐλευθερίας πειρῶνται. — Ὡροσκόπος Ἀφροδίτη ἀγαθὸν ναὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν
ἐπιπλοκὰς ἀγοραθμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν.— Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τό ἔτος δηλοῖ· τοῖς δὲ δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. — Ὡροσκόπος Σελήνη ἀμετάβολον καὶ πρακτικὸν ἀπό τε θηλυκῶν ὠρελείας καὶ συστάσεις καινισμούς
πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγαθοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. — Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δʼ ὑπὸ κακοποιῶν βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον.
κ΄. Ἐπιμερισμοὶ Κρόνου.
καὶ ἀπὸ μειζόνων ἢ πρεσβυτέρων ἔχθρας καὶ ἀτιμίας πρός τε τὰς ἐπιβολὰς ἐγκοπτικὸς γενήσεται ἢ καὶ ἐάν τι πράξῃ ἀβέβαιον ἔσται. ἐὰν δὲ καὶ ὑπὸ Ἑρμοῦ καὶ Ἄρεως θεωρηθῇ, ἕνεκα γραπτῶν συκοφαντίος ἕξει καὶ κρίσεις καὶ παλαιῶν πραγμάτων ἢ θανατικῶν ἀνασκευὰς ἢ κακουργίας δόλους τε καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχων
διατελέσει ἠπιώτερος γενήσεται καὶ μετά βραδυτῆτος καί τινων ἀνυστικός. — Κρόνος Ἡλίῳ πατρὸς κίνδυνον ἢ θάνατον, ἐὰν παρῇ ἤδη ἀσθένεια αὐτῷ, καὶ μετέωρον τὸν ἐνιαυτὸν ἀποτελεῖ 35 ἔχθρας τε καὶ ζημίας ἥ κρίσεις αἰσθητηρίων τε πόνους καὶ παθῶν ὑπομνήσεις καὶ πρὸς φίλους καὶ οἰκείους μικροψυχίας· ἐὰν δʼ ἡμέρας σχηματιζόμενος καλῶς τύχῃ, μετὰ ἐγκοπῶν καὶ ἐξοδιασμῶν ποιήσονται ἢ ἀπὸ θανάτου ὠφεληθήσονται. — Κρόνος Σελήνη
μητρὸς κίνδυνον τοῖς ἔχουσιν· εἰ δὲ μή, θηλυκῶν προσώvπων· ἔχθρας τε καὶ χμωρισμοὺς βλάβας τε καὶ κακουργίας καὶ πραγμάτων ταραχάς καὶ κινήσεις ἐπισφαλεῖς καὶ σωματικὰς ἀσθενείας καὶ χρονικὰ πάθη τῶν τε ἐντὸς ὀχλήσεις καὶ νεύρων αἰσθήσεις ἐκλύσεις τε καὶ σκοτισμούς καὶ πάθη ἀπροσδόκητα. — Κρόνος Ἄρει
κάκιστον καὶ ἐπικίνδυνον ἔτος δηλοῖ· ἀσθενείας γὰρ καὶ ἐπιβουλὰς καὶ ὀχλήσεις ἀποτελεῖ καὶ κινδύνους ἰδίων τε θανάτους καὶ ὑπὲρ ἰδίων ταραχάς ἢ κρίσεις ὑπομένοντας φίλων ἀχαριστίας οἰκείων ἀκαταστασίας ἀπολογίας τε καὶ πρὸς μείζονας φόβους καὶ ἔχθρας πατρός τε θάνατον τοῖς ἔχουσιν ἢ πρεσβυτέρων προσώπων
ξενιτείας τε ἐπισφαλεῖς ἢ ἀπράκτους. ἐὰν δέ πως κακῶς πέσωσι, καὶ ναυάγια καὶ καθαιρέσεις πάθη τε καὶ σίνη ἀποτελοῦσιν· ἐὰν δὲ χρηματιστικοῖς ζῳδίοις καλῶς σχηματισθῶσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρηθῶσιν, αἱ πλείους αἰτίαι διασκεδασθήσονται. — Κρόνος Διὶ καλὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ· κληρονομίας
γὰρ ἢ καταλείψεις λαμβάνουσι καὶ ἀπὸ πρεσβυτέρων ἢ νεκρικῶν ὠφελοῦνται καὶ θεμελίων ἢ κτημάτων κυριεύρουσιν. οἱ δὲ καὶ ὑγρῶν περικτῶνται ἢ ναυκληροῦσιν ἢ ἀγοραθμοὺς πλοίων ποιοῦνται ἀνοικοδομοῦσί τε ἢ καταφέρουσι παλαιῶν τε πραγμάτων κατορθώσεις ποιούμενοι συγκοσμοῦνται τῳ βίῳ. ἐὰν δέ πως τοῦ
Ἄρεως ἢ ὁ τοῦ Ἑρμοῦ συνεπιμαρτιρήσῃ, κρίσεις ἢ ἀντιδικίας ὑπομένοντες ἀκαίρους ἐξοδιασμούς ποιήσονται. — Κρόνος Ἀφροδίτῃ χυρισμοὺς γυναικῶν ἢ ἀπὸ θηλυκῶν ἀδικουμένους· τινὲς δὲ καὶ θανάτους θεωροῦσι ἀστατοῦσί τε περὶ τὰς συμβιώσεις καὶ τὰς ἐπιπλοκάς. οἱ δὲ καὶ ἐπιβουλεύονται ἢ φαρμάκων πεῖραν
λαμβάνουσιν καὶ τῶν ἐντὸς ὀχλήσεις ὑπομένουσιν ἀσθενείαις τε καὶ ψυγμοῖς καὶ ῥευμάτων ἐπιφοραῖς περιπίπτουσι καὶ ἐναντιώμασι καὶ κρίσεις καὶ καινοποιίας πράξεων. ἐὰν δὲ γυναικὸς ἡ γένεσις εὑρεθῇ, ἐπωδύνως διάξει, καὶ μάλιστα ἐὰν κατά γαστρὸς 36 ἔχη· καὶ τοῖς κατʼ ἄνδρα φίλοις ἀκαταστατήσει. — Κρόνος Ἑρμῇ παλαιῶν πραγμάτων ἢ μυστικῶν ἀμρισβητήσεις ἀργυρικῶν τε ἢ ψηρικῶν δόσεών τε καὶ λήψεων ἔν τε τοῖς διαπρασσομένοις ἐγκοπὰς καὶ ζημίας προδοσίας τε καὶ ἔχθρας· θεωροῦσι δὲ καὶ ιδίων θανάτους καὶ πολυίστορες καὶ περίεργοι γίνονται τούτοις
τοῖς χρόνοις ἐγγύαις τε καὶ δάνεσι περιπίπτουσι καὶ διὰ γραπτὰ ἐπιταράσσονται κατὰ τὴν τοῦ θέματος σχηματογραίαν αὐτῶν οἰκείαν ἢ ἀλλοτρίαν· τετράγωνοι γὰρ ἢ ὁιάμετροι κάκιστοι τυγχάνουσι καὶ καθαιρετικοί· ἐπάγουσι γὰρ καὶ διὰ νεκρικάς ἀφορμὰς φόθους καὶ ταραχάς.
κα΄. Ἐπιμερισμοὶ Διός.
ἀκαίρους ἐξοδιασμούς προδηλοῖ, — Ζεὐς Ἡλίῳ ἐπιμερίσας λαμπρὸν καὶ περιποιητικὸν τὸν χρόνον δηλοῖ πρὸς τὰ ὑπερέχοντα πρόσωπα καὶ ὀχλικὰς εὐημερίας ἐπάγει ἀρχάς τε καὶ προκοπάς, καὶ τιμῶν καὶ στεμμάτων καταξιοῖ ἡγεμονίας τε καὶ στραταρχίας καὶ ἐξουσιαστιικῆς τύχης πρόδηλος κατὰ τὴν τοῦ θέματος τάξιν καὶ
τοποθεσίαν. τοῖς δὲ μετρίοις πράξεις καὶ κακῶν ἀπαλλαγὴν καὶ ἐλευθερίαν συστάσεις ἐπωφελεῖς μεταβολὰς καὶ ιλίας συμπαθεῖς τεκνοποιίας ἐπικτήσεις σωμάτων, καὶ μάλιστα ἡμερινὸς καλῶς σχηματιζόμενος. —Ζεὺς Κρόνῳ μετεώρους κινήσεις καὶ ἐξοδιασμούς ποιεῖ καὶ οἰκείων ἀπειθείας, τινῶν δὲ καὶ θανάτους καὶ τόπων
καὶ πραγμάτων μεταβολάς καὶ κοινωνίας ἀβεβαίους καὶ φίλων ἔχθρας καὶ τοῖς διαπρασσομένοις δυσεπιτεύκτως μετὰ ύπερθέσεως κατορθοῦντας καὶ ἐντεύξεις ποιουμένους καὶ αἰτήσεις καὶ ὀχλήσει γινομένους. — Ζεὐς Ἄρει, βλαβερὸς καὶ ἐπιτάραχος ὁ ἐνιαυτὸς καὶ πρὸς ὑπερέχοντας ἔχθρας καὶ διαβολάς καταγνώσεις
τε καὶ προδοσίας ἐπέχων ἐπικινδύνους τε ξενιτείας καὶ νόσους ἐπισραλεῖς ἰδίων τε κλιμακτῆρας ἢ θανάτους ἀνωμαλίας τε βίου καὶ ἐξοδιασμούς. ἐὰν δὲ δημοσία ἢ στρατιωτικὴ ἡ γένεσις εὑρεθῇ καὶ σχῆμα καλῶς τύχῃ, συστάσεις καὶ προκοπὰς μετὰ ἐξοδιασμῶν ἀποτελεῖ δωρεάς τε καὶ ὑποσχέσεις, ἐπιφόβως δὲ ἢ ὑπόπτως
37 διάγοντας. — Ζεὺς Ἀφροδίτη ὠφέλιμος καὶ περικτητικὸς ἐπαροδισίας ἐπάγων συστάσεις τε καὶ δωρεάς καὶ ἀπὸ γυναικῶν ἢ διὰ γυναικῶν ὠφελουμένους συνηθείαις τε καὶ ἐπιπλοκαῖς καὶ φιλίαις περιτρεπομένους ἀγάμοις τε γάμον γεγαμηκόσι τε σπορὰν
ἦ τέκνωσιν. ἐπὶ δὲ τῶν ἐνδόξων γενέσεων στεμματοφορίας καὶ τάξεως ἐπισήμους ἀρχάς τε πολιτικὰς καὶ δωρεάς εἰς ὄχλους καὶ προκοπάς μείζονας καὶ προστασίας ἀποτελεῖ καὶ σωμάτων καὶ κόσμου ἐπικτήσεις. — Ζεὺς Ἑρμῇ πρακτικὸς ἐπικερδὴς ἐκπλοκὰς πραγμάτων καὶ τοῖς διὰ λόγων ἢ ψήφμων ἥ γραπτῶν ἐπωφελὴς
καθέστηκε κοινωνίας τε καὶ φιλίας μειζόνων ἐπάγει καὶ δωρεὰς ῇ καταγραφάς καὶ ἐκ παραθηκῶν ἢ εὑρεμάτων ὠφελουμένους· ὅθεν καὶ σωμάτων ἀγοραθμοὺς ποιοῦνται καὶ φιλόκαλοι καθίστανται. τινὲς δὲ καὶ προβιβάζονται, καὶ μάλιστα ἐὰν καλῶς τύχωσι κείμενοι· καθολικῶς δὲ ἐν ὄχλοις διαβάλλονται καὶ ἐπιταράσσονται ἢ περιβοησίας
ὑπομένουσι, μάλιστα κακῶς σχηματισθέντες ἢ ὑπὸ κακοποιῶa διαμετρούμενοι ἢ συνόντες ἢ τετραγμενιζόμενοι ἀγῶνα οὐ τὸν τυχόντα ὑπομένουσι καὶ ἐπιφόβως διάγουσιν. — Ζεύς Σελήνη εὐκατόρθωτον καὶ περιυμτητικὸν τὸν χρόνον δηλοῖ ἀπό τε θηλυκῶν καὶ μειζόνων προσώπων συστάσεις καὶ ὦφελείας δόξας τε καὶ
ἀρχἀς καὶ προστασίας καὶ ἀπαλλαγὴν κινδύνων καὶ περίκτησιν κόσμου σωμάτων, σποράς τε ἥ τεκνώσεις καὶ ἐπιπλοκὰς θηλυκῶν δωρεάς τε καὶ καταγραφάς καὶ μητρὸς εὐεργεσίαν τοῖς ἔχουσιν. ἐὰν δὲ καλῶς σχῆμα τύχῃ, καὶ παραθηκῶν κυριεύσουσιν ῇ θησαυρῶν εὑρετὰς ἀποτελεῖ εύχρη μάτους καὶ θεῷ εὐχαριστοῦντας
κακώσεως τε ἢ σαδουλείας ἀπαλλακτικούς.
κβ΄. Ἐπιμερισμοὶ Ἄρεως.
τύχωσιν ἢ ὑπὸ ἀγαθεποιῶν μαρτυρηθῶσι, πράξεις καὶ ὠφελείας καὶ δόξας ἐπάγει καὶ ὑπερεχόντων συστάσεις μετὰ φόβων τε καὶ ταραχῶν καὶ ἐπιβουλῶν καὶ περὶ τὰς πράξεις ἐπιρθόνους καὶ ἐγκοπτικούς.
συνοχὰς καὶ δίκας καὶ φόβους ἐπέχων καὶ ξενιτείας ἐπισφαλεῖς ἢ ἀπὸ ξένων ἐπιθέσεις καὶ ἐπηρείας μητρός τε κίνδυνον ἢ θηλυκῶν προσώπων μάχας τε καὶ χωρισμοὺς καὶ πρὸς ὄχλον ἢ πόλιν ἐπιτάραχος, ἐπάγει δὲ καὶ ἀσθενείας καὶ αἱμαγμοὺς ἢ πτώσεις παθῶν τε ὑπομνήσεις ἢ ἀπὸ πυρὸς κίνδυνον καὶ ναυάγια. μάλιστα δὲ
ἐὰν ἡμερινὴ ἦ ἡ γένεσις καὶ αὐξιφωτοῦσα ἡ Σελήνη τύχη καὶ κακῶς πέσωσιν, ἔτι χεῖρον τὰ πρσγεγραμμένα ἀποβήσεται, ἔτι ὁὲ καὶ ἐπισκιασμούς τραύματα συνθραύσεις μελῶν ὀφΦαλμῶν πόνους καὶ σίνη. ἐὰν δὲ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι τύχωσιν χημαιστικοῖς τόποις, ἐπιφόβους πράξεις καὶ προκοπάς ἀποτελοῦσιν
ἐπὶ δὴ θηλυκῶν κινδύνους σωματικοὺς αἱμαγμούς τε καὶ φθοράς ἦ ἐμβρυοτομίας φυσικῶν τε τόπων πόνους ἐπάγει.
ἐπιταράχοις περιπίπτουσι ξενιτείαις τε ἐπιβλαβέσι καὶ ἐπιλύποις ἥ λῃστηρίων ἐπιδρομαῖς ἀσθενείαις τε καὶ αἰφνιδίοις κινδύνοις, ἐχθρῶν ἐπαναστάσεις καὶ ἀπὸ δουλικῶν ἀδικίας ἢ λύπας, ἐγγύς τε συνοχῆς καὶ φόβων ἢ ἀπολογιῶν γενόμενοι ἀνιαρῶς διατεθήσονται, ἐκτὸς εἰ μή πως οἰκείοις ζῳδίοις τυχόντες ἢ ὑπὸ ἀγαθοποιῶν
μαρτυρηθέντες ἀκροθιγεῖς τὰς αἰτίας ἀναδέξονται.
τύχῃ ὄντες ἐν ἡγεμονίαις καὶ δόξαις ἐπίσημοι γενήσονται καὶ τόπων 39 μεταβολὰς ἐπʼ ἀγαθῷ ποιήσονται καὶ συγκοσμηθήσονται τῇ περὶ αὐτούς ὑποστάσει, πρότερον ἀνωμαλίαις καὶ ἐξοδιασμοῖς γενόμενοι. ἐὰν δὲ διάμετρος τύχῃ, ἐναντιωμάτων καὶ ζημίας δηλωτικός.
καὶ ἀκαταστασίας οἰκείων καὶ μητρὸς θάνατον τοῖς ἔχουσιν εἴτ’ οὖν θηλυκῶν, συνηθείας τε καὶ μοιχείας ἀπαραμόνους τε φιλίας δειγματισμούς τε. ἐὰν δὲ καὶ συμπάθειάν τινα ἔχμωσι, ψύξεις ὑπομενοῦσι καὶ περὶ τὰς πράξεις ἀστάτως ἐνεχθήσονται, αἱ δὲ γυναίκες ἐν αἱμαγμοῖς ἢ ἐκτρώσεσι γινόμενοι ἐπικινδύνως διάγουσιν.
ἐάν μὲν τρεῖς ἀφέσεις σώζωνται, τῶν προειρημένων περιγενήσονται· ἐὰν δὲ κἀκεῖναι κακῶς τύχωσιν, ἐν τοῖς διαπρασσομένοις ἀστατήσουσι, καὶ ἐὰν δίκην σχῶσιν, ἡττηθήσονται ἢ καὶ μείωσιν πλείστην ὑπομείναντες αἰτίαις οὐ ταῖς τυχούθαις περιτραπήσονται.
κγ΄. Ἐπιμερισμοὶ Ἁφροδίτης.
καὶ δειγματισμοὺς καὶ μοιχείας ἐπάγει ζημίας τε καὶ ἀθετήσεις καὶ δόλους γυναικῶν κρίσεις τε καὶ ἀκαταστασίας· ὁμοίως δὲ καὶ ταῖς γυναιξὶν ἀνδρῶν.
ὠφέλιμον συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἀγορασμούς τε καὶ δωρεάς κόσμου καὶ σώματος, καὶ πατρὸς τοῖς ἔχουσι δόξαν ἢ καὶ συμπάθειαν ἀπὸ τοιούτων καὶ ὠφελείας, μάλιστα δʼ ἂν καὶ καλῶς σχηματιζόμενοι τύχωσι. τοῖς δὲ ἐν ὑπεροχῇ στεμματηφορίας καὶ ἀρχιερμωσύνας καὶ προκοπάς καὶ ἀρχάς ἐπάγει καὶ εἰς ὄχλους 40 δωρεὰς χρῃματισμοὺς καὶ μυστικῶν πρσγμάτων ἢ θείων συνίστορας καὶ ἐπαφροδισίας καὶ εὐφροσύνας ἀποτελεῖ.
πλὴν μετὰ ζηλοτυπίας καὶ φιλονεικίας καὶ στάσεως καί τινων λαθραίων φθόνων· τὰς δὲ περικτήσεις καὶ τὰς ὠφελείας ἀτελέστους ἡ ἀπὸ μέρους εἴωθεν ἐπάγειν. κακῶς δὲ σχηματισθεῖσα ἀδικίας καὶ ἔχθρας ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ποιεῖ μετεωρισμούς τε καὶ ἀκαταστασίας πρὸς τὰ συγγενικὰ καὶ ιλικὰ
πρόσωπα· ἀντίζηλος γὰρ καὶ φιλόνεικος ἡ παράδοσις αὐτῶν ὑπάρχει καθόλου.
πρεσβύτερα πρόσωπα ἢ κοινωνικὰ ἀμφιλογίας ψόγοις τε ἢ πάθεσιν ἐπαίσχροις περιβάλλει καὶ φιλίαις καὶ συνηθείαις ἀβεβαίοις. δικάζονται δὲ πρὸς γυναῖκας καὶ ἀντικαταστάσεις ὑπομένουσι τόπων τε ἢ πραγμάτων ψύξεις ποιοῦνται ἀσθενείαις τε περιπίπτουσι καὶ κρυπτῶν ἢ αἰσθητηρίμων πόνοις ἐπιβουλαῖς τε καὶ
φαρμάκοις ἐπηρεάζονται καὶ χρονικοῖς πάθεσι, μάλιστα Ἄρεως Ἑρμοῦ συνεπιμαρτυρούντων.
τε καὶ συμβουλάς θηλυκῶν προσώπων καὶ φιλίας σποράς τε καὶ τεκνώσεις καὶ ἐπαφροδισίας τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ καὶ μέτριός τις ἢ, εὐπρακτήσει καὶ τῶν φαύλων ἢ ὑποταγῆς ἀπόλυσιν ἕξει πίστεως τε ἢ τιμῆς καταξιωθήσεται καὶ συγκοσμηθήσεται τῇ περὶ αὐτὸν ὑποστάσει.
τὴν κόλασιν. ἔσθʼ ὅτε μὲν οὖν καὶ εὐκταῖον τὸν χωρισμὸν τῆς 41 συμβιώσεως ἡγούμενοι ὁιακρατοῦσι διά τινας προσδοκωμένας ἐλπίδας εὐθρυλλήτους περιβοήσεις.
ἢ παιδείαν ὁρμωμένοις φιλίας περιποιεῖ ἀγορασμούς τε κόσμου καὶ σωμάτων κοινωνίας τε καὶ συναρμογὰς ἀρρενικῶν καὶ θηλυκῶν δόξας τε καὶ τιμάς κατορθώσεις πραγμάτων συνίστοράς τε μυστικῶν καὶ παραθηκῶν πίστεις καὶ συγγενῶν συμπαθείας.
κδ΄. Ἐπιμερισμοὶ Ἑρμοῦ.
ζῳδίοις ἢ ὑπὸ Διὸς καὶ Ἀφροδίτης ἐπιθεωρηθῇ, μείζονας πίστεις καὶ ἐπωφελεῖς δηλοῖ· ὑπὸ δὲ κακοποιῶν, φόβων καὶ ἐναντιωμάτων δηλωτικός.
μεθ᾿ ὑπερθέσεων δὲ καὶ έμποδισμῶν, διοικονομίας τε καὶ προστασίας καὶ ἱστορήθεις μυστικῶν πραγμάτων, τοῖς τε ἀπὸ λόγου καὶ παιδείας δοξαστικὸς καὶ ὠφέλιμος. τὰ δὲ πλεῖστα μυστικῶς καὶ μεθʼ ὑποκρίσεμως τελοῦντες περιγίνονται.
καλῶς σχηματιζομένη καὶ ἀνατολικὴ ἡ Σελήνη τύχη καὶ ἐν χρηιιατιστικοῖς τόποις τύχωσι, συστάσεις τε ἀρρενικῶν καὶ θηλυκῶν προσώπων ἐπάγει καὶ ὠφελείας πραγμάτων καὶ κατορθώσεις καὶ πίστεις καὶ ἐν τοῖς διαπραθθομένοις ἐπιτευκτικὸς καὶ πρὸς τὰ μείζονα πρόσωπα συμπαθής. ἐὰν δὲ ἀνοικείως τύχῃ ἢ ὑπὸ κακοποιῶν
θεωρηθῇ, κρίσεις καὶ ἐξοδιασμούς ἢ ἐπηρείας τε καὶ μειποιῶν ἀπειλάς ἐπάγει συνοχάς τε ἢ φόβους μυστικῶν τε προδοσίας.
ἢ φθίσεσι καὶ νόσοις καὶ ὑπὸ χολῆς ὀχλοῦνται ἡ καὶ φαρμάκων 42 πεῖραν λαμβάνουσι θανάτους τε ἰδίων ἢ ἀδελφῶν ἢ τέκνων θεωροῦσι καὶ περὶ νεκρικῶν δικάζονται ἢ ἀμφισβητοῦσιν. ἐὰν δὲ καὶ διάμετροι ἢ τετράγωνοι ἢ κακῶς πεσόντες ὑπὸ Ἄρεως θεωρηθῶσι, καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται ναυαγίοις τε καὶ κυλἱσεσι περιπίπτουσι καὶ ἐπωδύνως διάγουσιν. οἰκείως δὲ σχηματισθέντες
μετὰ ἐξοδιασμῶν καὶ ὑπερθέσεως δόξας καὶ κατορθώσεις πραγμάτων ἐπάγουσι, ἀπόστροφοι δὲ μέτριοι πρὸς τὰς αἰτίας γενήσονται.
μάντεις καὶ περὶ λόγους καὶ ψήφους εὐημερίας πλὴν καθολικῶς ὄχλοις ἐπιταράσσονται καὶ περιβοησίας καὶ φόβους ὑπομένουσιν ἀκαίροις τε ἐξοδιασμοῖς περιτρέπονται καὶ πρὸς οἰκεῖα ἢ φιλικὰ ἢ συγγενικὰ ἀκαταστατοῦσι καὶ ἀγῶνα σώματος ὑπομένουσι, κἂν μὴ ἴδιον πλὴν ὑπὲρ ἑτέρων.
διευθύνουσιν ἐπιβολάς μηχανώμενοι καὶ ἐπιφόβως καὶ ἐπιταράχμς διάγουσιν ὑπόπτους αἰτίας ἢ καθαιρέσεις προσδοκῶντες.
ὠφέλιμον, συστάσεις τε καὶ φιλίας καινοτέρας ἐπικτῶνται καὶ συνηθείας, καὶ ἐπιπλοκαῖς ἀρρενικῶν καὶ θηλυκῶν περιτρέπονται. τοῖς δʼ μείζονι τύχη καθεστῶσι σωμάτων καὶ κόσμου περίκτησιν ἐπάγει εἴς τε τὰς αἰτήσεις καὶ φιλίας καὶ προκοπάς εὐεπιτεύκτους ἀποτελεῖ καὶ πρὸς ἰδίους εὐεργετικούς.
κε΄. Τῶν τεττάρων κλήρων μερισμοἱ.
ἐπηρειῶν.
ἐπιβολὰς εὐεπιτεύκτους παρεπηρμένους τε τῇ διανοίᾳ οἴῃσιν πλείστην ἔχοντας. παραπεπτωκώς δὲ ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενος μετεωρισμοὺς καὶ ψυχικάς βασάνους ἐπάγει ἀναισθησίας τε καὶ ἐναντιοβουλίας τὰ ἴδια ἁμαρτήματα κατορθώσεις νομίζοντας καὶ ἄλλοις τὰς αἰτίας ἐπιφέροντας, τῶν δὲ πλείστων ἀστοχοῦντας.
ὅθεν οἱ τοιοῦτοι ἐκκακοῦντες ἔσθ᾿ ὅτε καὶ καθʼ αὐτῶν κινδυνῶδές τι μῃχανῶνται καὶ ὡς μανιώδεις διαλαμβάνονται καὶ ἐκστάσει φρενῶν γίνονται.
ἐπιθυμίας κατασκευάζει καὶ καλῶν ἐραστάς· οἱ μὲν γάρ περὶ παιδείαν καὶ ἄσκησιν σωματικὴν ἢ μουσικὴν τρέπονται καὶ μεθʼ ἡδονῆς κολακευόμενοι τῇ μελλούσῃ ἐλπίδι ἀκοπίαστον ἡγοῦνται τὴν ἀνίαν, οἱ δὲ ἀφροδισίοις καὶ συνηθείαις θελχθέντες θηλυκῶν τε καὶ ἀρρενικῶν ἀγαθὸν ἡγοῦνται. Ἄρης μὲν οὖν καὶ Ἑρμῆς
ἐπιμαρτυρήσαντες ἐπόντες τῳ τόπῳ καὶ μάλιστα ἐν ἰδίοις ζῳδίοις παιδεραστὰς ποιοῦσιν ἢ ἐπʼ ἀμφοτέροις ψογίζονται ἢ φιλόπλους τε καὶ φιλοκυνήγους καὶ φιλοπαλαίστρους· Ἀφροδίτη δὲ θηλυκῶν συνηθείας, ἐσθʼ ὅτε μὲν οὖν καὶ στερχθέντες ἀντιστέργουσιν. ὁμοίως δὲ καὶ ἕκκαστος τῶν ἀστέρων ὁ κεκληρμμένος τὸν τόπον ᾒ
ἐπιμαρτυρῶν ἢ παραλαμβάνων τὸν χρόνον κατὰ τὴν ἰδίαν φύσιν τὸ εῖδος τῆς ἐπιθυμίας κατασκευάσει. καθόλου μὲν οὖν κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων ἐπὶ βασάνῳ καὶ ζημίᾳ καὶ κινδύνῳ τὰ τῆς ἐπιθυμίας γενήσεται. ἐὰν δέ πως ὁ τοῦ Κρόνου σύν τῳ τῆς Ἀφροδίτης καὶ τῇ Σελήνη συμπαρῇ ἢ ἐπιμαρτυρήσῃ, αἰσχρῶν καὶ
ἀσελγῶν ἔργων ἐρῶσι ἐπί τε ἀρρενικῶν καὶ θηλυκῶν ψογίζονται 44 καὶ περιβοησίας ὑπομένουσιν ἢ μετανοοῦντες ἀντιστρεπτοῦσιν ὑπὸ τοῦ πάθους νικώμενοι. ἐὰν δέ πως ὁ τοῦ Διὸς συνειμαρνυρήσῃ, ἀξιοπίστως ἢ δυνατῶς γενόμενον ἔσται ἢ μυστικῶς. Ἄρεως δὲ καὶ Ἑρμοῦ ἐπόντων ἢ ἐπιμαρτυρούντων ἢ παραλαμβανόντων τὸν χρόνον κακούργων πραγμάτων ἢ λῃστρικῶν ἐρῶσι· γίνονται
γὰρ πλαστογράφοι ἅρπαγες θυρεπανοῖκται κυβευταὶ τεθηριωμένην τὴν διάνοιαν ἔχοντες. ἐὰν δὲ καὶ δ τῆς Ἀφροδίτης ἐπιμαρτυρήσῃ. φαρμακοὶ μοιχοὶ αὐτόχειρες· ὅθεν κατὰ τούς ἐπιβάλλοντας χρόνους ἐγγύαις καὶ δάνεσι περικυλιόμενοι καὶ κακουργίαις συνοχῆς ἥ κρίσεως πεῖραν λαμβάνοντες ἐπικινδύνως διάγουσιν. ἰσχυρὸς δ
τόπος πρὸς πολλὰ ὑπάρχει, ὅθεν αὐτῷ προσεκτέον. λαμβάνεται δὲ ὁ κλῆρος τοῦ ἔρωτος ἡμέρας μὲν ἀπὸ τοῦ κλήρου τῆς τύχης ἐπὶ τὸν τοῦ δαίμονος καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀνάπαλιν.
χρηματιστικοῖς τόποις ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων οἰκειώσεις μὲν ἐπάγει καὶ μείζονας συστάσεις καὶ ἐχθρῶν καθαιρέσεις ἢ θανάτους, κακοποιῶν δὲ ἐπόντων ἀντιδικίας καὶ κρίθεις ἐπάγει καὶ ἐξοδιασμούς· ὅθεν καὶ παρά προαίρεσιν διαπράξαντες ἀνιαρῶς διάγουσιν. ἐὰν δέ πως τὸ σχῆμα κακωθῇ, τινὲς καταδικά-
ἢ καθαιροῦνται. λάμβανε δὲ ἀπὸ δαίμονος ἐπὶ τύχην, νυκτὸς δὲ ἀνάvπαλιν.
κς΄. Τὸ τέταρτον περὶ χρόνων διαιρέσεως καὶ τὴν ἐπτάζωνον ἀνωφερῶς κατὰ Κριτόδημον.
Σελήνη ζῳδίῳ ἦ, αὑτὸς γίνεται πρῶτος ὁ κύριος τοῦ ζῳδίου καὶ λήψεται, εἶτα κατὰ ζώνην οἱ ἀλλοι. οἷον ὑποδείγματος χάριν ἔστω Σελήνην εἶναι Ζυγῷ μοίραις ς΄· πρώτη Ἀφροδίτη λήψεται, δεύτερος Ἑρμῆς, τρίτη Σελήνη, τέταρτος Κρόνος, πέμπτος Ζεύς, ἕκτος᾿ Ἄρης· γίνεται Ἄρεως μονομοιρία. Ἄρης οὖν πρῶτος λήψεται,
45 ὁ κύριος τῆς μονομοιρίας τῆς Σελήνης, ἔτη ε΄, εἶτα οἱ ἐξῆς κατὰ γένεσιν μετὰ τὸν Ἄρεα κείμενοι ἀστέρες· μετὰ δὲ συμπληρωθῆναι ἔτη κη΄ ἄρχου πάλιν ἀπὸ τοῦ μετὰ τὸν Ἄρεα κειμένου ἀστέρος. ποίει δὲ καὶ τὰ ι΄ ἕτη καὶ μῆνας θ΄, ἡμέρας μὲν ἀπὸ
Ἡλου, νυκτὸς δὲ ἀπὸ Σελήνης. ἐὰν δὲ ἡμέρας ὁ Ἥλιος μὲν κακῶς κεῖται, ἀπὸ Σελήνης ἄρχου· ὁμοίως καὶ νυκτὸς ἀπὸ Ἡλἰου. ἐὰν δὲ ὁ Ἥλιος καὶ ἡ Σελήνη ἀκυρολόγητοι γένωνται, ἀπὸ τοῦ οἰκοδεσπότου ἢ ἂλλου τινὸς ἀστέρος καλῶς κειμένου.
κζ΄. Ἄλλως ἐκ τοῦ Σεύθου περὶ ἐνιαυτῶν ἐκ τοῦ
Ἑρμείου
σχολὺν τὴν ἄφεσιν ποιοῦσα ἀπὸ Ἡλίου ἢ Σελήνης ἢ ὡροσκόπου ἢ κλήρου τύχης.
ἐπὶ δὲ νυκτὸς ἀπὸ Σελήνης ὁμοίως ἐπικέντρου μοιρικῶς οὔσης· τούτων δὲ ὑστερούντων ἀπὸ τοῦ ὡροσκόπου· ἐὰν δὲ κλῆρος τῆς τύχης ἐπίκεντρος ὑστερούντων τῶν φώτων, ἀπὸ αὐτοῦ τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ ποιοῦ. ἀλλότριον δὲ ὁμοίως ἔσται ἐπὶ τῶν τὰ φῶτα ἐπιφερόμενα τοῖς κέντροις ἐχόντων ἀπὸ τοῦ παρʼ ἰδίαν αἵρεσιν
ἄρχεσθαι· ἰσχυροτέρμως γάρ κατὰ τὴν ἡμετέραν ἀγωγὴν ἐπιγνώσῃ, ἐπὶ ποίων ζῳδίων χρηματίζει ἐπιφερόμενος τῆς γενέσεως ὁ ἐνιαυτός. ἡμέρας μὲν ἀπὸ Ἡλίου, ἐὰν μὲν τύχῃ ὡροσκοπῶν ἢ μεσουρανῶν· εἰ δὲ μή γε, ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἔκβαλλε, καὶ εἰς δ ἂν καταλήξῃ ὖ ἐνιαυτός, ἀπὸ τοῦ κυρίου τοῦ τόπου οὖ
ἦν ἐπὶ γενέσεως διέκβαλλε τὸν ἐνιαυτόν. νυκτὸς δὲ ἀπὸ Σελήνης, ἐάνπερ τύχῃ ὡς προεῖπον ἐπὶ τοῦ Ἡλίου, μάλιστα ἐὰν ἀνατολικὴ ᾗ καὶ τοῖς ἀριθμοῖς προσθετική ἐπὶ δὲ τῶν δύο φώτων τῶν πνευμάτων ἐὰν μὺ καὶ πλήρη κἂν ἀφαιρῇ τὸν ἀριθμὸν τύχῃ ἀπὸ τοῦ συνδέσμου ἐὰν ἐπίκεντρος μόνον ἐπὶ μέγιστα κείμενος. εἰ
δὲ μή γε καθώς προγέγραπται, ἀπὸ τοῦ κυρίου τοῦ καταλήγοντος τόπου ἀπὸ τοῦ ὡροσκόπου. ἐὰν γὰρ εὕρῃς τὰ ζῴδια κεντρούμενα ἢ ἀγαθοποιούμενα ἢ καὶ αἴτια ἀπὸ τῶν ἐπιπαρόντων ἢ καὶ ἐφορώντων κἄτι τὴν πρώτην τάξιν καὶ ἐπὶ τῆς παρόδου, δηλοῖ 46 ὅτι καλὰ ἔσται τὰ ἐνιαυτῶν ἀποτελέσματα· κακῶν δὲ ὄντων τῶν τόπων ἐναντίον ἀποβήσεται, ὡς τῶν ἐφορώντων ἀνατολικῶν ἀστέρων καὶ πράσσειν παρεχόντων, τῶν δὲ δυτικῶν ἀπραγίας καθαιρέσεις τῶν πρασσομένων, ἐὰν μὴ τὰ πράγματα κρύφιμα τύχῃ.
κη΄. Περὶ μηνὸς ποῦ ἔσται.
ἡ πανσέληνος, καὶ ἐάνπερ ἦ πανσεληνιακή· γὰρ τούτοις τοῖς ζῳδίοις οἱ μῆνες χρηματίζουσι καὶ τὴν ἀρχὴν ἔχουσιν· ὁποίαν ἄν τύχη ἐπὶ γενέσεως ἔχουσα ἡ Σελήνη ἤτοι ἀπὸ συνόδου ἡ ἀπὸ πανσελήνου, καὶ ἐπὶ τὴν ὁμοίαν ἀναπληροῖ ἡ τοῦ μηνός. οἱον ἐἀν τριταία ἢ πεμπταία ἤτοι ἀπὸ τῆς συνόδου ἢ πανσελήνου,
ἔκτοτε ἔσται καὶ ἡ ἀρχή τοῦ μηνός.
κθ΄. Περὶ ἡμέρας χρηματιστικῆς.
ἀριθμῶν κἂν μὲν ἦ κατὰ Ἄλε ξανδρεῖς, πρόσθες τὰς ἐμβολίμους τουτέστι τῶν πλήρων ἐτῶν τὸ καὶ ταῦτα ἀπὸ τοῦ πλήθους διέκβαλλε ὁσάκις δύνασαι ἀνὰ ιβ΄. τὰς λοιπάς πολυπλασίασον ἐπὶ τὸν ε΄ καὶ ἐπὶ τάς ἀπὸ γενέσεως ἡμέρας μέχρις οὖ ζητεῖς καὶ μέριζε εἰς τὸν ιβ΄· καὶ τὰ καταλειφθέντα ἔκβαλλε ἀπὸ
τῆς Σελήνης τῆς κατὰ γένεσιν καὶ ἑκάστῳ ζῳδίῳ μίαν ψῆφον διδούς ἀπὸ τοῦ κεκληρωμένου ζῳδίου τὸν μῆνα διέκβαλλε. καὶ ὅπου δἂν καταντήση ὁ ἀριθμός, ἐκείνου τοῦ ζῳδίου τὸν κύριον σκόπει καὶ πρὸς τούς ἐφορῶντας ἀστέρας τὴν ποιότητα τῆς ἡμέρας δήλωσον.
Ὅσα μὲν κύρια ἦν ἐπὶ ἑτοιμοτέρας σκέψεμως, ἐν τούτοις εἴρηται· δσον δὲ τῆς ἐκ τῆς συντόμου ταύτης ἀναπτύξεως, πολλὴν ἐπίδοσιν ἐαυτῷ παρέξει, ἐάνπερ ἧ εὐφυεῖ χρώμενος ψυχῇ καὶ πρὸς ὅν ἂν ὁ νοῦς τοῦ ἀνθρώπου ἔρχηται λογισμὸν κἀν ἐν φύσει κεχορηγημένος.
περίπατον ποιεῖσθαι κατὰ τὰς ἀναφοράς τῶν ζῳδίων καὶ τὰ κλίματα. οἷον ἐὰν περὶ γυναικός, ἀπὸ Ἀφροδίτης, ἢ θυγατέρων ἦ θηλυκῶν εἰδῶν· ὅταν δὲ περὶ πράξεως, ἀπὸ Ἑρμοῦ, καὶ τῶν ἀνηκόντων· ὅταν δὲ περὶ κινδύνων ἢ θανάτου ἢ νόσων ἢ αμαγμῶν, ἀπὸ τῶν κακοποιῶν ἐπὶ τὸν ὡροσκόπον ἢ Ἥλιον ἢ Σελήνην· καὶ
ἀπὸ τῶν ἄλλων ὁμοίως. προσέχειν δὲ δεῖ καὶ τίσιν ὁρίοις οἱ περίπατοί εἰσι καὶ τίνες τῶν ἀστέρων ἀκτινοβολοῦσι καὶ τίνες κατʼ ἐπέμβασιν ἐν τῷ ζῳδίῳ τοῦ περιπάτου εἰσίν· ὁμοίως καὶ τὸν παραδεδωκότα ἢ παραλαμβάνοντα, πῶς ἔχουσι πρὸς τὴν γένεσιν καὶ πῶς ἀνέτειλαν καὶ πῶς ἐν τῇ γενέσει ἐγένοντο.
ἐναντίον· ἐὰν δὲ ἀγαθοποιοὶ καὶ κακοποιοί, μεμιγμένον καὶ τὲ ἔτος ἀποτελοῦσι. χρηστέον δὲ καὶ τῷ λεγομένῳ κυνικῷ ἐνιαυτῷ.
λ΄. Περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς τὸ τέταρτον τῆς περιὁδου.
ἔτη λ΄, τὸ τέταρτον ζ΄ ἥμισυ· Διὸς ἔτη ιβ΄, τὸ τέταρτον ἔτη γ΄ 48 Ἄρεως ἔτη ιε΄, τὸ τέταρτον ἔτη γ΄ μῆνες θ΄ Ἡλἱου ἔτη ιθ΄, τὸ τέταρτον ἔτη δ΄ μῆνες θʼ. Ἀφροδίτης ἔτη η΄ τὸ τέταρτον ἔτη β΄· Ἑρμοῦ ἔτη κ΄, τὸ τέταρτον ἔτη ε΄· Σελήνης ἔτη κε΄ τὸ τέταρτον ἔτη ς΄ μῆνες γ΄ ταῦτα οἱ μικροὶ κύκλοι αὐτῶν, ὁ δὲ μέγιστος αὐτῶν Ἡλίου ρκ΄ Σελήνης ρη΄, . Κρόνου νζ΄, Διὸς ὅθ’, Ἄρεως ξς΄,
Ἀφροδίτης πβ΄, Ἑρμοῦ ος΄. μερίζουσι δὲ τὰς ἡμέρας οὕτως· οἱον Κρόνου εἰσὶν ἡμέραι χλζ΄, Διὸς σνε΄, Ἄρεως τιηʼ, λἰου υλγ΄, Ἀφροδίτης τξη΄ ιη΄ Ἑρμοῦ υκγ΄ ιη΄, Σελήνης φλα΄. Ζεὺς ἐκ τῶν γ΄ ἐτῶν μερίζει ἐαυτῳ ἡμέρας ρβ΄, Ἄρει ρκζ΄ ιβ΄, Ἡλῖῳ ρξα΄ ς΄, Ἀφροδίτη ξζ΄ ιβ΄ Ἑρμη ρο΄ ιβ΄, Σελήνη σιβ΄ ς΄, Κρόνῳ σνεʼ.
Ἄρης ἐκ τῶν γ΄ ἐτῶν καὶ μηνῶν θ΄ ἐαυτῷ ρνθ΄ έ, Κρόνῳ τιή΄, Διὶ ρκζ΄, Ἡλίῳ σιθ΄ Ἀφροδῖτη πδ΄ ιη΄), Ἑρμῇ σιβ΄ κα΄, Σελήνῃ σξε΄ δύο τρίτα. Ἥλιος ἐκ τῶν ἐτῶν δ΄ καὶ μηνῶν θʼ Κρόνῳ υγ΄ Διὶ ρξα ὡρπς ιβ΄, Ἀρεϊ σα΄, Ἡλίῳ σνεʼ η΄, Ἀφροδίτῃ ξςʼ κα΄. Ερμῇ σξζ΄ δ΄ Σελήνη τλς΄ ς΄ Ἀχροὔίτη ἔτη β΄· Κρόνῳ ρο΄, Διὶ
ξη΄, Ἀρεϊ πε΄, Ηλίῳ ρζ΄ ιβ΄, έαυτῇ με΄, Ἑρμῇ ριγ΄ ιβ΄. Σελήνη ρμα΄ ιβ΄. Ἑρμῆς ἔτη ε΄· Κρόνῳ υκε΄ Διὶ ρο΄, Ἀρεῖ σιβ΄, Ἡλιῳ σξη΄ ιζ΄, Ἀφροδίτῃ ριβ΄, ἑαυτῷ σπγ΄ ιβ΄ Σελήνῃ τνη΄ ιη΄. Σελήνη ἐκ τῶν ἐτῶν καὶ μηνῶν γ΄ Κρόνῳ υκε΄, Διὶ ρο΄, Ἀρεῖ σξε΄ ιε΄, Ἡλἰῳ τλς΄, Ἀφροδίτη ρμα΄ ις΄, Σελήνῃ υμβ΄. ὅπου δʼ ἂν καταλήξῃ
τὸ ἔτος, ὁ κύριος τοῦ ζῳδίου πρῶτος δίδωσιν· οἷον Κρόνος πε΄, εἶτα Ἡλιος νγ΄ ὥρας ιη΄, Ἑρμῆς νς΄ ὥρας ιη΄, Ἀφροδίτη κβ΄ ὥρας ιη΄, Ζεὺς λδ΄, Σελήνη ο΄ ὥρας ιή, Ἄρης μβ΄ ὥρας ιβ΄. Ἄλλη ἀγωγή. Οσα ὅρια ἔχει τις τῶν ἀστέρων ἐν τοῖς ιθ’ ζῳδίοις, τοσαῦτα ἔτη δίδωσιν. οἶον ὡροσκόπος Ζυγῷ· κατάγονται
ἔτη κη΄ Αἰγόκερως τὰς πρώτας νζ΄ Κρόνῳ δίδωσιν, εἶτα Ἑρμῇ 49 ος΄, εἶτα Ἀφροδίτῃ πβ΄, εἶτα Διὶ οθ΄, εἶτα Ἀρεἶ ξε΄, εἶτα Σελήνῃ ο΄, εἶτο Ἡλἰῳ ὥρας ς΄.
Κρόνου διὰ τὸν Αἰγόκερμω ἡμέρας ρκ΄, εἶτα Ἑρμῆς π΄, εἶτα Ἀφροδίτη β΄, εῖτα Ζεὐς μη΄, εἶτα Ἄρης ξ΄, εἶτα Σελήνη κε΄, εἶτα Ἡλιος ὥρας ς΄ δ ἐνιαυτὸς ἡμέρας καὶ νυκτὸς ἀπὸ τοῦ ὡροσκόπου. κατάγει τις ἔτ κῃ΄ ἐλάχιστα ἀπὸ Ζυγοῦ, ἔστι δὲ Κρόνος Γαύρῳ τὰ κη΄ καταλήγει εἰς Λέοντα· Ζυγῷ οὖν Κρόνος παρέδωκεν Ἡλίῳ
καὶ ἔχει τὸν ἐνιαυτὸν Ἡλιος. τοῦτο ἀρέσκει Αἰγυπτίοις Βαβυ— λωνίοις καὶ Ἑλλη σιν.
Ἀφροδίτης παρέλαβε τὸν ἐνιαυτόν· ἡ διαίρεσις μάχεται.
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.