Liber III.
Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολογιῶν βΑλίον τρίτον.
α΄. Περὶ ἐπικρατήσεμως.
ὁ τόπος, καὶ αὐτοὶ δοκιμάσαντες αἱρέσεις ἐπιδιασαφήσομεν. ἔστω δὲ πρῶτος ἡμῖν λόγος ὁ περὶ ἐπικρατήσεως καὶ ἀκτινοβολίας καὶ οἰκοδεσποτείας· πρὸ πάντων δὲ ἡ ἐπικράτησις ζητείσθω περί τε τὸν Ἥλιον καὶ τὴν Σελήνην.
δέ φημι καὶ νυκτὸς ἐπικρατεῖν Ἥλιον, ἡμέρας δὲ Σελήνην, ἐὰν ἐπικαίρως τύχωσιν ἐσχηματισμένοι· ἐὰν δὲ καὶ ἀμφοτέροις τοῦτο συμβῇ, τῷ μᾶλλον οἰκείως ἐσχηματισμένῳ καὶ αἱρέσει ἢ τριγώνῳ τετευχότι προσνέμειν τὴν ἐπικράτησιν. καὶ ἐκ τῶν ὁρίων τοῦ ἐπικρατήτορος εὑρίσκεται καὶ ὁ οἰκοδεσπότης· ἐὰν δʼ ἀμφότεροι
παραπέσωσι, ὅριον τῆς ὡροσκοπούσης μοίρας ἢ τοῦ μεσουρανήματος γεννήσει τὴν οἰκοδεσποτείαν, κατὰ πλεῖστον δʼ ἐκείνου, οὗ ὁ κύριος οἰκεῖον σχηματισμὸν ἐπέχει ὡροσκόπου.
ὡροσκόπῳ ἢ μεσουρανήματι ἢ ἐπικαίρως ἐσχηματισμένος ἐπικρατήσει, ὁ δὲ κύριος τοῦ ὁρίου τὴν οἰκοδεσποτείαν ἐφέξει· ἐὰν δʼ ἀμφότεροι ἑνὸς ἀστέρος ὅριον ἔχωσιν, ἐκεῖνος ἀναμφιλέκτως καὶ οἰκοδεσπότης κριθήσεται. Δευτέρα ἐπικράτησις, ἐὰν ὁ Ἥλιος ὡροσκοπῇ τῆς Σελήνης κακοδαιμονούσης, ὁ Ἥλιος ἐπικρατήσει·
ἐὰν ὁ Ἥλιος ἀγαθοδαιμονῇ, ἡ δὲ Σελήνη μεσουρανῇ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος δύνῃ τῆς Σελήνης τῇ ἐπικαταδύσει 1 οὔσης, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ὡροσκοπούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ὁμοίως τῳ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ ὡροσκόπῳ, ἡ Σελήνη
ἐπικρατήσει. ἐὰν πάλιν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης μεσουρανούσης, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος τῷ ἀποκλίματι τοῦ μεσουρανήματος πέσῃ τῆς Σελήνης ἐπαναφερομένης τῷ μεσουρανήματι, Σελήνη ἐπικρατήσει. ἐὰν Σελήνη τῷ ἀποκλίματι τοῦ μεσουρανήματος τύχῃ, ὁ δὲ
Ἥλιος τῷ ὑπὸ γῆν κέντρῳ, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ἡ Σελήνη ἀποκλίνῃ τοῦ μεσουρανήματος, ὁ δὲ Ἥλιος τῇ ἐπαναφορᾷ τύχῃ τοῦ ὑπὸ γῆν κέντρου, ὁ Ἥλιος ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ κορυφὴν κέντρου τῆς Σελήνης ἐπαναφερομένης τῷ ὑπὸ γῆν, Σελήνη ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος ἀποκλίνῃ τοῦ κατὰ
κορυφὴν κέντρου, ἡ δὲ Σελήνη τύχῃ τῷ ὑπὸ γῆν κέντρῳ, Σελήνη ἐπικρατήσει. ἀμφοτέρων τῶν φώτων ἀποκεκλικότων τοῦ μεσουρανήματος ὁ ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσπότης κριθήσεται. ἐὰν Σελήνη ἐπαναφέρηται τῷ μεσουρανήματι, δὲ Ἥλιος θεῷ τύχῃ, ὁ πρῶτος ἐπιφέρων τὴν ἀκτῖνα
τῷ ὡροσκόπῳ μοιρικῶς ἐπικρατήσει. Σελήνης καὶ Ἥλίου τῷ τρίτῳ ἀποκεκλικότων τοῦ ὡροσκόπου μεσουράνημα ἐπικρατήσει καὶ ὁ τῶν ὁρίων κύριος οἰκοδεσποτήσει· ὅθεν ἐὰν ἡμέρας γένηται, ἀκυρολόγητα τὰ φῶτα τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ· ὡροσκόπος ἐπικρατήσει καὶ ὁ τῶν μοιρῶν κύριος οἰκοδεσποτήσει· νυκτὸς
δὲ τῷ ὑπὸ γῆν ἀποκεκλικότων μεσουράνημα ἐπικρατήσει. ἐὰν ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ δυτικῷ τύχωσι ζῳδίῳ, ὅριον τῆς συνόδου ἐπικρατήσει καὶ ὁ κύριος τῶν μοιρῶν οἰκοδεσποτήσει. ὁμοίως καὶ ἐὰν τῷ ὡροσκόπῳ ἀμφότεροι τύχωσιν ἢ τῷ μεσουρανήματι ἢ τῷ ὑπὸ γῆν, ὅριον τῆς συνόδου ἐπικρατήσει
καὶ ὁ κύριος τῶν ὁρίων οἰκοδεσποτήσει· ἐάν τε γὰρ αὐτῷ τῷ ζῳδίῳ ἑνὸς ἀστέρος ὅριον ἔχωσιν ἐάν τε ἄλλῳ, ἀπαραβάτως ἐκεῖνος οἰκοδεσποτήσει. ἐὰν δέ πως τῷ ἰδίῳ ταπεινώματι ὁ Ἥλιος εὑρεθῇ, οὐκ ἔσται ἀφέτης, ἐκτὸς εἰ μὴ μοιρικῶς ὡροσκοπῶν τύχῃ· ὡσαύτως δὲ καὶ ἡ Σελήνη Σκορπίῳ. Σελήνη συνοδικὴ εὑρισκομένη
καὶ ὑπὸ τὰς αὐγὰς τοῦ Ἥλίου πεπτωκυῖα οὐ γίνεται ἀφέτης, ἐκτὸς εἰ μὴ καὶ αὐτὴ μοιρικῶς ὡροσκοπήσῃ. ἐπὶ δὲ πανσέληνον 2 φερομένη ἐὰν ἐντὸς τοῦ ὡροσκοποῦντος ὁρίου λύη τὴν φάσιν, ἐστιν ἀφέτις καὶ αὐτὴ δὲ ἀναιρέτις, ἐὰν αὐτῇ τῇ ἡμέρᾳ λύῃ τὴν πανσέληνον, δεήσει οὖν σκοπεῖν τὰς μεταξὺ αὐτῆς καὶ τῆς πανσελήνου, πόσαι εἰσί, καὶ ἐπιγνόντας πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι.
τῷ ζῳδίῳ, ἔσται ὁ θάνατος· ἐὰν δὲ καὶ ὁ ἀγαθοποιὸς ὁμοίως ἐπιθεωρῇ, ὁ μὲν θάνατος οὐκ ἔσται, σίνος δὲ ἢ πάθος. καὶ αἱ λοιπαὶ δὲ φάσεις τῆς Σελήνης ἕως τῆς τοῦ συνδέσμου λύσεώς εἰσιν ἀναιρετικαί. δεῖ δὲ καὶ τὴν ἐπικράτησιν τότε βεβαίαν κρίνειν, ἐὰν καὶ τῷ κυρίῳ τῶν ὁρίων Ἥλιος καὶ Σελήνη ἐπιμαρτυρῇ
καὶ ἐπίκεντρος τύχῃ ἢ ταῖς χρηματιζούσαις μοίραις· ἐὰν δὲ ἀπόστροφος εὑρεθῇ, ἀνοικοδεσπότητος ἡ γένεσις κριθήσεται. ἐὰν δὲ ἐναλλάξωσι τὰ ὅρια ὅ τε κύριος τοῦ ἡλιακοῦ ἢ σεληνιακοῦ ζῳδίου καὶ τῶν ὁρίων, καὶ οὕτως ἔσται ἀνεπικράτητος ἡ οἰκοδεσποτεία. σκοπεῖν δὲ δεῖ, μήποτε ὁ δοκῶν οἰκοδεσποτεῖν ὑπὸ
δύσιν τύχῃ· καὶ οὕτως γὰρ πάλιν ἀνοικοδεσπότητος ἡ γένεσις.
β΄. Περὶ μοιρῶν ἐπισήμων τῶν κέντρων.
πλήθους τρίτον μέρος ἡγεῖσθαι κεντρικῷ σχήματι χρηματιζούσας μοίρας ἀπὸ τῆς ἑξῆς δυναστικούς τε τοὺς ἀστέρας ἤτοι ἀγαθοποιοὺς ἢ κακοποιοὺς ταύταις ταῖς μοίραις, τὰς δὲ λοιπὰς ἕως τοῦ ὑπογείου ἀχρηματίστους καὶ τοὺς ἐπόντας ἀστέρας ἀχρηματίστους ἢ ἀπράκτους. τὴν δὲ αὐτὴν δύναμιν τὰ διάμετρα
τοῦ τε ὡροσκόπου καὶ τῶν λοιπῶν κέντρων ἐφέξει πρός τε τὰς χρηματιζούσας μοίρας καὶ ἀχρηματίστους καὶ οἱ ἐπόντες ἀστέρες ὁμοίως εὐτονήσουσι. φανερὸν οὖν ὅτι οὐκ ἀεὶ τριάκοντα μοῖραι ἐπίκεντροι, ἀλλʼ ὅτε μὲν πλείους ὅτε δὲ ἐλάττους· ἐὰν δέ πως τῷ ὡροσκοποῦντι καὶ δύνοντι ζῳδίῳ δυναστικαὶ μοῖραι ἐλάττους
3 ὦσι τῶν τριάκοντα, τότε τῷ μεσουρανήματι καὶ ὑπογείῳ κέντρῳ πλείους ἔσονται τῶν τριάκοντα μοιρῶν. ἐὰν δὲ τῷ ὡροσκοποῦντι καὶ ἀνθωροσκοποῦντι κέντρῳ πλείους ὦσι τῶν τριάκοντα, τότε τῷ μεσουρανήματι καὶ ὑπογείῳ ἐλάττους.
Κριοῦ μοῖραν ιϚ΄· αὗται ἔσονται δυναστικαὶ μοῖραι καὶ οἱ ἐπʼ αὐτῶν ἀστέρες, αἱ δὲ λοιπαὶ μοῖραι ἀπὸ ιζ΄ ἕως τοῦ ὑπογείου ἀχρημάτιστοι, καὶ αἱ τούτων δὲ διάμετροι ὅμοιον ἐφέξουσι. πάλιν ἔλαβον ἀπὸ τῆς μεσουρανούσης μοίρας ἕως τῆς ὡροσκοπούσης· γίνονται πα΄· τούτων τρίτον γίνονται κζ΄ ταύτας
ἀπέλυσα ἀπὸ τῆς μεσουρανούσης μοίρας, κατέληξε εἰς τὴν τοῦ Αἰγόκερω μοῖραν ιθ΄. αὗται οὖν χρηματιστικαὶ καὶ τούτων διάμετροι, αἰ δὲ λοιπαὶ ἀχρημάτιστοι. δʼ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων δεῖ ποιεῖν πρὸς γινώσκειν τοὺς ἀστέρας πότερον χρηματιστικαῖς μοίραις εἰσὶν ἢ ἀχρηματίστοις.
Ἔδοξε δέ μοι φυσικώτερον οὕτως ἔχειν. μὲν διάστημα ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς ὑπογείου λαμβάνοντα καὶ τούτων τρίτον λογισάμενον καθὼς πρόκειται καὶ ἀπολύσαντα ἀπὸ τῆς ὡροσκοπ ούσης κατὰ ἐξῆς κρίνειν δυναστικὰς μοίρας καὶ τὰς τούτων διαμέτρους, δὲ ἕτερον μέρος τῶν μοιρῶν κρίνειν
πάλιν μέσον, μήτε πλέον ἀγαθὸν μήτε φαῦλον, διὰ τὴν ἐπαναφορὰν τοῦ ὡροσκόπου καὶ τὴν θεὰν καὶ διάμετρον τοῦ θεοῦ. ἔσται οὖν μὲν πρῶτον τρίτον μέρος τῶν ἀπὸ ὡροσκόπου μοιρῶν χρηματιστικὸν καὶ δυναστικόν, δὲ ἕτερον τρίτον μέρος μέσον, δὲ ἕτερον τρίτον αἰτιατικὸν καὶ φαῦλον. κατὰ ταὐτὰ
δὲ καὶ οἱ ἀστέρες ἐνεργήσουσι· δεῖ γὰρ ἀπὸ τῆς τοῦ μεσουρανήματος καὶ τῆς κεντρικῆς τάξεως δὲ ἕτερον τῆς ἐπαναφορᾶς, καθὸ καὶ παρὰ τοῖς παλαιοῖς Ἀγαθοδαίμων ὠνομάσθη· δὲ λοιπὸν τρίτον ἕως της τοῦ ὡροσκόπου ἀποκεκλικυίας μοίρας κακωτικὸν καὶ ἀσχημάτιστον. ὁμοίως δὲ καὶ τὰ τούτων
διάμετρα συνεπισχύσει.
γ΄. Περὶ ἀφέσεως.
τὴν διάκρισιν ἐπιδιασαφῆσαι. εὑρίσκομεν γὰρ γενέσεις καὶ τὴν τετράγωνον πλευρὰν διαβεβηκυίας καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις, καίπερ τοῦ παλαιοῦ ἀκριβῶς λέγοντος ὡς ἀδυνάτου ὄντος, καὶ πάλιν ἄτερ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας μηδὲ τὴν τετράγωνον διεληλυθυίας. τεθείσης οὖν γενέσεως σκοπεῖν
δεήσει, εἰ οἰκοδεσποτεῖται ἡ γένεσις ἢ ἀνοικοδεσπότητος ἔσται, καὶ πότερον Ἥλιος ἢ Σελήνη ἢ ὡροσκόπος ἀφέτης. καὶ ἐὰν μὲν ὁ Ἥλιος ἢ Σελήνη τὸν ἀφετικὸν τόπον λάχῃ, λογίζεσθαι δεῖ ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου πλευρᾶς, πόσος χρόνος συνάγεται καθʼ κλίμα τι γεγένηται, καὶ συναγαγόντας
ἀποφαίνεσθαι τοσαῦτα ἔτη ζήσεσθαι. τοῦτο δὲ συμβαίνει, ἐάνπερ ὁ οἰκοδεσπότης ἰδίοις ὅροις ὑπάρχων καὶ οἰκείως ἐσχηματισμένος τῷ ἀφέτῃ συνάπτῃ ἢ ἐπιμαρτυρῇ καὶ μηδεὶς τῶν ἀναιρετῶν τὴν ἀκτῖνα ἐπιφέρων λοιπογραφήσῃ πλῆθος τῶν ἐτῶν. ἐὰν δὲ ὁ οἰκοδεσπότης ἀκαταμαρτύρητος πρὸς τὸν ἐπικρατήτορα
τύχῃ, ἄλλως δὲ καλῶς σχηματιζόμενος εὑρεθῇ, οἷον ἐὰν ὡροσκοπῇ ἢ μεσουρανῇ ἀνατολικός, αὐτὸς τὰ τέλεια ἔτη μερίσει· ἐὰν δὲ τῶν κέντρων, λοιπογραφήσας τὴν διαίρεσιν τοῦ διαστήματος κατὰ τὸν τῆς κοινωνίας λόγον τὰ λοιπὰ μερίσει.
τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τὔχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀχφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται.
ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἐνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν 5 πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν ε΄ ἢ Ϛ΄ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δ΄ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη
ἡ γένεσις εὑρεθῇ· γὰρ λέγειν ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς διαστάσεως ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι
πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου δέον λογίζεσθαι, ἀλλʼ ἕως τῆς κεντρικῆς διαστάσεως συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ πλῆθος τῶν ἐτῶν.
κλίμα Διδύμοις μοίρᾳ η΄, μεσουρανεῖσθαι δὲ ὑπὸ Ὑδροχόου μοίρας κβ΄. καὶ τῆς ἀφέσεως οὔσης ἀπὸ τῆς ὡροσκοπούσης μοίρας οὐ πάντως ἡ κατάληξις τῶν ἐτῶν ἕως τῆς τετραγώνου πλευρᾶς Παρθένου μοίρας η΄, ἀλλʼ ἕως τοῦ ὑπογείου Λέοντος μοίρας κβ΄, καὶ συνηγμένον πλῆθος τῶν ἐτῶν ἀποφαίνεσθαι, ἐάνπερ μηδεὶς
ἀναιρέτης τὴν ἀκτῖνα ἐπιφέρῃ. ἐὰν γὰρ τῇ κ΄ μοίρᾳ τῶν Διδύμων τοῦ Καρκίνου ὁποιᾳδήποτε μοίρᾳ ἀναιρέτης ἐπῇ ἢ ἀκτινοβολήσῃ, τοσαῦτα ἔτη ζήσεται, ὅσα ἀπὸ τῆς ἀφετικῆς ἕως τῆς ἀναιρετικῆς συνάγεται. ὁμοίως δὲ καὶ ἂν ἀπὸ τοῦ μεσουρανήματος Ὑδροχόου μοίρας κβ΄ τὴν ἄφεσιν ποιησώμεθα, τὴν συμπεραίωσιν
τῶν ἐτῶν οὐκέτι ἕως τῆς τετραγώνου πλευρᾶς Ταύρου μοίρας κβ΄ ἕξομεν, ἀλλʼ ἕως τῆς η΄ μοίρας τῶν Διδύμων. προφανὲς οὖν ὅτι ζῳδιακῶς μὲν τὴν τετράγωνον πλευρὰν ἡ ἄφεσις ὑπερτέθεικε, κεντρικῶς δὲ οὔ. ἐσθʼ ὅτε μὲν οὖν οὗτος ὁ τρόπος καὶ ἐπὶ Ἡλίου καὶ Σελήνης ἁρμόσει· πρὸς μὲν τὴν ὑπέρθεσιν, ἐὰν ὑπὸ τῶν οἰκοδεσποτῶν
βοηθῶνται, τουτέστιν ὅταν μαρτυρῶνται ὑπὸ αὐτῶν καλῶς πεπτωκότων καὶ δυναμένων τὰ τέλεια μερίζειν. ὡσαύτως δὲ καὶ ἐκ τῆς δύσεως τὴν ἄφεσιν ἐὰν ποιησώμεθα, τουτέστι Τοξότου μοίρας η΄, ἕως τῆς κβ΄ τοῦ Ὑδροχόου, τέλος εὑρήσομεν. πάντοτε οὖν τὴν ἀφετικὴν μοῖραν εὑρόντας σκοπεῖν δεήσει κεντρικὸν
διάστημα ποῦ φθάνει καὶ ἕως ἐκείνης τῆς μοίρας τὴν ἄφεσιν ποιεῖσθαι, ἐάνπερ μηδεὶς ἀναιρέτης διακόπτῃ.
ὡς ὡροσκοποῦσαν μοῖραν, ἡ ἄφεσις ἔσται ἕως τῆς τοῦ Ὑδροχόου μοίρας ιγ΄, ἔνθα ὑπόγειον κατέληξε. ἐὰν δὲ καθὼς προείπαμεν λογισώμεθα μεθουρανοῦσαν αὐτήν, εὑρήσομεν τῷ ἀναφορικῷ ὡροσκόπον Αἰγόκερω μοῖραν κη΄, καὶ ἡ ἄφεσις ἔσται ἀπὸ τῆς ιβ΄ μοίρας τοῦ Σκορπίου ἕως τῆς κη΄ τοῦ Αἰγόκερω.
δὲ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ἤτοι γενέσεων ἤτοι ζῳδίων ποιήσαντες εὑρήσομεν. ὁμοίως δὲ καὶ τὴν ἀναιρετικὴν ἤγουν ἀφετικὴν μοῖραν λογίζεσθαι ὡροσκοποῦσαν καὶ ταύτης ὡροσκοπούσης, πόστη δύναται μεσουρανεῖν οἵα δή ποτε οὖν μοῖρα ζῳδίου, καὶ ἕως ἐκείνης τὴν ἄφεσιν ποιεῖσθαι ἢ τῆς διαμέτρου· πρὸς δὲ τὸν
οἰκοδεσποτικὸν λόγον πραγματεύεσθαι, καθὼς προείπαμεν, σκοποῦντας τὴν κεντρικὴν διάστασιν καὶ τὴν σχηματογραφίαν καὶ τὴν πρὸς τὸν ἀφέτην σύγκρισιν.
λογίζομαι διάστημα ἀπʼ αὐτοῦ ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται μοῖραι λε΄, ἅτινά ἐστι ὧραι β΄ καὶ μέρος γ΄ ὥρας. ἐπεὶ οὖν οϚ΄ ἐπιμερίζει τὰ τέλεια, ταῦτα παρὰ τὸν ιβ΄· ἐπιβάλλει ἄρα ἑκάστη ὥρᾳ ἔτη Ϛ΄ μῆνες δ΄. τῶν οὖν δύο ὡρῶν γίνεται ἔτη ιβ΄. μῆνες η΄ καὶ τοῦ τρίτου ἔτη β΄ μὴν α΄ ἡμέραι ι΄ ὁμοῦ γίνεται ἔτη
ιδ΄ μῆνες θ΄ ἡμέραι ι΄. ταῦτα ἀφεῖλον ἀπὸ τῶν οϚ΄· λοιπὰ ἔτη ξα΄ μῆνες β΄ ἡμέραι κ΄. δʼ ὅμοιον κἂν ἀπὸ τῶν ἑτέρων κέντρων ἀποσπάσῃς δεῖ λογίζεσθαι. τούτων οὕτως ὄντων ἔστω τὴν Σελήνην ἀφέτην εἶναι Ζυγῷ περὶ μοίρας η΄· ἔλαβον τῶν λοιπῶν κβ΄ μοιρῶν ἔτη κθ΄ μῆνας δ΄ καὶ τοῦ Σκορπίου λϚ΄ καὶ τῶν ιζ΄ τοῦ
Τοξότου ἔτη τη΄ μῆνα α΄ ἡμέρας ιη΄· ὁμοῦ τὰ πάντα γίγνεται ἀπὸ τῆς ἀφέσεως ἔτη πγ΄ μῆνες ε΄ ἡμέραι τη΄. ἐπεὶ οὖν τὰ τοῦ ἀφέτου πλείονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν εὑρέθη, τοσαῦτα ἔτη βιώσει ἡ γένεσις, ὅσα ὁ οἰκοδεσπότης Ἑρμῆς ἐμέρισεν, ξα΄ μῆνας 7 β΄ ἡμέρας κ΄· εἰ δʼ ἦν τὰ τοῦ ἀφέτου ἥττονα τῶν τοῦ οἰκοδεσπότου ἐτῶν ὑπὸ ἀναιρετικῆς ἀκτῖνος λελοιπογραφημένα, οἷον ἔτη νγ΄, συνέβαινε τὴν προκειμένην γένεσιν μόνα τὰ νγ΄ ἔτη ζήσεσθαι. ἐὰν μέντοι ὁ οἰκοδεσπότης ἐπίκεντρος καὶ ἀνατολικὸς εὑρεθῇ ἢ καὶ
ἐπὶ τῶν χρηματιζουσῶν μοιρῶν ὢν τύχῃ τῆς ἀφέσεως πλεοναζούσης, καὶ αὐτὸς τὰ τέλεια μεριεῖ. καλῶς γὰρ τοῦ οἰκοδεσπότου τετευχότος οὐκέτι οἱ ἀναιρέται ἐπόντες ἢ ἀκτινοβολοῦντες παραιρέται τῶν χρόνων γενήσονται. ἐὰν δέ πως ἀνοικοδεσπότητος ἡ γένεσις εὑρεθῇ ἀφέσεως οὔσης, σκοπεῖν τότε δεήσει τὰς συμπαρουσίας
τῶν ἀναιρετῶν ἢ καὶ ἐπιμαρτυρίας ἑξαγώνους τριγώνους τετραγώνους διαμέτρους.
κριθήσονται αἱ παῤ ἑκάτερα τῆς ἀφέσεως γ΄ ὅτι πᾶσα τριμοιρία καθηγουμένη καὶ ἑπομένη δύναμιν συμπαρουσίας ἔχει ἤτοι ἰσομοιρίας, καὶ αὐτὴ ἡ κατὰ κάθετον, ὡς εἶναι τὰς πάσας ζ΄. ταύταις οἱ κακοποιοὶ ἀκτινοβολοῦντες ἀναιρέται γενήσονται, οἱ δὲ ἀγαθοποιοὶ κωλυταὶ τῆς ἀναιρέσεως. οἷον ἔστω τινὰ ὡροσκοπεῖσθαι
ὑπὸ τῆς τοῦ Κριοῦ μοίρας ιβ΄· αὕτη μὲν οὖν ἔσται μέση ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄ μοίρας Κριοῦ· ἐὰν οὖν κακοποιὸς βάλῃ ἀκτῖνα ἀπὸ τῆς θ΄ ἕως τῆς ιε΄, ἀναιρεῖ οὐ μόνον εἰς αὐτὸ ζῴδιον τῆς ἀφέσεως, ἀλλὰ καὶ τοῖς ἑτέροις ἕως τῆς τετραγώνου πλευρᾶς. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος Κρόνος ἢ Ἄρης
εὑρεθῇ Ταύρῳ ἢ Διδύμοις περὶ μοῖραν ιε΄ τῆς ἀφετικῆς μοίρας κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν γινομένης, εἰς τὴν τοῦ Ταύρου ἢ Διδύμων μοῖραν ιβ΄ ἢ ιγ΄ ἔσται ἡ ἀναίρεσις. ἐπίκεντροι μὲν οὖν ἢ καὶ ἐπαναφερόμενοι οἱ ἀναιρέται εὐτονώτεροι καθίστανται, ἔκκεντροι δὲ ἐξασθενήσουσι. Ἔστω δὲ καὶ οὗτος ὁ λόγος δυναστικὸς
πρὸς τοὺς ἐπικέντρους. οἷον ἐὰν τοῦ Κριοῦ ὡροσκοποῦντος καθὼς πρόκειται Κρόνος Τοξότῃ τύχῃ μοίρᾳ ιγ΄ ἢ καὶ ιβ΄ ἢ καὶ κ΄, ζῳδιακῶς μὲν ἀποκέκλικεν· ἐπειδὴ δʼ εἰς ἐπικέντρους καὶ χρηματιζούσας μοίρας ἔβαλε τὴν ἀκτῖνα κατὰ τρίγωνον εἰς τὸν Κριόν, ἀναιρέτης κριθήσεται. ἐὰν δὲ Τοξότῃ εὑρεθῇ μοίρᾳ
γ΄ ἢ ζ΄, κατʼ ἀμφότερα οὗτος ἔσται ἀποκεκλικώς, καὶ μοιρικῶς καὶ ζῳδιακῶς, καὶ οὐκ ἐστιν ἀναιρέτης. συμβαίνει δὲ καὶ ἀπὸ 8 ἐπικέντρων τόπων τοὺς ἀναιρέτας εἰς ἀχρηματίστους καὶ ἀποκεκλικυίας μοίρας τὰς ἀκτῖνας βάλλειν καὶ μὴ ἀναιρεῖν· δʼ ὅμοιον καὶ ἐπὶ τῶν ἀγαθῶν νοείσθω.
δ΄. Περὶ ἀνέμων τῶν ἀστέρων καὶ τῶν ὑψωμάτων καὶ βαθμῶν.
τοῦ Αἰγόκερω, ὁ δὲ Κρόνος περὶ τὴν κα΄ τοῦ Ζυγοῦ, ὁ δὲ Ἐρμῆς περὶ τὴν ιε΄ τῆς Παρθένου, ἡ δὲ Ἀφροδίτη περὶ τὴν κζ΄ τῶν Ἰχθύων. δὲ ταῖς διαμέτροις μοίραις ταπεινοῦνται. οὖν προηγούμενον ἑκάστου ὑψώματος τετράγωνον βόρειον κληθήσεται καὶ ἑπόμενον νότιον. οἷον ἐπεὶ ὁ Ἥλιος ὑψοῦται περὶ μοῖραν
ιθ΄ τοῦ Κριοῦ, ἔσται προηγούμενον αὐτοῦ τετράγωνον ἀπὸ ιθ΄ μοίρας τοῦ Αἰγόκερω· ἐὰν οὖν εὑρεθῇ τούτῳ, λέγομεν αὐτὸν βορρὰν ἀναβαίνειν καὶ ὕψος ὑψοῦσθαι· ἀπὸ δὲ ιθ΄ τοῦ Κριοῦ ἕως ιθ΄ τοῦ Καρκίνου καταβαίνει τὸν βορράν· ἀπὸ δὲ ιθ΄ τοῦ Καρκίνου ἕως ιθ΄ τοῦ Ζυγοῦ καταβαίνει τὸν νότον· ἀπὸ δὲ ιθ΄ τοῦ
Ζυγοῦ ἐως ιθ΄ τοῦ Αἰγόκερω ἀναβαίνει τὸν νότον. Ἐὰν δὲ καὶ τὸν βαθμὸν τοῦ ἀνέμου ζητῶμεν, οὕτως εὑρήσομεν. ἐπεὶ ἕκαστος βαθμός ἐστι μοιρῶν ιε΄, ἀπὸ τῆς ἑκάστης μοίρας λαβὼν διάστημα τοῦ ἀστέρος καὶ ἐκκρούσας τὸ ιε΄ ἐπιγνώσομαι. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄· λαμβάνω ἀπὸ τῆς ιθ΄ τοῦ Αἰγόκερω
ἕως κβ΄ Ὑδροχόου· γίνονται λγ΄ ἀφαιροῦμεν τὰς δὶς ιε΄ μοίρας λ΄, οἵ εἰσι βαθμοὶ θ΄. λοιπαὶ γ΄, ὥστε εἶναι τὸν Ἥλιον τῆς τοῦ βορρᾶ ἀναβάσεως ἐπὶ βαθμοῦ τοῦ ἀνέμου γ΄. τοῦτο μὲν οὖν ὑποδείγματος χάριν ἐκτιθέμεθα· καὶ ἐπὶ τῶν ἀνέμων τῶν λοιπῶν λογισαμένους τό τε βόρειον καὶ νότιον ἡμικύκλιον ὡσαύτως χρὴ
πραγματεύεσθαι τόν τε ἄνεμον καὶ τὸν βαθμόν. ἐπὶ πάσης οὖν γενέσεως ἐπιγνῶναι δεῖ, πότερον Ἥλιος ἢ ἡ Σελήνη ἢ ὡροσκόπος ἀφέτης ἐστὶ καὶ ποῖον ἄνεμον τρέχει καὶ οὕτως τοὺς λοιποὺς ἀστέρας συνορᾶν. ἐὰν γάρ τισι τινες τὸν αὐτὸν τῷ ἀφέτῃ ἄνεμον τρέχωσιν, ἔσονται οἰκεῖοι καὶ συμπαθεῖς καὶ μάλιστα τοῖς
ἰδίοις χρόνοις· κρείσσονες δὲ καὶ ἐπωφελεῖς, ἐὰν καὶ ἀνατολικοὶ 9 ἢ ἐπίκεντροι τύχωσιν ἢ τοῖς ἀριθμοῖς προστιθέντες καὶ τῆς αὐτῆς αἱρέσεως. ἐὰν δέ τις τῶν ἀστέρων τὸν ἐναντίον τῷ ἀφέτῃ ἄνεμον τρέχῃ, ἐναντίος γενήσεται καὶ κακοποιὸς καὶ μάλιστα ἐπὶ τῆς τῶν χρόνων παραδόσεως. ἐὰν δὲ καὶ δυτικὸς καὶ τοῖς ἀριθμοῖς
ἀφαιρῶν, βλαπτικὸς καὶ ἐπικίνδυνος· οὐδʼ ἐὰν ἐπίκεντρος τύχῃ τούτῳ τῷ μέρει, ἀγαθοποιὸς κριθήσεται διὰ παντός. ἐὰν δὲ τινὰ μὲν οἰκεῖα σχήματα ἔχῃ τινὰ δὲ ἀνοίκεια πρὸς τὸν ἀφέτην, ἀνώμαλος καὶ οὐ κατὰ πᾶν ὠφέλιμος οὐδὲ βλαπτικός. ἐὰν δὲ ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὸν κύριον τῶν θρίων τότε σκοπεῖν
δεήσει καὶ ἐπιγνῶναι, ποῖον ἄνεμον τρέχει ἢ καὶ ἐπίκεντρος ἢ ἀνατολικὸς ἢ προσθετικός, καὶ συγκρίνειν πρὸς τοὺς λοιπούς. τινὲς μὲν οὖν δόξουσι ταύτην τὴν αἵρεσιν ματαίαν ὑπάρχειν· ἐγὼ δέ φημι φυσικωτέραν μᾶλλον καὶ ἐνεργεστέραν εἶναι· γὰρ ταῖς κανονικαῖς συμπήξεσιν ἄλλοι ἄλλως τὸν τόπον τοῦτον πραγματευόμενοι
οὐ διηκρίβωσαν.
ε΄. Περὶ αἱρέσεως τῶν ἀστέρων.
χαίρουσι, ἡμέρας δὲ ὑπόγειοι· Ἑρμῆς παρὰ τὰς αἱρέσεις τοῦ οἰκοδεσπότου οἷς ἐστιν ὁρίοις. ὅθεν ἐπὶ μὲν τῶν ἡμέρας γεννωμένων ἐάν τις εὑρεθῇ ἔχων Δία Ἥλιον Κρόνον ὑπεργείους καλῶς ἐσχηματισμένους, ἄμεινον ἔσται τοῦ ὑπογείους ἔχοντος. ὁμοίως δὲ καὶ τοὺς νυκτερινοὺς ἐὰν ὑπεργείους τις ἔχῃ, σύμφορον. ἡ δὲ
Ἀφροδίτη μᾶλλον χαίρει ὡροσκοποῦσα ἢ μεσουρανοῦσα καὶ οἱ λοιποὶ δὲ ἀστέρες χαίρουσιν ὡροσκοποῦντες ἤπερ δύνοντες.
Ϛ΄. Τῶν προκειμένμων κεφαλαίων ὑποδείγματα.
μοίρᾳ κβ΄ ιγ΄, Ἄρης Σκορπίῳ μοίρᾳ ζ΄ κγ΄, Ἀφροδίτη Καρκίνῳ μοίρᾳ κη΄ ιγ΄, Ἑρμῆς Λέοντι μοίρᾳ ια΄ κε΄, ὡροσκόπος Ἰχθύσι μοίρᾳ ιζ΄, μεσουράνημα Τοξότῃ μοίρᾳ κε΄. ἀνοικοδεσπότητος ἡ γένεσις διὰ ὑπὸ δύσιν ἐμπεπτωκέναι Ἀφροδίτην τὴν κυρίαν τῶν 10 ὁρίων τῆς Σελήνης· ἀφέτης ὡροσκόπος, Ἑρμῆς ὁ τῶν ὁρίων κύριος Ἀφροδίτης καὶ αὐτὸς ὑπὸ δύσιν ἀποκεκλικὼς εὑρέθη. ἡ οὖν ἄφεσις ἀπὸ τοῦ ὡροσκόπου ἕως τῆς τετραγώνου πλευρᾶς καὶ τῆς πρὸς Κρόνον ἀπὸ διαμέτρου ἀκτινοβολίας εἰς κακοποιοῦ ὅριον· Ἄρης γὰρ τὴν διάμετρον ἀκτῖνα παρήλλαξε διὰ ἰσόμοιρον εὑρεθέντα
Δία κεκωλυκέναι τὴν ἀναίρεσιν. ἐτελεύτα οὖν ἐτῶν ξθ΄· ἐὰν δὲ μὴ ἐκώλυσεν ὁ Ζεὺς τετραγωνίσας, μόνα ἔτη ξδ΄ ἔζησεν ἄν.
λβ΄, ὡροσκόπος Ζυγῷ ιε΄, μεσουράνημα Καρκίνῳ ιϚ΄. τὰ φῶτα ἀπέκλιναν, ὡροσκόπος ἀφέτης, ὅρια Διὸς καὶ Ζεὺς παρέπεσεν, ἀνοικοδεσπότητος ἡ γένεσις, ἡ ἄφεσις ἕως τῆς διαμέτρου Ἄρεως τῆς Σκορπίῳ μοίρας κα΄· τοῖς γὰρ ἀφετικοῖς ἐρίοις ἐφεστὼς εἰς τὰ αὐτὰ ὅρια βάλλων ἀνεῖλεν. ἐτελεύτα τῷ να΄. ἔτει. ἐστιν οὖν
τὰ ἀφετικὰ ὅρια καὶ τῶν κακοποιῶν ἀναιρετικὰ οὐ μόνον ἐφ᾿ ὧν ἔπεισι μοιρῶν οἱ ἀναιρέται τὰς ἀκτῖνας βάλλουσιν, ἀλλὰ καὶ ὅταν ἡ ἄφεσις ἀρχῇ τοῦ ὁρίου γένηται. ἄλλως τε οὐ μόνον τὸν χρόνον τοῦ ἀκτινοβολουμένου ζῳδίου συλλογίζεσθαι δεῖ, ἀλλὰ καὶ τοῦ ἀκτινοβολοῦντος, ἐφ᾿ οὗ ὁ ἀναιρέτης τυγχάνει.
Ϛ΄. Ἄλλως περὶ ἐχθρῶν τόπων καὶ ἀφέσεων ἐκ τῶν Κριτοδήμου.
κατὰ ἀναφοράν. αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκούουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. ἔδοξε δέ μοι ἐκ πείρας
11 θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν.
η΄. Περὶ ἐχθρῶν ἀστέρων καὶ κλιμακτηρικῶν τόπων περὶ α΄ ὄργανον Κριτοδήμου.
τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν, τίνος εἰσὶ θεοῦ, καθὼς τῷ ὀργάνῳ πρόκειται· κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις, καθὼς ἄν ὁ χρόνος συντρέχῃ· δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων. ἐχθροὶ γάρ εἰσιν οἱ τῶν
ἀντικειμένων μοιρῶν ὁρικοὶ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις σημαίνουσιν ἢ εἰς τὰς ἀναφοράς τοῦ ὡροσκόπου. οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀφροδίτης, διάμετρος Αἰγόκερως ὅρια Ἄρεως· Ἥλιος Ταύρου μοίρᾳ κζ΄. ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται Παρθένῳ· γὰρ μοιρικὸν τετράγωνον
τοῦτο.
Ἄρης Ταύρου μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ Σκορπίου εἰσὶν ὅρια Ἡλίου. ἐχθρὸς δὲ αὐτὸς ἑαυτοῦ οὐ γίνεται· ζητεῖν οὖν τὰς Λέοντι μοίρας κζ΄ ἢ τῷ ἰσαναφόρῳ· εἰσὶ δὲ Ὑδροχόῳ κατὰ τὰς ὡριαίας διαστολάς. εἰσὶ δὲ αἱ κζ΄ Ὑδροχόου ὅρια Ἀφροδίτης· ἀποθανεῖται οὖν ὄντος Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσαναφόροις
ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν οὖν λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.
Ταύρου μοῖραι λζ΄ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γίνεται· 12 ζητῶ οὖν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζ΄, αἵ εἰσιν ὅρια Ἑρμοῦ. ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ τοῖς τετραγώνοις· δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.
καὶ οἵους ἐπὶ τοὺς ἐχθροὺς τροπὰς ὄντας καὶ τοὺς μηνιαίους καὶ τοὺς ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται. ἐκ τε οὖν Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ ἐξῆς τοῖς ἄλλοις
ὡς ἔτυχον καὶ ἐπὶ τῆς γενέσεως ζῳδιακῶς καὶ μοιρικῶς διακρίνων ἀνὰ ἔτη α΄ καὶ μῆνας θ΄.
θ΄. Περὶ ἀνέμων καὶ τροπῶν.
τῶν οἴικων καὶ τῶν ὑψωμάτων καὶ τῶν τριγώνων. οἷον Ἡλίου οἶκος Λέων, ὕψωμα Κριός, τρίγωνον Τοξότης· γίνονται γ΄· καθʼ ἕκαστον οὖν ζῴδιον γ΄ ὅρια ἔχει ὁ Ἥλιος. Σελήνης οἶκος Καρκίνος, ὕψωμα Ταῦρος, τρίγωνον Παρθένος Αἰγόκερως· γίνονται δ΄· ὁμοίως οὖν ἔχει καθʼ ἕκαστον ζῴδιον ὅρια ἡ Σελήνη δ΄. Κρόνου
οἶκος Αἰγόκερως Ὑδροχόος, ὕψωμα Ζυγός, τρίγωνον Δίδυμοι· γίνονται δ΄· ὁμοίως καθʼ ἕκαστον ζῴδιον δ΄ ὅρια Κρόνου. Διὸς οἶκοι Τοξότης Ἰχθύες, ὕψωμα Καρκίνος· τρίγωνον Κριὸς Λέων· ἔχει οὖν καθʼ ἕκαστον ζῴδιον ὅρια ε΄. Ἄρεως οἶκος Κριὸς Σκορπίος, ὕψωμα Αἰγόκερως, τρίγωνον Ἰχθύες Καρκίνος· ἔχει οὖν καθʼ
ἕκαστον ζῴδιον ὅρια ε΄. Ἀφροδίτης οἶκος Ταῦρος Ζυγός, ὕψωμα Ἰχθύες, τρίγωνον Παρθένος Αἰγόκερως· καθ᾿ ἕκαστον οὖν ζῴδιον ἔχει ὅρια ε΄. Ἑρμοῦ οἶκος Δίδυμοι, ὕψωμα Παρθένος, τρίγωνον Ὑδροχόος Ζυγός· γίνεται δ΄ ὁμοίως ἔσται ὅρια κατὰ ζῴδιον δ΄. οὖν Κριῷ Λέοντι Τοξότῃ ἡμέρας πρῶτος λήψεται Ἥλιος γ΄, εἶτα
δεύτερος Ζεὺς ε΄, εἶτα Ἀφροδίτη ε΄ καὶ Σελήνη δ·, ὁμοίως Κρόνος δ΄ Ἑρμῆς δ΄ καὶ ἑξῆς Ἄρης ε΄ γίνονται ὁμοῦ λ΄. νυκτὸς δὲ ἀνάπαλιν Ζεὺς ε΄, Ἥλιος γ΄, Σελήνη δ΄, Ἀχροδίτη ε΄, Ἑρμῆς δ΄, Κρόνος δ΄, Ἄρης ε΄· γίνονται ὁμοῦ λ΄. ὁμοίως Ταύρῳ Παρθένῳ 13 Αἰγόκερῳ ἡμέρας. Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεύς, νυκτὸς δὲ Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς Ἥλιος. ἑξῆς Διδύμοις Ζυγῷ Ὑδροχόῳ ἡμέρας Κρόνος Ἑρμῆς Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη, νυκτὸς δὲ Ἑρμῆς Κρόνος Ἄρης Ζεὺς
Ἥλιος Σελήνη Ἀφροδίτη. ὁμοίως Καρκίνῳ Σκορπίῳ Ἰχθύσιν ἡμέρας Ἄρης Ἥλιος Ζεὺς Ἀφροδίτη Σελήνη Κρόνος Ἑρμῆς, νυκτὸς δὲ Ἄρης Ζεὺς Ἥλιος Σελήνη Ἀφροδίτη Ἑρμῆς Κρόνος.
τύχῃ τῆς Σελήνης ἐπιμαρτυρούσης αὐτῷ ἢ τοῦ δεσπότου τῶν ὁρίων ἐκείνου, φυσικὸν τοῦ ἀστέρος πνεύσει· οἷον ἐὰν ὁ Ἥλιος τὰ ἴδια ὅρια διοδεύῃ τῆς Σελήνης μαρτυρούσης, ἀπηλιώτης πνεύσει· ἐὰν δὲ Ἀφροδίτη, νότος καὶ ἀδροσία ἔσται· ἐὰν δε Κρόνος, λὶψ ὑγρότητος αἰτία· ἐὰν δὲ Ζεύς, βορέας καὶ δρόσος γίνεται·
ἐὰν δὲ Σελήνη, βορραπηλιώτης· ἐὰν δὲ Ἀφροδίτη, νοταπηλιώτης, ἀστασία ἀνέμων γίνεται καὶ γνόφος· ἐὰν δὲ Ἑρμῆς, λὶψ καὶ βορέας καὶ στάσις καὶ ἐπομβρία, βροντῶν καὶ ἀστραπῶν αἴτιος γίνεται. ἐὰν δέ τινες τῶν ἀστέρων μαρτυρῶσιν Ἡλίῳ καὶ Σελήνη, πρὸς τὴν ἑκάστου φύσιν πάντοτε δεῖ παρατηρεῖν, ἀφ᾿ ἧς φάσεως φέρεται
ἡ Σελήνη, ἤτοι ἀπὸ συνόδου ἢ πανσελήνου, καὶ εἰς τίνος ὅριον ἐστὶν ἡ φάσις, καὶ πρὸς τὸν κύριον τῶν ὁρίων καὶ τῶν συνόντων ἀστέρων ἢ μαρτυρούντων ἀποφαίνου.
ι΄. Ἐκ τῶν Βάλεντος περὶ ἀριθμίου κλήρου καὶ χρόνων ζωῆς· ὁ δὲ αὐτὸς καὶ εἰς περὶ ἐμπράκτων χρόνων μεθʼ ὑποδειγμάτων.
χρησόμεθα τῇ προκειμένη ἀγωγῇ· εἰ δὲ μή γε, τῇ ὑποκειμένῃ.
σύνοδον καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου τῆς μοίρας, οὐ κατὰ ἑξῆς ἀλλʼ ἀνωφερῶς, ὡς ἐπὶ μεσουράνημα ἀπολύειν· καὶ ὅπου δʼ ἂν καταλήξῃ, ὁ τοῦ ὁρίου κύριος κριθήσεται οἰκοδεσπότης. ὃν συνορᾶν δεήσει καὶ ζῴδιον, ἔνθα κατέληξεν ὁ ἀριθμός, τίνι μᾶλλον προσοικείωται, πότερον Ἡλίῳ ἐὰν ἀρσενικῷ, ἢ Σελήνῃ
ἐὰν θηλυκῷ. ἐὰν γὰρ τοῦ Ἡλίου τὴν ἐπικράτησιν ἔχοντος τύχῃ καὶ ζῴδιον ἔνθα ὁ ἀριθμὸς κατέληξε προσοικειῶσθαι, ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὁρίου σύμφωνος τῷ Ἡλίῳ, καὶ ἐὰν καλῶς σχηματιζόμενος τύχῃ πρὸς τὸν Ἥλιον, τὰ μέγιστα αὐτοῦ ἔτη μεριεῖ. ἐὰν δὲ μὲν ζῴδιον οἰκεῖον εὑρεθῇ, τουτέστιν ἀρσενικὸν ὡς πρὸς
Ἥλιον, καὶ ὁ τοῦ ὁρίου κύριος ἐναντίος τῷ Ἡλίῳ ἢ ἀποκλίσει τοῦ ὡροσκόπου ἢ ἐκλειπτικοῖς τόποις εὑρεθῇ, ἀφαιρέτης τῶν χρόνων γενήσεται, ἢ καὶ τὰ ἐλάχιστα ἔτη μεριεῖ. ἐστι δὲ Ἡλίου μὲν ζῴδια τὰ ἀρρενικά, Σελήνης δὲ τὰ θηλυκά. ὅθεν σκοπεῖν δεήσει τὸν κύριον τοῦ ὁρίου, πῶς πρὸς τὸν ἐπικρατήτορα σχηματίζεται
καὶ πρὸς τὸν κύριον τοῦ ζῳδίου· ἐὰν γὰρ οἰκείοις καὶ σχηματιστικοῖς ζῳδίοις εὑρεθῇ, καὶ οἱ τῆς ζωῆς χρόνοι τέλειοι ἔσονται. ἐὰν δὲ πρὸς τὸν μὲν οἰκείως ἔχῃ, πρὸς δὲ τὸν ἕτερον ἀσυμπαθῶς, τὰ μέσα μεριεῖ. ἐὰν δὲ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου, ἔνθα ὁ ἀριθμὸς κατέληξε, πρός τε τὸν ἐπικρατήτορα καὶ πρὸς
σχηματιστικὸν ζῴδιον ἀσυμπαθὴς τύχῃ ἢ ἀπόστροφος ἢ κακοδαιμονῶν, ἀνοικοδεσπότητος ἡ γένεσις ἔσται· καὶ τότε πάλιν χρὴ σκοπεῖν τὴν ἐπικράτησιν Ἡλίου καὶ Σελήνης. ἐὰν δέ πως ὁ κύριος τοῦ ὁρίου καὶ τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ Σελήνῃ συσχηματίζωνται, ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ ὁρίου μοίρας.
ἀναιρετικῶν ἀκτῖνας προβλέπειν, καὶ εἰ ἀρχῇ τῶν ὁρίων ἡ ἄφεσις ἐξέπεσεν ἢ ἐπὶ τέλει· ἐντεῦθεν γὰρ χρὴ συλλογίζεσθαι τὰς 15 τῶν ὀλιγοχρονίων καὶ πολυχρονίων γενέσεις καὶ τὰς τῶν διδύμων. πολλάκις γὰρ περὶ μὲν πρῶτον τεχθὲν ὅριον κακοποιεῖ τῆς ἀφέσεως κυριεῦσαν, καὶ τοῦ οἰκοδεσπότου παραπεσόντος ὀλιγοχρονιότης ἐγένετο, περὶ δʼ ἕτερον ἐναλλαγέντος τοῦ ἐρίου καὶ
τοῦ ζῳδίου καλῶς καὶ συμφώνως Ἡλίῳ ἢ τῇ Σελήνῃ ἡ ἄφεσις κριθήσεται ἀπὸ τῆς τοῦ Ἡλίου μοίρας. καθολικῶς μὲν οὖν καὶ ἐπὶ ταύτης τῆς ἀγωγῆς σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην πρὸς τὰς ἀπορρεύσεις τῶν κέντρων, καθὼς ἐπὶ τοῦ οἰκοδεσπότου πολυχρονιότης καὶ βίου ὑπόστασις παρηκολούθησεν· ὅθεν ὑπὸ μιᾶς
καὶ δευτέρας μοίρας πολλάκις ἡ παραλλαγὴ μεγίστην δύναμιν ἐνδεκνυται. — Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ταύρου μοίρᾳ κε΄ τη΄, Σελήνη Ὑδροχόου ζ΄ ι΄, Κρόνος Κριοῦ μοίρᾳ κδ΄, Ζεὺς Ταύρου μοίρᾳ δ΄ κε΄, Ἄρης Καρκίνου μοίρᾳ κβ΄ νγ΄, Ἀφροδίτη Διδύμων μοίρᾳ κη΄ ιϚ΄, Ἑρμῆς Διδύμων μοίρᾳ Ϛ΄, ὡροσκόπος Αἰγόκερω
μοίρᾳ κζ΄. πανσελήνου οὔσης τῆς γενέσεως ἔλαβον ἀπὸ τῆς σεληνιακῆς μοίρας ἐπὶ τὴν μέλλουσαν σύνοδον, ἥτις ἐτύγχανε Διδύμοις μοίρᾳ β΄ κε΄· γίνονται ριε΄. ταύτας ἀναποδίζω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας· καταλήγει εἰς τὴν τοῦ Ζυγοῦ μοῖραν β΄, ἔνθεν ἡ ἄφεσις ἕως τῆς τῶν κακοποιῶν ἀκτινοβολίας. Κρόνος μὲν γὰρ ἐκ
διαμέτρου, Ἄρης δὲ ἐκ τετραγώνου περὶ τὰς αὐτὸς μοίρας βάλλοντες τὴν ἀναίρεσιν ἐποίησαν, Ζεὺς δὲ ἦν ἀπόστροφος, ἡ δὲ Ἀφροδίτη ἦν παραπεπτωκυῖα, ἣ οὐκ ἴσχυσε βοηθῆσαι. ἔζησεν ἡ γένεσις ἔτη κη΄ μῆνας θ΄. — Ἄλλη. Ἥλιος Τοξότῃ ιβ΄ ις΄, Σελήνη Τοξότῃ ιζ΄ κδ΄ Κρόνος Ζυγῷ ια΄ λγ΄, Ζεὺς Διδύμοις ιθ΄ ια΄, Ἄρης
Σκορπίῳ δ΄ κ΄, Ἀφροδίτη Ζυγῷ κς΄, Ἑρμῆς Σκορπίῳ κζ΄, ὡροσκόπος Ζυγῷ κ΄, ἔλαβον οὖν ἀπὸ τῆς συνοδικῆς μοίρας ἕως τῆς σεληνιακῆς· γίνονται ε΄· ταύτας ἀπὸ τοῦ ὡροσκόπου, καταλήγει Ζυγῷ κε΄· ἐντεῦθεν ἡ ἄφεσις ἕως τῆς Σκορπίῳ Ἄρεως μοίρας ε΄. ἐτελεύτα τῷ ιβ΄ ἔτει. αὕτη δὲ ἡ συνάντησις εἰ μὴ ἐτετεύχει, ἔζη
καὶ τὰ τῆς Ἀφροδίτης ἔτη πδ΄.
ια΄. Περὶ κλιμακτῆρος ἑβδομαδικῆς καὶ ἐννεαδικῆς ἀγωγῆς.
ἡμέραι σκ΄· ἐκκρούω τετράκις ἀνὰ νβ΄ ζ΄, γίνονται ἡμέραι ση΄ καὶ δ΄ ἕβδομα καὶ καταλείπονται ια΄ καὶ ἕβδομα γ΄ τοῦτόν φαμεν ἑβδομαδικὸν κλιμακτῆρα.
ἐὰν ᾖ ἐτῶν μζ΄, κλιμακτὴρ δὲ συνεμπέσῃ ἐτῶν με΄, συναιρεθήσεται ὁ γινόμενος, ἐπεὶ ὁ κατʼ ἔλλειψιν τῶν τῆς ὑποστάσεως κλιμακτὴρ ἐμπέπτωκεν. εἴρηκε δὲ ὅτι, ἐὰν ὁ ἑβδομαδικὸς ἐμπέσῃ εἰς τὸν ἐννεαδικόν, ἀσύμφωνα τὰ πράγματα ἔσται. οἷον ὁ ἑβδομαδικὸς ἤνεγκε μοίρας ε΄· ταῦτα ἀναλύεται εἰς τὸν θ΄· παράκειται
γὰρ ἐννάκις ε΄ γίνονται με΄. συνεμπέπτωκεν οὖν ὁ ἑβδομαδικὸς εἰς τὸν ἐννεαδικόν, ἐὰν μὲν οὖν ὁ κατʼ ἔλλειψιν τοῦ ἐκ τῶν ἐτῶν κλιμακτὴρ ἐμπέσῃ καὶ γένηται προειρημένον, οὐκ ἰσχύει χρεοκοπῆσαι τὴν ὑπόστασιν, ἀλλὰ ζήσεται τὰ μεριζόμενα. ἐὰν δὲ συμφωνήσῃ, τὸν προειρημένον προλήψεται ὁ κλιμακτηρικὸς λόγος.
ἐπεὶ καὶ κατὰ κλίμα εὑρήσομεν ἄλλως καὶ ἄλλως τὴν ἀρχὴν τοῦ ἔτους ποιουμένους. φυσικώτερος οὖν ἔστω λόγος ἀπολύειν ἀπὸ τῆς πρὸ τοῦ κυνὸς συνόδου ἕως τῆς γενεθλιακῆς ἡμέρας ταύτην γὰρ ἀρχὴν τοῦ ἔτους οἱ πλείους ἀπεφήναντο· συντομώτερος δὲ οὖν περὶ ἑβδομαδικῆς ἡμέρας οὗτος ὁ τρόπος ἔστω. τοῖς μὲν
νυκτερινοῖς τὰς ἑβδομαδικὰς ζητεῖν, τοῖς δʼ ἡμερινοῖς τὰς ἐννεαδικὰς δοκεῖ τισι· κατʼ ἀμφότερα δὲ ὅμοιοι, καὶ οἱ μὲν ἑβδομαδικοὶ ἔσονται πρὸς Ἄρην, οἱ δὲ ἐννεαδικοὶ πρὸς Κρόνον. κατʼ ἀμφότερα 17 δὲ καὶ οὗτοι τὴν ἐναλλαγὴν ἐφέξουσι τῶν κλιμακτήρων. κατὰ μὲν γὰρ Ἥλιον καὶ Σελήνην Κρόνος ἑβδομαδικὸς ἔσται, Ἄρης ἐννεαδικὸς διὰ τῷ Καρκίνῳ καὶ τῷ Λέοντι ἀπὸ τοῦ ἑβδόμου τόπου ἐναντιοῦσθαι τὸν Αἰγόκερω καὶ τὸν Ὑδροχόον, ἅπερ Κρόνου
οἰκητήρια, τὸν δὲ Κριὸν ἔνατον ἀπὸ Λέοντος καὶ τὸν Καρκίνον ἀπὸ Σκορπίου. φυσικώτερον οὖν λαμβάνεται ἀπὸ τοῦ ὑψώματος τῆς Σελήνης τοῦ Ταύρου ἑβδομαδικὸς μὲν Ἄρης διὰ τὸν Σκορπίον, ἐννεαδικὸς δὲ Κρόνος διὰ τὸν Αἰγόκερω.
Ἀλεξανδρεῖς, ζητεῖν δὲ μετὰ ταῦτα Ἀντωνίνου τζ΄ Φαμενὼθ ια΄. ἔλαβον τὰ πλήρη ἔτη λε΄ καὶ γενέθλιον λοιπὸν γ΄ καὶ ἀπὸ Χοιὰκ ἕως Μεχὶρ ἑκάστου μηνὸς ἀνὰ δύο· ἐπὶ ἑβδομάδων δ΄ ὑφαιρουμένων καταλείπονται θ΄ καὶ τὰς τοῦ Φαμενὼθ ια΄ γίνονται αἱ πᾶσαι κ΄. καὶ ἐμβόλιμοι η΄ γίνονται αἱ πᾶσαι κη΄. ἔστω οὖν
ἡ ια΄ τοῦ Φαμενὼθ κλιμακτηρικὴ ἑβδομαδικὴ ἡμέρα· ἐκπίπτει οὖν κατὰ τὴν τῶν ἡμερῶν ἀγωγὴν εἰς Σκορπίον. σκόπει οὖν τίνες ἐπιθεωροῦσι ζῴδιον καὶ τὴν Σελήνην. Ἡ δὲ ἐννεαδικὴ οὕτως εὑρίσκεται. τὰ πρῶτα ἔτη πολυπλασιάζω ἐπὶ τὸν ε΄ δ΄ ἐπεὶ ἕκαστος ἐνιαυτὸς ἔχει ἐννεάδας μ΄ καὶ περιλείπονται ε΄ δ΄ τῶν θὲ
πλήρων μηνῶν ἑκάστου ἡμέρας γ΄, ἐπεὶ ἐννεάδας ἔχει ἕκαστος μὴν γ΄ καὶ λοιπαὶ γ΄, καὶ τὰς λοιπάς ἡμέρας ἕως τῆς ζητουμένης συναθροίσας ἀφαιρῶν ἄχρι οὗ δυνατὸν ἀνὰ ἐννέα τὰς λοιπὰς θεωρῶ, εἰ συμπληροῦσι τὰς ἐννέα· καὶ οὕτως ἔσται κλιμακτηρικὴ ἡμέρα, καθὼς καὶ ἐπὶ τῶν ἑβδομαδικῶν. τῷ δὲ αὐτῷ λόγῳ καὶ ἐπὶ μηνὸς
καὶ ἐπὶ ἐνιαυτοῦ χρῆσθαι δεήσει. κλιμακτηρικὰ δὲ ζῴδια ἑβδομαδικὰ Κριὸς Ζυγὸς Καρκίνος Αἰγόκερως, ἐννεαδικὰ δὲ Ταῦρος Λέων Σκορπίος Ὑδροχόος, ἐπίκοινα δὲ Δίδυμοι Παρθένος Ἰχθύες.
ιβ΄. Συνοδικὴ καὶ πανσεληνιακὴ ἀγωγὴ καὶ σπορίμη πρὸς τὸν ἀναβιβάζοντα περὶ χρόνων ζωῆς μεθʼ ὑποδειγμάτων.
εἰς τὰς τῶν παλαιῶν συνταγματογράφων βίβλους κατάμαθε τὸν λόγον μὲν εἶναι κεκαλλωπισμένον καὶ κακόζηλον, ἐκπλῆξαι δυνάμενον τὰς τῶν ἐντυγχανόντων καὶ ἀμαθῶν ψυχάς, ἀληθείας δʼ ἀνέφικτον καὶ τοῖς σωφρονοῦσι πολέμιον. πολλοὺς γὰρ τῶν ἀνθρώπων ἐγχρονίσας καὶ βουκολήσας οὕς μὲν τοῦ ζῆν περιέγραψε,
οὓς δὲ τελέως ἐκόλασεν. ἐντυχέτω δέ τις τῇ λεγομένῃ ὁράσει Κριτοδήμου, πῶς μὲν τὴν ἀρχὴν εὐφαντασίωτον ἔχει καὶ τὰ λοιπὰ τετερατολογημένα πρὸς τοὺς ἀμαθεῖς· πελαγοδρομήσας, φησί, καὶ πολλὴν ἐρημον ὁδεύσας ἠξιώθην ὑπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. εἶτα
αἱρέσεις ἐκτίθεται καὶ παραδόσεις διὰ φρικωδεστάτων ὅρκων καὶ κατ᾿ ἄλλους τινὰς τρόπους ἀπαθανατίζων τοὺς ἐντυγχάνοντας καὶ ὄνησίν τινα ἐνδειξάμενος διὰ τῆςδε τῆς βίβλου τὰ ὅλα συνέχεσθαι διʼ ἑτέρων τὰς δυνάμεις ἐσήμαινεν, περικλείσας εἰς ἄπειρον ὕλην τὴν τῶν μαθημάτων ἀλήθειαν. ἄξιον μὲν οὖν ἐπαινεῖν
καὶ θαυμάζειν τὸν ἄνδρα, διὰ πάσης ἐμπειρίας διεληλυθότα καθηγεμόνα τε τῶν ἐπιζητουμένων γενόμενον. μυστικῶς γὰρ καὶ ποικίλως μερίσας αὐτὰ εἰς κανονικὰς ὀργανοθεσίας καὶ πεζικάς λόγων συντάξεις πολλοὺς ἐραστὰς ἐπηγάγετο, ὧν οἱ μὲν τὰς ματαιολογίας παραπεμψάμενοι καὶ διεξιχνεύσαντες τὰ δοκοῦντα κεφάλαια
μετὰ παντὸς πόνου καὶ ἔπαινον καὶ ἀρετὴν κατὰ τοῦ ἀνδρὸς ἐπεισηνέγκαντο, οἱ δὲ ἀφερέπονον ἦθος ἀναλαβόντες ψόγον τῇ θεωρίᾳ περιεποιήσαντο. ὁ δὲ ἐμὸς λόγος πειθήνιος μὲν καὶ διδασκαλικὸς καθὼς οἶμαι τοῖς ἐντυγχάνουσιν ἔσται καὶ ἀμετανόητος, ὡς καὶ τοὺς ἤδη ἀπεχθήραντας πάλιν ἀγκαλίσασθαι διὰ
τὴν τῶν λεχθέντων καὶ ῥηθησομένων ἐνέργειαν.
δὲ ἀνοικοδεσπότητος ἢ ἀνεπικράτητος ἡ γένεσις εὑρεθῇ ὑπὸ μηδεμιᾶς κακωτικῆς ἀκτῖνος ἀναιρουμένη, τὴν προγεγονυῖαν σύνοδον ἢ πανσέληνον μοιρικῶς ἐπιγνόντας ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων λαμβάνειν ἀπὸ τῆς συνοδικῆς ἢ πανσεληνιακῆς μοίρας ἕως ὡροσκόπου ἢ ἑτέρου κέντρου, δυναστικώτερον δὲ ἀναβιβάζοντος
ἢ καταβιβάζοντος ἀνωφερῶς, καθὼς καὶ αὐτὸς κοσμικῶς κινεῖται. εἶτα ἐπιγνόντας πλῆθος τοῦ ἀριθμοῦ τὰς αὐτὰς μοίρας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας ἀπολύειν ἀνωφερῶς ὡς ἐπὶ μεσουράνημα, καὶ ὅπου δἂν ἡ κατάληξις γένηται, λογίζεσθαι πόσα ἔτη συνάγεται ἀπὸ τῆς ἀφέσεως πρὸς ἀναφοράν, καθʼ ὃ
κλίμα τις γεγένηται, καὶ ταῦτα ἀποφαίνεσθαι. ἐὰν δὲ ἡμερινῆς τῆς γενέσεμως οὔσης ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀπὸ συνόδου ἢ πανσελήνου ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἀφελόντας κεντρικὸν διάστημα, τουτέστι ἀπὸ ὡροσκόπου ἕως τοῦ μεσουρανήματος, τὰς λοιπὰς πάλιν ἀπὸ τοῦ ὡροσκόπου ὡς ἐπὶ μεσουράνημα ἀνωφερῶς
πραγματεύεσθαι τῷ αὐτῷ τρόπῳ. ἐπὶ δὲ νυκτερινῆς γενέσεως μὲν ἀπὸ συνόδου καὶ πανσελήνου διάστημα ἕως ἀναβιβάζοντος ἢ καταβιβάζοντος ἢ καὶ κέντρου ἀνωφερῶς χρὴ λαβόντας τὰς αὐτὰς ἀπὸ τοῦ ὡροσκόπου μοίρας ἀπολύειν κατὰ ἐξῆς, καὶ οὗ ἂν καταλήξῃ ὁ ἀριθμός, κατὰ τὰς ἀναφορὰς τὰ ἔτη λογισαμένους
ἀποφαίνεσθαι. ἐὰν δὲ ὑπερπλεονάσῃ ὁ ἀριθμός, ἀφελόντας κέντρου διάστασιν τὴν ἀπὸ ὡροσκόπου ἕως ὑπογείου τὰς λοιπὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἀπολύειν κατὰ ἐξῆς ὡς ἐπὶ μεσουράνημα· καὶ ὁ συναχθεὶς πρὸς ἀναφορὰν χρόνος ἔσται βιώσιμος. κατὰ πλεῖστον δὲ οὗ ἂν προσνεύσῃ ὁ ἀναβιβάζων
ἢ ὁ καταβιβάζων ἢ ἡ σύνοδος ἢ ἡ πανσέληνος, τουτέστι πότερον τῷ ὐπὲρ γῆν ἢ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐκείνῳ καὶ τὴν ἄφεσιν δεῖ ποιεῖσθαι ἀπὸ ὡροσκόπου καὶ δύνοντος· ἐὰν μὲν συνοδική, ἀπὸ ὡροσκόπου· ἐὰν δὲ πανσεληνιακή, ἀπὸ τῆς δύσεως. ἐὰν δὲ ἐπὶ τῶν συνοδικῶν ἢ πανσεληνιακῶν ζῳδίων ἢ εἰς τὰ τούτων
διάμετρα ἢ τετράγωνα ὁ ὡροσκόπος ἢ ἀναβιβάζων ἢ καταβιβάζων εὑρεθῇ, τὸν συναγόμενον τοῦ διαστήματος ἀριθμὸν ἡμέρας μὲν ἀπὸ ὡροσκόπου, νυκτὸς δὲ ἀπὸ τοῦ δύνοντος κατὰ ἑξῆς 20 ἀπολύειν. ἔχει δὲ καὶ τὰ τετράγωνα τοῦ ἀναβιβάζοντος δύναμιν ἀναιρετικήν, ἀλλὰ δὴ καὶ ἀπὸ Ἡλίου καὶ Σελήνης ἄφεσις ἡ μοιρικὴ πρὸς τὸν ἀναβιβάζοντα καὶ τὰ τούτου διάμετρα ἢ καὶ τὰ τούτου τετράγωνα.
αὕτη ἡ αἵρεσις συντρέχει τῇ ἀφέσει ἢ τῇ οἰκοδεσποτείᾳ καὶ εὐτονεῖ πρὸς ἀναίρεσιν. ἐὰν οὖν ἡ ἐπικράτησις οἰκείως εὑρεθῇ καὶ ὁ δοκῶν οἰκοδεσπότης μερίζει χρόνους, τότε καὶ ἡ ἄφεσις τῆς πραγματείας ταύτης ἀνωφερῶς ἢ κατωφερῶς πρὸς τὸ πλεονάζον μέρος τῶν ἀναφορῶν κριθήσεται ἐπὶ τῶν πάραυτα τελευτώντων
ἢ ἐπὶ τῶν τῇ μήτρᾳ. ὁ δʼ αὐτὸς τρόπος νοείσθω καὶ ἐπὶ τῆς σπορᾶς· τῷ μέντοι τῆς ἐκτροπῆς μᾶλλον ὡροσκόπῳ χρηστέον. ἀναιρεῖ δὲ καὶ κατὰ μόνας ἡ σπορά, ἐάνπερ τις τῇ συνόδῳ ἢ πανσελήνῳ χρήσηται πρὸς τὸν ἀναβιβάζοντα ἢ καταβιβάζοντα καὶ πρὸς τὰ κέντρα. ἐὰν δὲ καὶ ἀπὸ τῆς ἐκτροπῆς καὶ ἀπὸ τῆς σπορᾶς
εὑρεθῇ τὰ αὐτὰ ἔτη συνεγγίζοντα, ἀναμφιλέκτως ὁ θάνατος εὑρεθήσεται.
ιγ΄. Πῶς δεῖ εὑρεῖν ἀκριβῶς τὸν τῇ σπορᾷ Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον.
ἐπὶ πάσης γενέσεως τὸ μὲν τετράγωνον Ἡλίου ἐστὶ σπόριμον ζῴδιον (ἐσθʼ ὅτε μὲν οὖν καὶ τὸ τρίγωνον, ὅταν πολλῶν μοιρῶν ὁ Ἥλιος τύχῃ καὶ μάλιστα τοῖς ὀλιγαναφόροις ζῳδίοις· δὲ τοῖς πολυαναφόροις εἰς τὰ ἑξάγωνα)· ὅπου δʼ ἂν ὁ ὡροσκόπος τῆς ἐκτροπῆς ἐκπέσῃ, ἐκεῖ σημειοῦσθαι τὴν σπορίμην Σελήνην
καὶ οὕτως ἐπιγινώσκειν, πότερον συνοδικὴ ἢ πανσεληνιακὴ ἡ σπορὰ τέτευχε. οἷον Ἥλιος Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, ώροσκόπος Παρθένῳ· ὁ σπόριμος Ἥλιος Ταύρῳ, Σελήνη σπορίμη Παρθένῳ· δῆλον ὅτι συνοδικὴ ἡ σπορά· οὐδέπω γὰρ ἡ Σελήνη τουτέστιν ὁ ὡροσκόπος τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου παρήλλαξεν.
ἐὰν δὲ ὁ ὡροσκόπος ὁ τῆς ἐκτροπῆς μετὰ τὸ διάμετρον τοῦ σπορίμου Ἡλίου εὑρεθῇ, πανσεληνιακὴ ἡ σπορὰ ἔσται. τὰς αὐτὰς δὲ ἀφέσεις καὶ ἐπὶ τῆς σπορᾶς δεῖ ποιεῖσθαι, καθὰ καὶ ἐπὶ τῆς ἐκτροπῆς δεδήλωται. κατὰ τὸ πλεῖστον δὲ οἱ συνοδικὴν σπορὰν ἔχοντες πανσελήνῳ οὗτοι τελευτῶσιν, οἱ δὲ πανσεληνιακὴν
συνοδικῆς οὔσης τῆς Σελήνης τελευτῶσιν.
ἀνωφερῶς ἐπὶ τὸ μεσουράνημα· ἐὰν δὲ εἰς τὸ μεσουράνημα ἐμπέσῃ ὁ ἀναβιβάζων, ἀπολύειν δεῖ τὸ συναχθὲν πλῆθος ἀπὸ τοῦ μεσουρανήματος, ἐὰν μὲν ἡμερινὴ ἡ γένεσις ἦ, ὡς ἐπὶ τὸν ὡροσκόπον κατωφερῶς ἀπολύειν, ἐὰν δὲ νυκτερινὴ ἦ, ἀνωφερῶς ἐπὶ τὸ δῦνον. ἐὰν δέ πως εἰς τὸ δῦνον ἐμπέσῃ ὁ ἀναβιβάζων, ἡμερινῆς
μὲν οὔσης τῆς γενέσεως ἀπολύειν τὸν ἀριθμὸν ἀπὸ τοῦ δυτικοῦ ὡς ἐπὶ τὸ μεσουράνημα, νυκτερινῆς δὲ ὡς ἐπὶ τὸ ὑπόγειον. ἐὰν δὲ ὁ ἀναβιβάζων τῷ ὑπογείῳ τύχῃ, εὑρεθῇ δʼ ἡμερινὴ ἡ γένεσις, ὡς ἐπὶ τὸν ὡροσκόπον ἀπολύειν ἀνωφερῶς ἀπὸ τοῦ ὑπογείου τὸ πλῆθος τοῦ ἀριθμοῦ· ἐὰν δὲ νυκτερινὴ ᾖ, ὡς ἐπὶ τὸ
δῦνον ἀπὸ τοῦ ὑπογείου. Ἔστω δὲ ὑποδείγματος χάριν ἀναβιβάζων Διδύμοις μοίρᾳ κγ΄, τὴν δὲ σύνοδον Ἰχθύσι περὶ μοίρας η΄, ὡροσκόπον δὲ Ἰχθύσι μοίρᾳ δ΄, τὸ μεσουράνημα Τοξότῃ μοίρᾳ ιγ΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἕως τοῦ ἀναβιβάζοντος· γίνονται μοῖραι ρε΄. ταύτας ἀπὸ ὡροσκόπου, ἐπεὶ ἡμερινὴ ἡ γένεσις· καταλήγει
εἰς τὴν τῶν Δσιδύμων μοῖραν ιθ΄· κατὰ δε τὸ β΄ κλίμα συνάγουσιν ἔτη ος΄ μῆνας ἔγγιστα· ταῦτα ἐβίωσε.
περὶ τέλους ἀπεφαινόμην. ὅθεν οὐκ εἰκῆ οὐδʼ ὡς ἔτυχεν ἐδήλωσα, ὅτι πᾶσα ἀγωγὴ καὶ καθʼ ἑαυτὴν καὶ πρὸς ἑτέραν συγκρινομένη εὐάρμοστός ἐστιν· ἣν εἴ τις φυλάττοι, εὐκατάληπτον ἕξει τὴν τῶν ζητουμένων ἀλήθειαν. τινὰ μὲν οὖν καὶ μυστικῶς διεγράψαμεν εἰς διάκρισιν καὶ σύγκρισιν τῶν ἐντυγχανόντων οὐ
φθόνῳ φερόμενοι οὐδὲ ἀφελότητι, ἀλλὰ προθυμίαν τινὰ καὶ ἐπιμονὴν βουλευόμενοι παρεισφέρειν τῷ μαθήματι. πᾶς γὰρ καταθυμίου προαιρέσεως ἀκολάστως τυχὼν ἀχάριστον τὴν δωρεὰν ἡγήσατο, ὁ δὲ μετὰ πόνου καὶ ζητήσεως οὐ μόνον ἡδονὴν ἀλλὰ καὶ κατόρθωσιν τῇ πραγματείᾳ ἐπεισήνεγκεν.
εἰς τὴν τοῦ Ὑδροχόου μοῖραν ιβ΄. συνάγουσιν οὖν αἱ 𝒢β΄ κατὰ τὸ Ἀλεξανδρείας κλίμα ἔτη ο΄ μῆνα α΄· ἐτελεύτα τῷ ο΄ ἔτει καὶ μηνὸς α΄. ἀπὸ δὲ τῆς σπορᾶς οὕτως· ἐπεὶ ἡ πανσέληνος τῆς σποράς γέγονεν Αἰγόκερω μοίρᾳ κα΄ ἅτινα συνεγγίζει τοῖς εὑρεθεῖσιν ἔτεσιν. Ἄλλη. Ἥλιος Ὑδροχόου μοίρᾳ κθ΄, Σελήνη
λήνη ἀρχαῖς Κριοῦ, ὡροσκόπος Αἰγόκερω μοίρᾳ τη΄, σύνοδος Ὑδροχόου μοίρᾳ κς΄, ἀναβιβάζων Σκορπίου μοίρᾳ ις΄. ἔλαβον ἀπὸ τῆς συνόδου ἀνωφερῶς ἕως τῆς τοῦ ὡροσκόπου μοίρας· γίνονται λη΄· ταύτας ἀπὸ τῆς τοῦ ὡροσκόπου μοίρας κατωφερῶς· συνάγεται ἔτη τῷ πρώτῳ κλίματι ἔγγιστα λγ΄· ἔζησεν ἔτη λβ΄ μῆνας πέντε.
ὁ δὲ τῆς σπορᾶς τόπος οὐκ ἔσχε τὴν ἄφεσιν· κατὰ γὰρ τὰς αὐτὰς μοίρας καὶ ἡ πανσέληνος τῆς σπορᾶς καὶ ὁ ἀναβιβάζων ἔτυχεν. ὅθεν καὶ ἐπικίνδυνον τὴν ἐκτροπὴν ἔσχε καὶ τὸ τέλος βίαιον.
ιδ΄. Περὶκλήρου τύχης εἰς τὸν περὶ ζωῆς τόπον μεθʼ ὑποδείγματος· ᾧ καὶ τὰ ἐλάχιστα ἔτη τῶν ἀστέρων.
καὶ ὡροσκόπου, ὃ μεγίστην περιποιεῖ καὶ ὅλῃ τῇ βίβλῳ μνημονεύει καὶ κύριον κρίνει τόπον, περὶ οὗ καὶ αἴνιγμα τέθεικε τὸ ἔμπαλιν καὶ ἀνάπαλιν· καὶ ὁ Ἥλιος ἀπὸ ἠοῦς ἀρχόμενος παντὸς αἰῶνος κύτος παραδίδωσι ἕσπερον κύκλον διανύων, καθάπερ ὁρᾶται. νυκτὸς δὲ ἑπερχομένης
οὐ πάντοτε ἡ Σελήνη φαεσφοροῦσα τεύξεται, ἀλλ᾿ ὁτὲ 23 μὲν ἐσπέρας φανεῖσα δύεται, ὁτὲ δὲ ἐπίμονος μέχρι τινὸς μέρους, ἔσθ᾿ ὅτε δὲ διὰ τέλου τῆς νυκτὸς πορεύσεται· διόπερ ἀκολούθως ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρηγγεγύηκεν. περὶ μὲν οὖν τούτου τοῦ διανοήματος
ἄλλοι ἄλλως φανοῦσιν· ἐμοὶ δʼ ἔδοξεν ἐπὶ μὲν ἡμερινῆς γενέσεως λαμβάνειν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, ἐπὶ δὲ νυκτερινῆς, ἐφʼ ὅσον μὲν ἡ Σελήνη ὑπέργειός ἐστι τουτέστι μέχρις οὗ δύνει, ἀπʼ αὐτῆς ἐπὶ τὸν Ἥλιον λαμβάνειν καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, μετὰ δὲ τὴν δύσιν ἀπὸ Ἡλίου ἐπʼ αὐτήν. τὸ
γὰρ ἐπιλέγειν· διόπερ ὁλοτελῶς τὸν κύκλον Ἡλίῳ παρἐγγεγύηκε τοῦτο δοκεῖ, σκοπεῖν δὲ δεήσει, εἰς ποῖον τόπον ἐξέπεσεν ὁ κλῆρος, καὶ τοῦτον ἡγεῖσθαι κύριον, ἔπειτα συνορᾶν τοῦ ζῳδίου τὸν κύριον ποίῳ ζῳδίῳ τέτευχε, τρίτον δὲ τὸν τούτου οἰκοδεσπότην· ἐκ τούτων γὰρ τῶν τριῶν τόπων καὶ τῶν τούτων
οἰκοδεσποτῶν ὁ βιώσιμος χρόνος εὑρεθήσεται κατὰ τοὺς τρεῖς ὅρους.
κατὰ κλῆρον. κατὰ τὸ κλίμα οὖν συγκρίνειν δεήσει, πότερον ἐπίκεντρος ὁ κλῆρος καὶ χρηματίζων ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, καὶ τοὺς τῶν ζῳδίων οἰκοδεσπότας, καθὼς καὶ ὁ παλαιὸς μέμνηται λέγων· πᾶς ἀστὴρ ἐπίκεντρος τοὺς ἰδίους χρόνους πλήρεις δίδωσι, ἔκκεντρος δὲ ὅσους ἐὰν μερίζῃ
λοιπογραφουμένους ἐκ τῶν ἰδίων ἀριθμῶν. μερίζουσι δὲ καὶ τὰς τελείας αὐτῶν περιόδους καὶ τὰς ἀναφοράς, ὅταν καλῶς τύχωσι· συμμερίζουσι δὲ καὶ οἱ συναιρετισταὶ συμπαρόντες ἢ μαρτυροῦντες ἢ οἰκείοις ζῳδίοις τυγχάνοντες, εἰ μή τι ἀμφότεραι αἱ αἱρέσεις συμμεριοῦσι· καὶ οὕτως δὲ ὁμοίως. πρότερον δὲ δεῖ
λογίζεσθαι τοὺς ἀριθμούς, ὥρας ἡμέρας μῆνας εἶτα ἐνιαυτούς, καὶ τοῖς τρισὶν ὅροις χρῆσθαι, ἐλαχίστῳ μέσῳ τελείῳ, ἐπισυντιθέντας τὸν πρῶτον τῷ δευτέρῳ ἢ τὸν τρίτον. πολλάκις γὰρ ὅδε μὲν τόπος ἐμέρισεν ἡμέρας ὁ δὲ μῆνας ὁ δὲ ἐνιαυτούς παρὰ τὰς διαφορὰς τῶν χρηματιστικῶν ζῳδίων καὶ τῶν οἰκοδεσποτῶν ἢ
τῶν κακωτικῶν αἰτιῶν καὶ ἐναντιώσεων. προσεπιμερίζουσι δὲ 24 μετὰ τὰ ἔτη καὶ μῆνας ἰσαρίθμους τοῖς χρόνοις. τὸ δʼ αὐτὸ καὶ ὁ δαίμων καὶ ὁ ὡροσκοπικὸς τόπος ἐφέξει τῷ κλήρῳ κατὰ τὸν μερισμόν, ὑπόταν οἱ κληρικοὶ τόποι ἢ οἱ κύριοι παραπέσωσι, μάλιστα ὁπόταν ὁ κλῆρος τῷ δαίμονι τὸν μερισμὸν ἐκχωρήσῃ· καὶ γὰρ οἱ ἀστέρες ἀντιπαραχωροῦσιν ἀλλήλοις· δηλώσομεν δὲ
καὶ τῷ προϊόντι λόγῳ εἰς τοὺς ἐπιμερισμούς.
τῆς Σελήνης κε΄ ἔτη καὶ τοῦ Καρκίνου τὴν ἀναφορὰν τοῦ δευτέρου κλίματος ἔτη λβ΄ καὶ τοῦ οἰκοδεσπότου τῆς Σελήνης Διὸς ἔτη ιβ΄· γίνονται ἐπὶ τὸ αὐτὸ ἔτη ξθ΄· τοσούτων ἐτῶν ἐτελεύτα.
ὁ κλῆρος τῆς τύχης Ὑδροχόῳ ἀποκεκλικώς. ὁ κύριος ἀγαθοδαιμονῶν παῤ αἵρεσιν ἐμέρισε τὰ ἴδια ἔτη λ΄ καὶ μῆνας τοὺς αὐτοὺς ἰδίῳ τυχὼν ζῳδίῳ. τούτῳ δὲ συμπαρὼν Ζεὺς ἐμέρισεν ἐνιαυτόν· ἐτελεύτα τῷ λδ΄ ἔτει.
ἀρχῇ παραγγελίας καὶ τὰς φάσεις καὶ τὰς μοίρας, ἵνα μὴ δόξωμεν καθʼ ἕκαστον εἶδος ὑπομιμνήσκειν καὶ τὰ αὐτὰ γράφειν· ὡς ἐπὶ ὑποδείγματος γὰρ ἀνάγκην ἔσχον προτάξαι γενέσεις.
ιε΄. Περὶ κλιμακτήρμν.
συνόντων ἢ μαρτυρούντων τὴν τύχην. μὲν οὖν τῳ διαμέτρῳ τῷ διὰ τῶν ἑβδομάδων ἐνιαυτῶν, δὲ τῷ δεξιῷ τριγώνῳ τῳ διὰ τοῦ θ΄, δὲ τῷ ἀριστερῷ τριγώνῳ τῷ διὰ ε΄ δὲ τῷ δεξιῷ τετραγώνῳ τῷ διὰ ι΄, δὲ τῷ ἀριστερῷ τῷ διὰ δ΄. οἱ δὲ βλάπτοντες τῷ δεξιῷ ἑξαγώνῳ διὰ ια΄, οἱ δὲ τῷ ἀριστερῷ
ἑξαγώνῳ διὰ γ΄. οἱ δὲ τῇ προηγήσει τῆς τύχης διὰ ιβ΄, οἱ δὲ τῇ συναφῇ αὐτῆς ὄντες διὰ β΄. Κριῷ ἐὰν ἐπιπαρῇ ὁ κεκληρωμένος τὴν τύχην, ἕξει διʼ ἐτῶν θ΄, Ταύρῳ διὰ κε΄, Διδύμοις διὰ κ΄, Καρκίνῳ διὰ κε΄, Λέοντι διὰ ιβ΄, Παρθένῳ διὰ η΄, Ζυγῷ διὰ λ, Σκορπίῳ διὰ ιε΄, Τοξότῃ
διὰ ιβ΄ Αἰγόκερῳ διὰ η΄, Ὑδροχόῳ διὰ λ΄, Ἰχθύσι διὰ ιε΄.
ιϚ΄. Μέσα ἔτη τῶν ἀστέρων.
ἢ ταῖς ἀναφοραῖς τῶν ζῳδίων, ὁπόταν χρηματίζοντες τυγχάνωσιν.
ἥμισυ μγ΄ ἥμισυ. Διὸς τὰ τέλεια ἔτη ρθ΄ καὶ τὰ ἐλάχιστα ιβ΄ γίνονται 𝒢α΄, ὧν τὸ ἥμισυ με΄ ἥμισυ. ὁμοίως καὶ τῶν λοιπῶν ἀστέρων. ἐπεὶ δὲ αἱ ἀναφοραὶ τῶν ζῳδίων κατὰ τὸν Ὑψικλέους ἀναφορικὸν πταίουσιν, ἐὰν παρὰ ἐνιαυτὸν διετίαν συνδράμῃ ὁ χρόνος — ὁ γὰρ βασιλεὺς τοῦ πρώτου κλίματος μόνας τὰς ἀναφορὰς
ἐδήλωσεν· οἷον ἔστω Ἥλιος Ἀφροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι, Ζεὺς Ἄρης Λέοντι, ὡροσκόπος Παρθένῳ· ἐν τῷ α΄ κλίματι ἡ ἀναφορὰ τῆς Παρθένου λη΄ γ΄ καὶ ἐπεὶ ὁ κύριος Ἑρμῆς ἐν Καρκίνῳ ἀγαθοδαιμονεῖ, ἔδωκε τὴν ἀναφορὰν λα΄ δύο τρίτα· γίνονται ρ΄ τοσαῦτα ἐβίωσεν.
Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευτέρου κλίματος κ΄ καὶ περιόδου Διὸς ιβ΄. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κ΄ καὶ Ἄρεως ιε΄ γίνονται ξζ΄· ταῦτα ἐβίωσε.
ὅπως εὐκατάληπτον τὴν εἴσοδον ἔχωσι, σαφέστερον μετασυντάξαι οὐκ ἔσχον καιρὸν διὰ τὸ κεκμηκέναι τῇ ὁράσει καὶ ὑπὸ πολλῆς λύπης ἀμαυρωθῆναί μου τὸ διανοητικὸν τιμιώτατον θρεπτὸν ἀπολέσαντι· ὅθεν συγγνωστέον.
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.