Liber II.
Οὐεττίου Οὐάλεντος Ἀντιοχέως ἀνθολγιῶν βιβλίον δεύτερον.
πρώτῳ συντάγματι ἐδηλώσαμεν καὶ περὶ συγκρατικῆς ἀποτελεσματογραφίας, οὐ τοσοῦτον τῇ περὶ τὸν λόγον κακοζηλίᾳ ἐνεχθέντες, ὅσον τῇ περὶ τὴν ἐμπειρίαν ἐνεργείᾳ. νυνὶ δὲ ἀκολούθως περὶ καθολικῶν ὑποστάσεων καὶ διαφοράς τόπων ὑποτάξομεν.
α΄. Περὶ τριγώνων.
ἰδίᾳ αἱρέσει προσηρμόσατο συνεργοὺς καὶ φύλακας τῶν ὑπ᾿ αὐτοῦ τελουμένων, τὸν μὲν Δία ἀντίμιμον ἑαυτοῦ καὶ διάδοχον τῆς βασιλείας ἀγαθῶν αἱρέτην καὶ δόξης τε καὶ ζωῆς δοτῆρα, τὸν δὲ Κρόνον ὑπουργὸν κακίας καὶ ἐναντιωμάτων καὶ χρόνων ἀφαιρέτην. ἐστι μὲν οὖν τοῦ προκειμένου τριγώνου ἡμέρας μὲν δεσπότης
Ἥλιος, νυκτὸς δὲ κατὰ διαδοχὴν ὁ τοῦ Διός, ἀμφοτέροις δὲ Κρόνος συνεργεῖ.
μὲν εἰκότως εἰς τὸ εὐεργετεῖν καὶ δόξας καὶ χρόνους μερίζειν, 1 Ἄρεα δὲ εἰς τὸ παραβλάπτειν τὰς γενέσεις. ὅθεν ἐπὶ μὲν νυκτὸς ἔσχεν τὴν προστασίαν ἡ Σελήνη, δευτέρῳ δὲ τόπῳ Ἀφροδίτη, τρίτῳ δὲ Ἀρης· ἐπὶ δὲ τῶν ἡμερινῶν προηγήσεται Ἀφροδίτη, συνεργήσει δευτέρῳ τόπῳ ἡ Σελήνη, τρίτῳ Ἄρης.
ἡμέρας Κρόνος, συνεργήσει δὲ δευτέρῳ τόπῳ Ἑρμῆς, τρίτῳ Ζεύς· νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ προηγήσεται καὶ δευτέρῳ τόπῳ ὁ τοῦ Κρόνου καὶ τρίτῳ ὁ τοῦ Διός.
Ἀφροδίτη καὶ τρίτῳ Σελήνη· ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης προηγήσεται, μεθ᾿ ἣν ὁ τοῦ Ἄρεως καὶ τρίτη Σελήνη. — Ὁ μέντοι Ἑρμῆς κοινὸς ὑπάρχων ἐξαιρέτως ταῖς δυσὶν αἱρέσεσιν ἐξυπηρετεῖ πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον καὶ πρὸς τὴν οἰκειότητα καὶ σχηματογραφίαν ἑκάστου ἀστέρος.
β΄. Τριγώνων διακρίσεις καὶ οἰκοδεσποτῶν καὶ συνεργῶν καὶ αἱρέσεων Ἡλίου Σελἡνης καὶ νυκτός.
τριγώνῳ ὑπάρχει, καὶ τὸν καθ᾿ ὑπεροχὴν τούτου οἰκοδεσπότην καὶ τὸν τούτου συνεργόν, πότερόν ποτε ἐπίκεντρος ἢ ἐπαναφερόμενος ἢ ἀποκεκλικώς, ἀνατολικὸς ἢ δυτικός, ἢ ἐν οἰκείοις ζῳδίοις καὶ ὑπὸ τίνων μαριυρεῖται, ἀγαθοποιῶν ἢ κακοποιῶν καὶ οὕτως τὰς ἀποφάσεις ποιεῖσθαι. ἐὰν γὰρ ὡροσκοπῇ ἢ μεσουρανῇ ἢ καὶ ἐπί
τινος ἑτέρου τῶν χρηματιστικῶν ζῳδίων τύχῃ, εὐτυχεῖς καὶ λαμπρὰς τὰς γενέσεις προδηλοῦσιν· ἐὰν δὲ ἐν ταῖς ἐπαναφοραῖς, μέσας· ἐν δὲ τοῖς ἀποκλίμασι ταπεινὰς καὶ δυστυχεῖς. χρὴ δὲ καὶ αὐτὸν τὸν Ἡλιον προσβλέπειν, ὅπως τέτευχε καὶ ὑπὸ τίνων μαρτυρεῖται.
κυκλικῆς ἀποκαταστάσεως ἐξ ὑστέρου ἔμπρακτος ἔσται, πλὴν ἄστατος καὶ ἐπίφοβος διάξει. ἐὰν δὲ ὁ προηγούμενος οἰκοδεσπότης καλῶς πέση, ὁ δὲ ἑπόμενος κακῶς, τοῖς πρώτοις καλῶς ἐξενεχθεὶς ἐξ ὑστέρου καθαιρεθήσεται ἀπὸ τοῦ τῆς ἀναφοράς τοῦ ζῳδίου χρόνου, ἐν ᾧ ὁ ἑπόμενος οἰκοδεσπότης παρέπεσεν. ἀκριδέστερον
μὲν οὖν περὶ τῆς διακρίσεως τῶν χρόνων ἐν δέοντι καιρῷ δηλώσομεν. ἐὰν δ᾿ ἀμφότεροι καλῶς πέσωσι, τὰ τῆς εὐτυχίας παραμενεῖ καὶ ἔνδοξα γενήσεται, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐναντιωθῇ ἢ καθυπερτερήσῃ οὐδὲ μετατρέψει τὰ τῆς γενέσεως πράγματα. πᾶς δὲ ἀστὴρ οἰκοδεσποτήσας καὶ ἐν ἀποκλίσει ὑπάρχων ἐναντίος
γενήσεται καὶ παραιρέτης· ἑτέροις γὰρ ὑποτασσομένους ποιεῖ, ἀνωμαλοῦντας ἢ δόξης καθαιρουμένους, σίνεσι καὶ πάθεσι καὶ καταιτιασμοῖς περιπίπτοντας ἢ ἐνδεεῖς τῷ βίῳ.
τῶν ἐπαναφορῶν καὶ τοὺς τούτου συναιρετιστάς ὁμοίως Ἄρεος μὴ ἐναντιουμένου ἢ τετραγωνίζοντος, εὐτυχίας προδήλως ὁ τόπος κριθήσεται. ἐὰν δὲ ὦσιν ἐναλλάξ, τἀναντία γενήσεται. ἐὰν δὲ Ταύρῳ Παρθένῳ Αἰγόκερῳ εὑρεθῇ ὁ Ἥλιος ἡμέρας, ζητεῖν δεήσει πρώτῳ τόπῳ τὸν τῆς Ἀφροδίτης καὶ ἐκ δευτέρου τῆς Σελήνης καὶ
ἐκ τοῦ τρίτου Ἄρεα πῶς σχηματίζονται καὶ ὑπὸ τίνων μαρτυροῦνται. ὁμοίως καὶ ἐν τῷ ἑπομένῳ τριγώνῳ Διδύμοις Ζυγῷ Ὑδροχόῳ τοῦ Ἡλίου εὑρεθέντος ἡμέρας προσβλέπειν τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ καὶ τὸν τοῦ Διός. τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ τοῦ Καρκίνου Σκορπίου Ἰχθύων ἡμέρας Ἡλίου ἐπόντος τὸν τῆς Ἀφροδίτης
ταὶ τὸν τοῦ Ἄρεος προσβλέπειν καὶ τὸν τῆς Σελήνης εἰ ἔγκεντροι, καὶ οὕτως διακρίνοντας ἀποφαίνεσθαι. τῷ δ᾿ αὐτῷ λόγῳ καὶ νυκτὸς τὴν Σελήνην χρὴ προσβλέπειν.
κλῆρον τῆς τύχης καὶ τὸν τούτου οἰκοδεσπότην. ἐὰν γὰρ ἐπίκεντροι καὶ ἐπαναφερόμενοι εὑρεθῶσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, εὐτυχίας καὶ δόξης μέρος ἕξει ὁ γεννώμενος, ἀνωμαλίας δὲ κατὰ καιρὸν καὶ ἐναντιώματα ὑπομένων· πλὴν οὐκ ἀπορήσει. ἐὰν δὲ καὶ οὗτοι κακῶς πέσωσι, μέτρια καὶ σκληρότατα τὰ πράγματα
κριθήσεται· δυσεπίτευκτοι γὰρ εἰς τὰς ἐπιβολάς, ἐνδεεῖς, κατάχρεοι, εἰς τὰ θεῖα βλασφημοῦντες. ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐπίμοχθοι ἀλῆται αἰχμάλωτοι ὑποτακτικοὶ κακόβιοι ἐπισινεῖς ἐπικίνδυνοι. ἐὰν δέ πως τοῦ τε κλήρου καὶ τοῦ οἰκοδεσπότου κακῶς πεπτωκότων ἀγαθοποιοὶ ἐπιμαρτυρήσωσιν, ἐλεούμενοι
διαζῶσιν ἢ ὑπὸ ἑτέρων προσλαμβανόμενοι κοσμίως κατά τινα χρόνον διανύουσιν ἢ πράξεων ἢ πίστεων ἢ δωρεῶν μεταλαμβὰνοντες· πλὴν οὐκ ἀταράχως οὐδὲ ἀμέμπτως τὸν βίον διάξουσιν.
ὑπάρχουσιν. ἐὰν γάρ πως ἐπὶ τῶν νυκτὸς γεννωμένων εὑρεθῇ ὁ τοῦ Κρόνου κατὰ διάμετρον ἢ τετράγωνον στάσιν, ἐναντιώματα καὶ καθαιρέσεις κινδύνους τε καὶ σίνη καὶ πάθη ἀποτελεῖ καὶ νωθροὺς περὶ τὰς ἐπιβολάς. ἐπὶ δὲ τῶν ἡμέρας ὁ τοῦ Ἄρεος θερμοὺς παραβόλους ἐπισφαλεῖς τοῖς πράγμασι καὶ τῷ βίῳ· γίνονται
γὰρ ἐν συνοχῇ κρίσεσιν ἐπηρείαις τομαῖς καύσεσιν αἱμαγμοῖς πτώσεσιν. οἰκείως δὲ σχηματισθέντες καὶ ἰδίᾳ αἱρέσει πρακτικοὶ τυγχάνουσιν· ὅθεν οὐ πάντοτε κακοποιοὶ κριθήσονται, ἀλλὰ καὶ ἀγαθῶν δοτῆρες· καὶ μάλιστα ὅταν ὁ Κρόνος ἡμέρας λόγον ἔχων πρὸς τὴν οἰκοδεσποτίαν καλῶς τυχὼν ὑπὸ Διὸς καὶ
Ἡλίου μαρτυρούμενος πολυκτήμονας ἐνδόξους ἀποτελεῖ, ἐκ θανατικῶν εὐεργετουμένους, θεμελίων σωμάτων κυρίους, ἐπιτρόπους ἀλλοτρίων πραγμάτων προεστῶτας. νυκτὸς δὲ καλῶς σχηματισθεὶς 4 καὶ λόγον ἔχων οἰκοδεσποτίας παρεκτικὸς τῶν προκειμένων γενήσεται, τῶν δὲ περικτηθέντων ἀποβολὴ καὶ δόξης καθαίρεσις ἢ ἀτιμία γενήσεται. τὸ δ᾿ ὅμοιον καὶ ἐπὶ τοῦ Ἄρεος νοείσθωνυκτὸς γὰρ ἡγεμονίας ἢ στρατηγίας καὶ δημοσίων τάξεις ὀχλικὰς
ἐπιτρέπει, ἡμέρας δὲ τοῖς χρηματιστικοῖς τόποις ὑπάρχων τὰ μὲν προκείμενα ἀποτελεῖ, ἐναντιώμασι δὲ καὶ φόβοις καὶ ἀντιλογίαις περιτρέπει καὶ τὰς ἡγεμονίας εἰς στασιώδεις καὶ ἐμφόβους· ἐπάγει γὰρ πολεμίων ἐφόδους πολλῶν καὶ ὄχλων ἐπαναστάσεις, λοιμὸν καὶ λιμὸν ἐπὶ πόλεων καὶ ἐπιφορὰς ἐμπρησμοὺς ἐπικινδύνους
αἰτίας.
τοῦ οἰκοδεσπότου, ὅπως ἔτυχε καὶ ὑπὸ τίνων μαρτυρεῖται. ἐὰν γὰρ καὶ ὁ καθολικὸς οἰκοδεσπότης παραπέσῃ, ὁ δὲ τούτου κύριος καλῶς σχηματισθῇ ἕξει βοήθειαν ὁ γεννώμενος καὶ ὑπόστασιν βίου καὶ δόξης κατὰ τὴν τοῦ ἀστέρος τοποθεσίαν.
γ΄. Περὶ κλήρου τύχης καὶ οἰκοδεσπότου.
ἐπὶ Σελήνην, ἔμπαλιν δὲ ἀφ᾿ ὡροσκόπου ἰσότητα τάσσειν καὶ τὸν ἀποβάντα τόπον συνορᾶν, οὕτινος τέτευχεν ἀστέρος καὶ τίς ἢ τίνες ἐπὶ τύτου πρόσεισι, τά τε τετράγωνα ἢ τρίγωνα παντάπασιν ὡς κατηστέρηται. ἐκ γὰρ τῆσδε τῆς τῶν τόπων συγγνώσεως πρόδηλα
κρινεῖς τῶν γεννωμένων τὰ πράγματα. ὁμοίως δὲ καὶ ὁ 5 Πετόσιρις ἐν τοῖς ὅροις ἐδήλωσε τὸν τόπον, ἄλλοι δ᾿ ἄλλως διαλαμβάνουσιν, δν καὶ ἡμεῖς ἐκθησόμεθα ἐν δέοντι καιρῷ καὶ ἄλλας ἀγωγὰς δηλούσας εἰς τὸν περὶ εὐδαιμονίας λόγον. νυνὶ δὲ περὶ τοῦ προκειμένου λεκτέον.
δ΄. Περὶ τοῦ λαχόντοςτὴν ὥραν ἢτὸνκλῆρον ἀστέρος.
ἐναντιώμασιν ἔσται· ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ αὐτῷ συνωροσκοπήσῃ. ὁ τοιοῦτος ταῖς ἀκοαῖς παραποδισθήσεται. Ζεὺς τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπήσας εὐτυχεῖς ἄγαν ἀπὸ νεότητος ἀποτελεῖ· ἐὰν δὲ Ἄρης παρῇ ἢ ὁμόκεντρος ἢ τρίγωνος, ἐν λαμπραῖς στρατείαις προκόψει καὶ βίου περίκτησιν οἴσει· ἐὰν δὲ καὶ Κρόνος προσγένηται,
ἐν ὑπεροχαῖς γίνονται· εἰ δὲ καὶ Ἀφροδίτη, ἔτι μᾶλλον· ἐὰν δὲ καὶ Ἑρμῆς, ἐν λήψεσι καὶ δόσεσι γίνονται. Ἀρης λαχὼν τὴν ὥραν ἢ τὸν κλῆρον ὡροσκοπῶν ποιεῖ ὅρμησιν ἐπὶ στρατείαν ἐὰν δὲ καὶ Ζεὺς μαρτυρήσῃ, ἐν ἀξίᾳ προκόψει· ἐὰν δὲ καὶ Ἀφροδίτη, ἐν ἀξίαις οὐ ταῖς τυχούσαις γίνονται· ἐὰν δὲ καὶ Ερμῆς
συμπαρῇ, μόνος παρακαταθήκην λαβὼν ἀρνήσεται· ἐὰν δὲ καὶ Ζεύς, ἀπὸ πολλῶν πολλὰ περικτήσεται, μετὰ δὲ τὸν θάνατον εἰς βασιλικὰ χωρήσει. Ἀφροδίτη τὴν ὥραν ἢ τὸν κλῆρον λαχοῦσα μεγάλα ἀγαθὰ σημαίνει καὶ μεγαλοδόξους ποιεῖ· ἐὰν δὲ συμπαρῇ Ἑρμῆς, μουσικοὺς ποιεῖ· τούτων οὕτως ἐχόντων Κρόνος διαμετρήσας
αὐτοὺς ἢ καθυπερτερήσας ἐστέρησε τῶν ὑπαρχόντων. Ἑρμῆς τὴν ὥραν λαχὼν ἢ τὸν κλῆρον ὡροσκοπήσας ποιεῖ εὐτυχεῖς· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπροσγένηται ἢ τετραγωνίσῃ, κριτηρίων καὶ πόλεων ἀρχὰς ἕξουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου τοῖσδε συμπροσγένηται, διπλασίονας τάς τε ἀρχὰς καὶ τιμάς καὶ τὰ ἀγαθὰ
6 καὶ τὰς προκοπάς. Ἥλιος κληρωσάμενος τὴν ὥραν ἢ τὴν τύχην ὡροσκοπήσας, ἐὰν συμπαρῇ καὶ ὁ τοῦ Διὸς ἢ μαρτυρήσῃ τετράγωνος, ὁ γεννώμενος εὐτυχὴς ἔσται. ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαρῇ αὐτῷ, διὰ λόγων προκόψει· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως
συμπαρῇ ἢ τετραγωνίσῃ σὺν τῷ τοῦ Διός, μέγας ἔσται καὶ κυριεύσει ζωῆς καὶ θανάτου. εἰ δὲ τούτων οὕτως ἐχόντων Κρόνος τετραγωνίσῃ ἢ διαμετρήσῃ, ἐν συμπτώμασι καὶ ζημίαις περιπεσοῦνται. Σελήνη κληρωσαμένη τὴν ὥραν ἢ τὸν κλῆρον τῆς τύχης μεγάλους ποιεῖ, μάλιστα δὲ ἐν ἰδίῳ τριγώνῳ· ἐὰν δὲ καὶ ὁ τῆς
Ἀφροδίτης συνῇ ἢ τετράγωνος τύχῃ, τιμῆς μεγάλης καταξιωθήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως σὺν τῇ Σελήνη τύχῃ, ζωῆς καὶ θανάτου κυριεύσει· ἐὰν δὲ ὁ τοῦ Κρόνου, πολλῶν χωρῶν ἡγήσεται· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς συμπαρῇ ἢ τετραγωνίσῃ, βασιλεῖς μεγάλοι ἔσονται· εἰ δὲ τούτων ἀπόντων ὁ τοῦ Ἄρμοῦ σὺν Σελήνῃ σχηματισθῇ,
ἀπὸ λόγων καὶ ἐντρεχείας αἱ προκοπαὶ ἔσονται· ἐὰν δὲ ταὶ ὁ τοῦ Ἀρεως συμπροσγένηται ἢ τετραγωνίσῃ, τυράννους μεγιστᾶνας ποιεῖ· ἐὰν δὲ διαμετρήσῃ ὁ Ἀρης τὴν Σελήνην ἐκτὸς τῶν ἀγαθοποιῶν, ἐκθέσιμα ποιεῖ· ἐὰν δὲ τῷ Ἄρει ἀγαθοποιὸς συμταρῇ, ἐκτεθέντα τραφήσεται. δὲ ὅμοιον κἂν τετράγωνος φανῇ
ἢ ταὶ καθυπερτερῶν εὑρεθῇ, ἐν πλάναις ἢ ἀπαγωγαῖς ἢ καὶ ἀνωμαλίαις περιβάλλει· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης τετραγωνίσῃ κατὰ κέντρον, ἀδικοῦνται ὑπὸ γυναικῶν. ἐὰν δὲ Κρόνος συμπαρῇ ἐν ἀσελγεῖ ζῳδίῳ, καὶ πορνοβοσκήσουσιν· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως αὐτοῖς συμμαρτυρήσῃ, ἑτέροις τὰς γυναῖκας αὐτῶν μισθώσουσιν.
ἐὰν δὲ ὁ τοῦ Κρόνου τὴν Σελήνην τετραγωνίσῃ ἢ διαμετρήσῃ κατ᾿ ἰσόγραμμον στάσιν τῷ τοῦ Κρόνου, ἀντίληψιν ἕξει τὸ γεννώμενον τῆς τροφῆς καὶ ἔκβλητον τῶν γονέων ἔσται. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ τετράγωνος ἢ διάμετρος γένηται τῇ Σελήνῃ, ἐναντιόβουλοι καὶ ἐναντιογνώμονες γίνονται ἔν τε διαβολαῖς καὶ κατηγορίαις ἀπὸ
ὑπερέχοντος γενήσονται. ἐὰν δὲ καὶ κακοποιὸς συμμαρτυρήσῃ ἢ συσχηματισθῇ, ἐν ἀσχημοσύναις καὶ κατακρίσεσι ποιήσει. ὁ δὲ τοῦ Διὸς ἀντικείμενος κατὰ μέρος τῇ Σελήνη στέρησιν τέκνων 7 ποιεῖ καὶ ἐναντιώσεις ὑπερεχόντων. καθόλου δὲ οἱ κακοποιοὶ ἐφορῶντες τὰ φῶτα καὶ τὸν ὡροσκόπον χωρὶς ἀγαθοποιῶν ὀλιγοχρονίους ποιοῦσιν. ὁ κύριος τοῦ ὡροσκόπου ἐπιτόπως κείμενος ἢ ἰδίας αἱρέσεως μεριστὴς χρόνων ζωῆς γίνεται· εἰ δέ πως συσχηματίζηται τῷ δεσπότη τοῦ κλήρου, πολύγηρος γίνεται καὶ εὐτυχής·
εἰ δὲ ὑπὸ δύσιν τύχῃ, ἀλιγοχρόνιος· εἰ δὲ κακοποιὸς συμπαρῇ ἤ καθυπερτερήσῃ τὴν Σελήνην, ἄχρηστα τὰ βρέφη ἔσονται.
ε΄. Κακοδαίμονος τόπος· πολλὰ σχήματα.
ὁ κλῆρος τῆς τύχης ἐπῇ καὶ κυριεύσῃ τις αὐτοῦ οὐδέποτε οὐδὲ ἐν ταῖς παρόδοις ὠρέλειά τις ἔσται· ἐχθροὶ γὰρ ἐγένοντο ἐξ ἀρχῆς ἐκ τῆς ἐκτροπῆς· ὁμοίως καὶ οἱ ἀγαθοποιοὶ ἐν τούτῳ τῷ τόπῳ οὐ μερίζουσι τὰ ἑαυτῶν ἀγαθά. ὅταν δὲ ἐν τούτῳ τῷ ζῳδίῳ πέσωσιν οἱ τρεῖς ἀστέρες, ὁ κύριος τοῦ ὡροσκόπου καὶ τοῦ
κλήρου καὶ τοῦ δαίμονος, ἀτυχεῖς καὶ ἀσχήμονας ποιοῦσι καὶ ἐνδεεῖς τῆς ἐφημέρου τροφῆς· πολλοὶ δὲ καὶ τὰς χεῖρας ὑρέξουσιν.
Ϛ΄. Ἀγαθοῦ δαίμονος τόπος· πολλὰ σχήματα. ζητητέον καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ζῳδίων.
ἐπιτόπως κείμενοι ἢ ἐν ἰδίοις προσώποις, ἐπιφανεῖς καὶ πλουσίους ἐκ νεότητος ποιοῦσι· πλείω δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐπιθεωρήσαντες ἐν τριγώνῳ μέρει καὶ τὸν ὡροσκόπον καθ᾿ ἑξάγωνον· ἐν τῷ ἀκούοντι ἢ βλέποντι ζῳδίῳ πλεῖστα καὶ μείζονα ἀγαθὰ παρέχονται. εἰ δὲ καί τις τῶν ἀγαθοποιῶν διάμετρος τῷ
ἀγαθῷ δαίμονι φανῇ παρόντος τοῦ οἰκοδεσπότου, μεγάλα καὶ μείζονα ἀγαθὰ καὶ προκοπὰς ἀποτελοῦσιν· εἰ δὲ κακοποιοὶ συμπαρῶσι 8 τῷ ἀγαθῷ δαίμονι, οὐκ ἰσχύουσι κακόν τι δρᾶσαι. ἀναγκαιότερον ξέ ἐστιν, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου καὶ τοῦ ὡροσκόπου καὶ τοῦ δαίμονος ἐπ᾿ ἀνατολῆς τύχωσιν ἢ πλείστων ἀστέρων αὐτοῖς ἐπιπαρόντων ἢ μαρτυρούντων ἐν χρηματιστικοῖς ζῳδίοις· ἐνδόξους
γὰρ καὶ πλουσίους ὑπεράγαν ἀποτελοῦσιν.
γίνονται ἡγούμενοι χωρῶν καὶ εἰς πολλοὺς τόπους ὀνομασθήσονται. ὁ κύριος τοῦ τόπου τούτου καλῶς κείμενος πρακτικοὺς ποιεῖ, ἀτόπως δὲ κείμενος ἀπράκτους· εἰ δὲ ἐπὶ δύσεως τυγχάνει καὶ κακοποιὸς ἐπὶ τοῦ τόπου συμπαρῇ ἢ διαμετρῇ, κακοπράγμονας ἢ στειρώδεις ἢ ἀτέκνους ποιεῖ.
ζ΄. Θεοῦ Ἡλίου τόπος τὸ προμεσουράνημα, θ΄ ἀπὸ ὡροσκόπου· πολλὰ ἔχει σχήμτα.
ἀπόντων δὲ τούτων, μόνου δὲ Ἑρμοῦ μαρτυροῦντος, ἐν χρηματισμοῖς γίνονται καὶ τὴν αὐτῶν ἐμπειρίαν ὄχλοις ἐξηγοῖνται καὶ βασιλικοὶ γραμματεῖς γίνονται ἀπὸ μέσης ἡλικίας· τῶν δὲ κακοποιῶν παρόντων καὶ κυριευόντων τῶν προειρημένων τόπων ἢ ἐπιθεωρούντων τὸν κλῆρον ὁ γεννώμενος τοῦ τε ὡροσκόπου καὶ τῆς τύχης
τύραννος ἔσται· κτίσει πόλεις, ἑτέρας δὲ διαρπάξει καὶ πολλῶν πολλὰ παραιρήσεται ἀσεβῶς. ἐὰν δὲ τύχῃ ὁ δαίμων ἢ ἡ τύχη ἐν κακοδαιμονοῦντι ζῳδίῳ, ἐν δὲ τούτῳ τῷ τόπῳ ὦσιν οἱ οἰκοδεσποτήσαντες τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, ἐπὶ πλείστοις κακοῖς καὶ ξενιτείαις ἔσται καὶ ὅσα ἂν κτήσηται ἀποβαλεῖ· ἢ ἐγκάτοχοι
ἐν ἱεροῖς γίνονται παθῶν ἢ ἡδονῶν ἕνεκα.
η΄. Ὄγδοος τόπος θανάτου· παντοῖαι θεωρίαι.
τὸν κλῆρον, οἱ γεννώμενοι πλάνητες καὶ εἴ τι ἂν κτήσωνται ἀποβαλοῦσιν. ἐὰν δὲ ὁ κλῆρος ἐν τούτῳ ἐμπέσῃ παρόντων τῶν κακοποιῶν καὶ οἰκοδεσποτούντων τὸν κλῆρον, ὁ γεννώμενος ἐνδεὴς μὴ δυνάμενος ἑαυτὸν ἀμφιάσαι. εἰ δὲ καὶ τοῦ ὡροσκόπου κυριεύσωσιν, ἀσχημονήσει δἰ ὅλης τῆς ζωῆς· εἰ δὲ καὶ ὑπὸ τὰς
αὐγὰς τύχῃ τοῦ Ἡλίου ὁ οἰκοδεσπότης τοῦ κλήρου ἢ τῆς ὥρας, ὁ γεννώμενος τὰς χεῖρας ὑφέξει καὶ προσαιτήσει. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ μόνος ἐπιπαρῇ τῷ ζῳδίῳ καὶ κυριεύσῃ τῆς φρονήσεως, δς καλεῖται δαίμων, μωροὺς καὶ ἀνοήτους καὶ τῷ λόγῳ ἐμποδιζομένους καὶ ἀγραμμάτους ποιεῖ· ἐὰν δὲ ὁ τῆς τύχης, σὺν τῷ ἀνοήτῳ,
καὶ ἄφρων καὶ πένης ἔσται, μάλιστα ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τυχών, εἰ δὲ τούτων οὕτως ἐχόντων οἱ κακοποιοὶ συμπαρῶσιν. ἄφωνος καὶ κωφὸς ἔσται. μόνη δὲ ἡ Σελήνη ἐν προσθέσει τοῦ φωτὸς δοκεῖ χαίρειν ἐν τούτῳ τῷ ζῳδίῳ· ἐὰν δὲ ὁ τοῦ Διὸς ἀγαθοδαιμονῇ, εὐτυχὴς καὶ εὐπόριστος καὶ πολύτεκνος ἔσται· εἰ δὲ
καὶ κύριος ἦ τοῦ κλήρου τῆς τύχης, πλούσιος καὶ εὐδαίμων· ἐὰν δὲ καὶ ὁ τοῦ Ἑρμοῦ συμπαραγένηται αὐτῷ, καὶ διοικηταὶ βασιλέων καὶ εὐφρανθήσονται ἐπὶ τέκνοις.
θ΄. Δεύτερος τόπος.
ἢ τὸν κλῆρον ἀγαθὰ σημαίνουσι τοῖς γεννωμένοις, σἷον κληρονομίας καὶ ἄλλων ὑπαρχόντων αἰφκνιδίους κτήσεις καὶ ἐκ θανάτου 10 σημαίνουσι τὸ ἀγαθόν· εἰ δὲ ἐν ἀλλοτρίοις τόποις εἶεν, ἧττον εὐποροῦσεν, οὐκ ἀποροῦσι μέντοι. εἰ δὲ Ἑρμῆς ἐπιπαρῇ μόνος ἰδιοπροσωπῶν, ἐν τῷ γήρει κέρδη ἕξει καὶ πιστευθήσεται πόλεις καὶ βασιλέων πράγματα· εἰ δὲ κακοποιοὶ παρῶσιν ἐν τούτῳ τῷ τόπῳ
καὶ κυριεύσωσι τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου ἰδιοπροσωποῦντες, ἀνωμαλήσει τῷ βίῳ, μάλιστα ἐπὶ τὸ γῆρας, οὐκ ἀπορήσει μέντοι· ἐξ ὀνειδισμῶν γὰρ καὶ κακῶν τὰ ποριζόμενα ἀναλώσουσιν. εἰ δέ καὶ ἀλλοιοπροσωποῦντες καὶ παῤ αἵρεσιν ὄντες οἰκοδεσποτῶσιν τῶν κλήρων, ὁ γεννώμενος κακῶς τὸ γῆρας διάξει, ἔνιοι δὲ καὶ ἐν
φυλακαῖς γίνονται χρόνον καὶ ἐν ἀρρωστίαις καὶ νόσοις. ἐὰν δὲ ὁ τοῦ Διὸς ἐπιθεωρήσῃ, ἐν ἱεροῖς ἕνεκεν ἀρρωστίας γίνονται, ἐνοχλοῦνται δὲ καὶ αἱμορροΐσι καὶ περὶ αἰδοίων ἢ δακτύλων πάθος ἰσχάνουσιν. εἰ δὲ ὁ τοῦ Ἑρμοῦ σὺν τῷ τοῦ Ἄρεως ἐπὶ τὸ δυτικὸν τύχῃ ζῴδιον, λῃστὰς καὶ φόνου συνίστορας· διὸ κακῷ θανάτῳ
ἀπολοῦνται ὕστερον. οἱ κακοποιοὶ δύνοντες ἐν ἀλλοτρίῳ ζῳδίῳ βιαιοθανάτους ποιοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ πολυπείρους καὶ ἐπὶ τὸ γῆρας εὐτυχεῖς.
ι΄. Ἕκτος τόπος Ἄρεως.
ὁ γεννώμενος ὅσα ἂν κτήσηται ἀπολεῖ καὶ ἡ οὐσία οὐ παραμενεῖ αὐτῷ· ζημίαις ἐλαττωθήσεται ἐπὶ τὸ γῆρας προβαίνων τῇ ἡλικίᾳ. ὁ δὲ Ἥλιος ἐπιπαρὼν τῷ τόπῳ τούτῳ καὶ κυριεύων τοῦ κλήρου τῆς τύχης ἢ τῆς ὥρας ποιεῖ τὸν γεννώμενον καταδικασθῆναι ὑπὸ μεγάλης ἐξουσίας. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ, πλανήτης ἔσται καὶ προσκοπτικὸς
καὶ φεύξεται τὴν ἰδίαν πατρίδα μόγις τὸ ζῆν πορίζων. ἐὰν δὲ ὁ τοῦ Διὸς κυριεύσῃ τοῦ κλήρου ἢ τοῦ ὡροσκόπου, ἐν δημοσίοις πράγμασιν ἀπολέσει τὸν βίον· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, διὰ γυναῖκα κρίσεις ζημίας δώσουσι· γίνονται δὲ καὶ ἀνεπαφρόδιτοι οὐκ ἔχοντες χάριν. ἐὰν δὲ ὁ τοῦ Ἄρεως, σίνη καὶ πάθη 11 κατὰ τὸ μέλος ἀποτελεῖ τοῦ ζῳδίου, ποιεῖ δὲ καὶ γυμνῆτας ἐπαίτας κακῶς τὸν βίον καταστρέφοντας. ὁ δὲ τοῦ Ἑρμοῦ κυριεύσας τοῦ κλήρου ἢ τῆς ὥρας ποιεῖ κακοβούλους κλέπτας κακολόγους καὶ ἐν ὄχλοις κακολογουμένους· ἐὰν δὲ καὶ Σελήνη ἐπιπαρῇ, δοῦλος ἔσται καὶ ἀδύνατος, ἐάνπερ μὴ καὶ τὰ λοιπὰ συμπαρῇ τῇ Σελήνῃ·
δύνανται γὰρ τῶν ἄλλων ἀστέρων καλῶς ἐχόντων νῆς Σελήνης κακοτυχούσης ἐλεύθεροι καὶ εὐσχήμονες γενέσθαι.
ια΄. Πέμπτος τόπος· πολλαὶ θεωρίαι.
Ἀφροδίτη τὰ μέγιστα χαρίζεται κυριεύουσα τοῦ ὡροσκόπου ἢ τοῦ κλήρου, μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίῳ τόπῳ οὖσα εὐκτήμονας ἐντίμους ἀποτελεῖ, τὸ αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀστέρων· ἐὰν γὰρ κρατῶσιν τῆς ὥρας ἢ τῆς τύχης, ποιήσουσι τὰ ἀγαθὰ κατὰ τὸ ἐπιβάλλον τῇ ἰδίᾳ φύσει καὶ τὸ τῆς ἀγαθῆς τύχης ἴδιον. ἐὰν
δὲ ὁ τοῦ Ἄρεως τύχῃ καθὸ πρόκειται, ἄρξουσι παντοδαπῶν τόπων· γίνονται γὰρ ἢ στρατηγοὶ ἢ τύραννοι μάλιστα ἰδιοπροσωποῦσα ἢ ἰδίων τόπων καὶ ζωῆς καὶ θανάτου κυριεύσουσιν οὐ μόνον ἐλαχίστων ἀλλὰ καὶ ἀξιολόγων ἀνθρώπων· ἐὰν δὲ ὁ τοῦ Κρόνου ἐπιπαρῇ τῷ τόπῳ, πολυκτήμονας ἐγγαίων καὶ τετραπόδων
δεσπότας, κτίζοντας κώμας καὶ τόπους. εἰ δὲ ὁ Ἥλιος ἐπιπαρῇ, μεγιστάνων φίλους, ἐγγύς βασιλέων, ἱερῶν ἄρχοντας· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ, τὰς διὰ λόγων προκοπάς καὶ χρημάτων πλείστων καταξιουμένους. εἰ δὲ ἡ Σελήνη καλῶς σχηματιζομένη κληρὸσηται τὸν κλῆρον ἢ τὸν ὡροσκόπον ἐπὶ τοῦ ζῳδίου τυχοῦσα σὺν τῷ
οἰκοδεσπότῃ αὐτῆς, πολυχρόνιοι γίνονται καὶ συγγηράσκουσιν ἐν εὐδαιμονίᾳ. οἱ οὖν ἀγαθοποιοὶ ἐπὶ παρόδων μεγάλα ὠφελοῦσιν, οἱ δὲ κακοποιοὶ οὐκ ἰσχύουσι βλάπτειν.
ιβ΄. Τέταρτον ὑπόγειον.
γῆν, ὑπὸ δαιμονίων καὶ φαντασίας εἰδώλων χρηματισθήσονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τούτοις κληρωσάμενος τὴν τύχην ἢ τὸν ὡροσκόπον, διὰ κακῶν ἕξει τὸν βίον ἀσχημονῶν καὶ εἰς περίστασιν περιπεσεῖται σὺν ἑτέροις κακουργήσας καὶ βιαιοθανατήσει. παρατηρητέον ὅτι ὁ τόπος οὗτος μετὰ θάνατον εὐφημίας
ποιεῖ καὶ καταλείψεις ἰδίοις· ἐν τούτῳ κακοποιοὶ τυχόντες τῷ τόπῳ οἷς ἂν θέλωσι τὰ αὑτῶν καταλείπουσιν.
ιγ΄. Τρίτος τόπος θεᾶς Σελήνης
ἔσται καὶ πολλῶν ἀγαθῶν κυριεύσει· ἄρξει πόλεως καὶ πολλοῖς ἐπιτάξει καὶ ἐπακουσθήσεται καὶ θησαυρῶν κυριεύσει. εἰ δὲ συμπαρείη ταύτῃ ὁ Ἥλιος καὶ εἴη πεποιημένη τὴν ἀνατολήν, ἱερεὺς θεᾶς μεγίστης ἢ ἱέρεια καὶ ἕξει βίον ἀκαθυστέρητον. ἐὰν δὲ ὁ τοῦ Κρόνου συμπαρῇ τῇ Σελήνη, θεοχόλωτος ζημιωτικὸς πολλάκις
ἐπὶ κριτάς ἐρχόμενος καὶ πολλὰ βλασφημήσει θεοὺς ἕνεκεν τῶν συμβαινόντων αὐτῷ πραγμάτων. ἐὰν δὲ ὁ τοῦ Διὸς συμπαρῇ αὐτῇ, ἔσται προφήτης εὐτυχὴς πλούσιος ἔνδοξος, πολλῶν ἀγαθῶν κυριεύσει. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπαρῇ τῇ Σελήνῃ, πρακτικὸς μὲν ἀλλὰ ἀσεβής, καὶ παραθήκας ἀποστερήσει, ὅθεν ἀπ᾿ ἀλλοτρίων
ἢ φόνων ἢ λῃστῶν τὸν βίον συνάξει, ξενιτεύσει δὲ πολλά. εἰ δὲ οἰκείως τύχῃ ἐν ἰδίοις προσώποις, ἀκολούθως τῇ διαιρέσει τῆς γενέσεως στρατηγὸς ἔσται χωρῶν καὶ πόλεων, ἄδικος ἐπίορκος ἀλλοτρίων ἐπιθυμητής, καὶ αίφνιδίως ἀπολεῖται χόλῳ ἐξουσίας. 13 ἐὰν δὲ Ἀχροδίτη ἐν ἰδίοις τόποις ἐπικρατήσῃ τοῦ τῆς θεᾶς τόπου καὶ τοῦ κλήρου τῆς τύχης ἐπὶ νυκτερινῆς γενέσεως μάλιστα, ἔσται ὁ γεννώμενος πλούσιος καὶ ὑπὸ γυναικὸς εὐνοηθήσεται· τινὲς δὲ βασιλικοὶ ἄρχοντες πόλεων διοικηταὶ διὰ τὸ τὴν θεὰν ἐν τῷ τῆς θεᾶς οἴκῳ συγκεκληρῶσθαι τὴν τύχην. ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ
συμπαρῇ τῇ Σελήνη ἐν τῷ τῆς θεᾶς ζῳδίῳ καὶ τοῦ κλήρου τῆς τύχης κυριεύσω ἢ τοῦ ὡροσκόπου, ὁ γεννώμενος ἐρεῖ τὰ μέλλοντα πᾶσι καὶ μυστηρίων θεῶν μεθέξει.
ιδ΄. Δεύτερος τόπος καλεῖται Ἅιδου πύλη.
οἱ ἀγαθοποιοὶ οὐδὲν ὠφελήσουσιν, οἱ δὲ κακοποιοὶ ἀποτελοῦσι νωχελεῖς ἐπισινεῖς μὴ δυναμένους διανήχεσθαι τὸν βίον μέχρι τέλους. ἐὰν δὲ ὁ κλῆρος ἐπὶ τοῦ ζῳδίου ὑπάρξῃ τῶν κακοποιῶν οἰκοδεσποτούντων τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, νεκροφύλακες γίνονται ἔξω πύλης τὸν βίον διάγοντες. ὁ μὲν οὖν τοῦ Κρόνου
κυριεύων τοῦ κλήρου τῆς τύχης τῷ τόπῳ τούτῳ ἐπιπαρὼν ποιεῖ νεκροψύχους ἀρρωστηματικοὺς καὶ δεσμῶν πεῖραν ἐπὶ χρόνον ἱκανὸν λαμβάνοντας, ἕως συμπληρώσωσι τοὺς χρόνους τοῦ ἀστέρος. ὁ δὲ τοῦ Διὸς ἐπιπαρὼν τῷ τόπῳ ἀνάλωσιν ἐκ τῶν ὑπαρχόντων μέχρι τέλους, ὥστε μηδὲν αὐτῷ καταλειφθῆναι· τέκνων μέντοι
δόσιν, ἀλλ᾿ οὐκ εὐτυχῶς· ὁ δὲ τοῦ Ἄρεως παρὼν τῷ τόπῳ ἐὰν οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, προσκοπτικοὺς ζημιαωτικοὺς ἐμποδιζομένους. τινὲς δὲ καὶ αἰχμάλωτοι γίνονται καὶ πάλιν ἀποκαθίστανται. ἐὰν δὲ τὸν κλῆρον τῆς τύχης ἐν αὐτῷ τῷ ζῳδίῳ παρόντα κληρώσηται ὑπάρχων ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις,
δεσμοφύλακες γίνονται εἰς κάρκαρον τὸν βίον πορίζοντες ἢ ἐν δεσμωτηρίοις διαζῶντες. ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν οἰκοδεσποτῶν τὸν κλῆρον τὸν ὡροσκόπον ἰδίῳ οἴκῳ ἢ Κρόνου τόποις, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ στερηθήσεται τῶν πατρικῶν καὶ ἐπαιτήσει. ἐὰν δὲ ὁ
14 τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ ζῳδἰῳ καὶ οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, δημοσίας καὶ ἐπονειδίστους ἐργασίας ἀποτελέσει, ἐάνπερ ἐπ᾿ ἀνατολῆς ἑῴας τύχῃ· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τύχῃ, ἀνοήτους καὶ
ἀγραμμάτους ἀποτελεῖ· ἐὰν δὲ καὶ κύριος τῆς δευτέρας τύχης γένηται, δ προσαγορεύεται δαίμων, κωφοὺς ἢ ἀφώνους ποιεῖ· ἐὰν δὲ ἀνατολικὸς ἦ, περίεργοι γίνονται ἃ οὐκ ἔμαθον ἐπιχειροῦντες, ἐπιτευκτικοὶ δὲ ἐν τοῖς μαθήμασιν. εἰ δὲ ἡ Σελήνη παρῇ ἐπὶ τοῦ ζῳδίου Κρόνου ὡροσκοποῦντος, τὸ ἐναλλὰξ γίνεται· ὑποχυθήσονται
τὴν ὅρασιν ἢ ἀπογλαυκωθήσονται τοὺς ὀφθαλμούς.
ιε΄. Τόπων ὀνομασίαι ἐννέα.
περὶ ζωῆς καὶ βίου, ὁ δαίμων περὶ φρονήσεως, μεσουράνημα περὶ πράξεως, ἔρως περὶ ἐπιθυμίας, ἀνάγκη περὶ ἐχθρῶν.
ιϚ΄. Τριγμωνικαὶ ἀστέρων διακρίσεις πρὸς εὐδαιμονίαν ἢ δυστυκίαν· τριγμωνικὰ καὶ ἐξαγωνικὰ καὶ διαμετρικὰ σχήματα.
ὡροσκοποῦντι γίνεται, πολὺ μείζονα τὰ τῆς δόξης· πολυκτήμονες γὰρ καὶ πολυγέωργοι καὶ πλούσιοι γίνονται. ἐὰν δὲ ὁ τοῦ Ἄρεως συμπροσγένηται τῷ τοῦ Διός, καὶ τυράννους δηλοῖ τὸ σχῆμα· μάλιστα τοῦ Ἡλίου ὡροσκοποῦντος πολλῶν χωρῶν καὶ στρατοπέδων ἐπικρατοῦσιν. ἐὰν δὲ ὁ τοῦ Κρόνου, μέγας μὲν ὁ πατὴρ
καὶ ὅπλων καὶ στρατοπέδων ἄρχων, ἐάνπερ καὶ τὰ λοιπὰ συνεργῇ 15 πρὸς τὸ μεγαλεῖον, οὐ μέντοι τύραννος οὐδὲ πολεμικὸς καὶ ἐπίφοβος. εἰ δὲ Ἄρης τὸν Ἥλιον διαμετρήσῃ τοῦ Διὸς καὶ τοῦ Κρόνου δεξιῶν τῷ Ἡλίῳ τριγώνων ὄντων, ὁ γεννώμενος ἐν ταῖς μεγαλειότησι καὶ δόξαις ὄχλων γενήσεται. εἰ δὲ ὁ τοῦ Κρόνου διαμετρήσῃ τὸν Ἥλιον καθὰ προείρηται, ὑπὸ ἰδίων καὶ φίλων
ἐναντιωθήσεται, ἀλλὰ περικρατήσει καὶ ὑποτάξει. εἰ δὲ ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Ἄρεως τρίγωνοι γένωνται τῷ Ἡλίῳ τοῦ Διὸς διαμετροῦντος ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, ἀρχοντικὸν καὶ εὐσχήμονα ποιεῖ, εἰ δὲ ἐπὶ ἑξαγώνου τύχῃ τὸ τοιοῦτον σχῆμα, ἐλάττονά ἐστιν,
ἔτι ζῶντος τοῦ πατρός, μάλιστα ἐν θηλυκοῖς ζῳδίοις ἢ ἐναντίαις μοίραις. εἰ δὲ διάμετρος, πολὺ χείρων· σίνεσι καὶ πάθεσι περιβάλλει καὶ ὑπὸ οἰκείων καὶ παρασίτων προδοθήσεται. εἰ δὲ δεξιός, ἐλάττονα γίνεται· εἰ δὲ ἐν τῷ ὡροσκόπῳ ἢ τῷ μεσουρανήματι γένοιτο, τὰ ἐναντιώματα ἥττονα ἔσται. Ἄρης Ἡλίῳ τετράγωνος,
κακὸν τῷ πατρὶ καὶ τῷ γεννηθέντι· σίνη γὰρ καὶ πάθη ἀποτελεῖ· ἐὰν δὲ διάμετρος ἢ ἐν κεκακωμένοις ἦ μοίραις, καὶ περὶ τὰ ἄρθρα τὰ σίνη ἀποτελεῖ, ἐὰν δὲ ἐπὶ τοῦ δεξιοῦ τετραγώνου, ὅ ἐστι δέκατον, ὁ Ἄρης ἦ, χεῖρον γενήσεται· πρὸς γάρ καὶ ταῖς διανοίαις ἐκστήσονται. Ζεὺς Ἡλίῳ τετράγωνος ἐν ταῖς ἀδόξοις
μοίραις ἢ ζῳδίοις ἀηδὴς καθέστηκε· καθαιρεῖται γὰρ τὸ ἀγαθὸν τοῦ ἀστέρος καὶ εἰς τὸ ἐναντίον ἐκπίπτει. ἐπὶ δὲ τῶν ἐνδόξων ζῳδίων ἢ μοιρῶν μάλιστα ἐπίκεντρος ἔνδοξος περικτητικός. διάμετρος δὲ Ἡλίῳ τυχὼν ἀηδέστερος· οὐ μόνον γὰρ σβέννυται τὰ ὐπ᾿ αὐτοῦ ἀγαθά, ἀλλ᾿ ἐξ ὑπερεχόντων ἀργὰς καὶ ἄχλων ἐναντιώσεις
ἐξουσιν. αἱ οὖν κατ᾿ ἰσόμοιρον στάσεις τῶν τετραγώνων καὶ διαμέτρων χαλεπαί.
ἐὰν δὲ θηλυκὴ ἦ ἡ γένεσις καὶ Ἀφροδίτη συμπαρῇ, βασιλεύσει καὶ πολλῶν χωρῶν ἐπικρατήσει, γίνονται δὲ εὐεργετικαὶ ἀνυπότακτοι. εἰ δὲ καὶ ὁ μὲν ἰδιοτοπεῖ καὶ ὁ ἕτερος ἐν ἰδίῳ τριγώνῳ τύχῃ, καὶ θηλυκαῖς καὶ ἀρσενικαῖς γενέσεσιν οὐδὲν ἐναντία· γίνονται γὰρ βασιλεῖς βασιλέων, ἐάνπερ ὁ μὲν οἰκοδεσποτῇ
ὁ δὲ συνοικοδεσποτῇ ἢ καὶ δεσπόζῃ τῆς γενέσεως τοῦ τε κλήρου τῆς τύχης ἢ τῆς ὥρας κυριεύσωσιν. εἰ δὲ ἐν ἀρρενικοῖς ζῳδίοις εἶεν, ἐλάττονα καὶ πολὺ χείρονα τὰ ἀποτελέσματα γενήσεται· ἑξάγωνοι δὲ ἀτονὼτεροι πρὸς τὸ ἀγαθὸν καὶ πρὸς τὸ ἐναντίον.
μέρος ἐν ἀλλοτρίαις μοίραις ἢ ζῳδίοις ἐφ᾿ ἡμερινῆς γενέσεως, πολλῶν ἐναντιωμάτων αἴτιος τῇ τε μητρὶ θλίψεις καὶ ταπεινώσεις ἀποτελεῖ καὶ ἐν ξενιτείαις ὑποτάσσονται, τινὲς δὲ ἢ στρατιωτικοὶ γίνονται ἐπίμοχθοι καὶ ἐφύβριστοι. ταῦτα δὲ γίνεται, ἐάνπερ μὲ καὶ τὰ λοιπὰ ἡ γένεσις ταπεινοῖ, τοῦ τοῦ ἀστέρος δεσπότου
συνεργοῦ ἢ συναιρετιστοῦ ὑπάρχοντος ἐν τοῖς ἀσυνδέτοις τοῦ ὡροσκόπου. ἐὰν δὲ τὰ λοιπὰ συντύχῃ, μἰχμάλωτοι γίνονται καὶ δημοσίᾳ τελευτῶσιν. εἰ δὲ καὶ διάμετρος γένηται ἐπὶ τοῦ αὐτοῦ καταστήματος, εὐτονώτερα τὰ χαλεπὰ καὶ δυσέκλυτα· μᾶλλον δὲ εἰ καὶ δεξιὸς τετράγωνος φανείη, αἰφνιδίως πάντα ἀπολλύουσι.
πολλὴ δὲ διαφορά τετραγώνου καὶ διαμέτρου. ἐὰν γὰρ Ἄρης Κριῷ γένηται καὶ Σελήνη Καρκίνῳ, ἀντιστρέφεται τὰ ἀποτελέστατα καὶ γίνεται τῶν εἰς τὸ τρίγωνον τὰ ὅμοια. ὁμοίως δὲ κἂν διάμετροι ὦσιν Ἄρης Σκορπίῳ Σελήνη Ταύρῳ, οὐ μόνον πρὸς τύχην οὐκ ἐναντιοῦνται ἀλλὰ καὶ προκοπῶν καὶ δοξῶν αἴτιοι
γίνονται,
τὸ σχῆμα· γίνονται γὰρ βασιλεῖς βασιλέων ἔνδοξοι καὶ εὐφρόσυνοι. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους μετριώτεροι τῇ δυνάμει γίνονται· ἐπὶ μέντοι τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης οὐδὲν ἀπέχουσι τοῦ τριγώνου, μάλιστα εἰ μέσον τροπικὸν ζῴδιον ἢ ἰσημερινὸν τύχῃ, πολὺ δὲ μᾶλλον ἐὰν Ἰχθύσι καὶ Ταύρῳ τὸ σχῆμα θεωρηθῇ.
διὰ γυναικῶν καὶ ἐπονειδίστων πράξεων αἴτιοι καθεστήκασι· καὶ χείρονες δὲ διάμετροι οὕτω σταθέντες.
φιλολόγους ῥήτορας γεωμέτρας· ἐὰν δὲ ἑσπέριος ᾖ μάλιστα νυκτερινῆς οὔσης τῆς γενέσεως, πολυίστορας φιλοσόφους κα μυστηρίων μετέχοντας· εἰ δὲ εἴη ἡ γένεσις ὑψηλὴ ἐκ τῶν λοιπῶν ἀστέρων, εὐσχήμονας καὶ ὑπὸ ὄχλων τιμωμένους καὶ μείζοσι προσώποις καὶ βασιλεῦσι γινωσκομένους· ταῦτα ποιεῖ συνοικοδεσποτήσας
ἀστέρι τῷ τὸ πράσσειν παρέχοντι συνεργὸς τυχὼν ταῦτα ἀποτελεῖ, ἀχρημάτιστος δὲ τυχὼν οὐδὲν ἰσχύσει τῶν ἰδίων ἀποτελεσμάτων ἐνεργῆσαι. καθόλου δὲ ἐπὶ πάσης γενέσεως γινώσκεται, ὅτι ὅσα ἐπὶ τῶν τριγώνων ἐνεργεῖ ἕκαστος τῶν ἀστέρων, τοσαῦτα καὶ συνόντες ἐν τῷ αὐτῷ ζῳδίῳ ἀποτελοῦσιν. ἑξάγωνος
δὲ ὑπάρχων Ἑρμῆς Σελήνῃ ἀμαυρότερος καὶ ἀσθενέστερος καθέστηκε τῶν προειρημένων. εἰ δὲ τετράγωνος τύχῃ, δριμεῖς ἀγχίνους· τὸ δὲ δριμὺ αὐτῶν εἰς φαυλότητα περιίσταται· γίνονται γάρ 18 κακοήθεις διάβολοι, τάς πράξεις ἀπὸ δόλων καὶ ἐπιθέσεων ἔχοντες καὶ οὐδὲν ὑγιὲς ἐνθυμούμενοι. εἰ δὲ διάμετρος, πρὸς τοῖς εἰρημένοις ἐναντιόβουλοι, ἀχαριστούμενοι ἐν ταῖς πράξεσι· διόπερ βλάπτονται ἀπὸ τῶν συμβαινόντων αὐτοῖς.
καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἀρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμπόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴκοις
ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάντως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τάς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμαθεῖς·
τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δἰ αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ᾿ ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγόμενοι
ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες.
μάλιστα ἐν τοῖς χρηματίζουσι ζῳδίοις. εἰ δὲ ἑξάγωνοι, τὰ 19 αὐτὰ μὲν ἀποτελοῦσιν, ἐλάττονα δέ. ἐὰν δὲ τετράγωνοι ὦσι καλῶς σχηματιζόμενοι, ὅσα μὲν εἰς περίκτησιν καὶ δόξαν ἀποτελοῦσι, μετὰ φθόνου δέ· κακῶς δὲ σχηματισθέντες σὺν τῷ φθόνῳ καὶ συντριβὰς καὶ ἐξ ὑπερεχόντων ἐναντιώσεις. εἰ δὲ διάμετροι τύχωσι, μείζονας τὰς διαβολὰς ποιοῦσι καὶ ἀνώμαλοι καὶ ἐναντιόβουλοι
γίνονται· εἰ δὲ ἐν τῷ κακοδαιμονήματι διάμετροι τύχωσιν, ὑπὸ μεγάλης κεφαλῆς καταδυναστευθήσονται καὶ ὄχλων ἐπαναστάσεις ἕξουσι, σπανάδελφοι δέ τι καὶ ἔχθρας πρὸς ἀδελροὺς ἢ τέκνα ἢ συγγενεῖς ἰσχάνουσιν.
δηλωτικός· ποτὲ μὲν γραμματεῖς ποτὲ δὲ ἔμποροι ἑρμηνεῖς γεωμέτραι νομικοὶ φιλόσοφοι, πάντες δὲ κακότροποι δριμεῖς συνετοὶ ψεῦσται· ποιεῖ δὲ καὶ ὁπλοδιδακτὰς ἢ καὶ ὁπλοπαίκτας. εἰ δὲ καὶ ὁ τοῦ Διὸς συσχηματισθῇ μάλιστα ἐν χρηματιστικοῖς τόποις, ποιεῖ στρατιωτικούς, πολλάκις δὲ ὀρνεοσκόπους, θύτας, προγινώσκοντας
τὸ μέλλον, περισσότερον ἀνθρώπων νοοῦντας. τετράγωνος δὲ ποικιλωτέρους τῶν προειρημένων ποιήσει· ποιεῖ γάρ μάγους πλάνους θύτας ἰατρούς ἀστρολόγους ὀχλαγωγοὺς τραπεζίτας παραχαρακτὰς ὁμοιογράφους διά τε πανουργίας καὶ ἐπιθέσεως καὶ δόλου τὰς πράξεις διοικοῦντας· γίνονται δὲ καὶ κλῶπες καὶ ἐπίορκοι
καὶ ἀσεβεῖς καὶ ἐπίβουλοι τῶν ὁμοίων, αἰσχροκερδεῖς ἀποστερηταὶ ἁπλῶς οὐδὲν ἔχοντες ἐλεύθερον, ὅθεν κακοῖς πλείστοις περικυλίονται καὶ ἐπαγωγῆς ἢ φυγαδείας ἢ συνοχῆς πεῖραν λαμβάνουσι. μάλιστα δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις ἢ μοίραις τυχόντες χείρονα ἀποτελοῦσιν· ἐν δὲ τῷ ὑπὸ γῆν ἢ δύνοντι ἀμφότεροι
ἢ ἐὰν δς μὲν δύνῃ, δς δὲ ὑπὸ γῆν τύχῃ, φόνους ἐπιτελοῦσιν ἢ συνίστορες ἔσονται ἀπὸ λῃστείας τὸν βίον διάγοντες· ἔνιοι δὲ καὶ ἀδελφοκτονοῦσι καὶ βιαία ἔσται ἡ ἐσχάτη αὐτῶν τελευτή, μάλιστα ἐὰν καὶ τὴν Σελήνην προσλάβωνται· βιαιοθάνατοι γὰρ καὶ ἄταφοι γίνονται. ἐὰν μὲν οὖν ἐν τετράποσι γένωνται,
ἀπὸ θηρίων ἁλίσκονται, ἐν δὲ ἀνθρωποειδέσιν ὑπὸ λῃστῶν, ἐν 20 δὲ τοῖς στερεοῖς ἀπὸ ὕψους ἢ συμπτώσεως, ἐν δὲ τοῖς διαπύροις ἀπὸ πυρός, ἐν δὲ τοῖς καθύγροις ναυαγίοις, ἐν δὲ τοῖς τροπικοῖς μονομαχοῦντες· ταῦτα δὲ καὶ ἐναλλάξαντες καὶ ὁμόσε τυχόντες ποιοῦσιν. ἐὰν δὲ δς μὲν οἰκοδεσποτῇ, δς δὲ δεσπόζῃ καὶ Ἑρμῆς
ἑξάγωνος Ἀφροδίτῃ ᾖ ἢ σὺν αὐτῇ, τοὺς γεννωμένους ποιοῦσι συνετοὺς ἐπιχαρεῖς φιλομούσους φιλοπαίκτας σκώπτας, ἄλλοτε ποιητὰς μελογράφους φωνασκούς, ὑποκριτὰς μίμων κωμῳδίας, ἐνίοτε δὲ καὶ ἀθλητὰς ἢ ἱερονίκας· ἔτι δὲ πράξεων ποικίλων εἰσὶ περιποιητικοί. εἰ δὲ ἡ γένεσις θηλυκὴ ἦ, μουσικοὶ γίνονται, πολύκοιτοι,
τρόπον ἑταιρῶν διάγουσαι, φιλόλογοι φωνασκοί.
καὶ μητρυιαῖς τὰς ἐπιμιξίας ποιοῦνται· αἱ δὲ γυναῖκες αὐτῶν λαθραιόκοιτοι καὶ ἐπιμιγνύμεναι τοῖς τῶν ἀνδρῶν δούλοις ἢ φίλοις. νοεῖν μέντοι δεῖ ὡς παρὰ τὰς τῶν ζῳδίων καὶ μοιρῶν ἐναλλαγὰς πολλή τις διαφορὰ γίνεται· τὸ γὰρ αὐτὸ σχῆμα, καὶ ἐὰν ὁμοῦ τύχωσι, ῥυπαρωτέρους μὲν ἢ καὶ ἐπικοιμωμένους καὶ ἄλλοτε
μὲν πολυκοίτους, πολλάκις δὲ μηδὲ ἀφροδισιάζοντας ἀλλὰ μόνον ἡδομένους. τετράγωνοι δὲ πολλῷ χείρονες· τὰ μὲν γὰρ ἐπὶ τοῦ τριγώνου εἰρημένα λόγια ἐπὶ τὸ χεῖρον τρέπουσιν, ἀλλὰ καὶ ἀπὸ πορνείας ἄγονται γυναῖκας· γίνονται δὲ καὶ ἀνεπιχαρεῖς καὶ ἀσελγεῖς. κάκιον δὲ γίνεται, ἐὰν ἐπὶ τὸ δυτικὸν ἢ ὑπόγειον γίνηται
τὸ σχῆμα· παροξύνεται γὰρ ἐπὶ τὸ χεῖρον τὰ εἰρημένα μάλιστα καὶ τοῦ Ἄρεως συνόντος ἢ τετραγωνίζοντος ἢ διαμετροῦντος· καὶ γὰρ αἰσχροποιοῦσι καὶ διαβάλλονται ὑπὸ ὄχλων, πολλάκις δὲ διὰ ταῦτα περιβοησίας ἢ ἀπαγωγῶν τυχόντες κακῷ θανάτῳ περιτρέπουσιν. ἐὰν δὲ καὶ ἐν λατρώδεσι ζῳδίοις ἢ μοίραις γένωνται, 21 πάθεσιν ἀκαθάρτοις καὶ παρὰ φύσιν ἡδοναῖς χρήσονται. ἑξάγωνοι δὲ πρὸς ἀλλήλους τὴν αὐτὴν ἀποτελεσματογραφίαν τοῖς τριγώνοις ἔχουσιν, ἀμυδρὰν δὲ καὶ ἀσθενῆ. ἐῷοι μὲν ὄντες καὶ ἐν τῷ ἀπηλιώτῃ τὰς γυναῖκας ἀρρενοῦσιν οὐ μόνον ταῖς πράξεσιν, ἀλλὰ καὶ σὺν γυναιξὶ κοιμώμεναι ἀνδρῶν ἔργα ἐπιτελοῦσιν· ἑσπέριοι δὲ
θηλύνουσι τοὺς ἄνδρας· ἄλλοτε μὲν γὰρ ἀνδράσι συγκοιμώμενοι γυναικῶν ἔργα ἐπιτελοῦσι, πολλάκις δὲ καὶ τῶν γονίμων στερίσκονται.
καὶ κτίστας οἰκοπέδων κωμῶν τε καὶ πόλεων, βαρεῖς δὲ καὶ ἐπισκύνιον ἔχοντας. ἐὰν δὲ ὑψηλότερον τὸ σχῆμα καὶ Ἄρης ἐπιθεωρήσῃ καὶ περὶ τὸν Ἥλιον καὶ Σελήνην, ποιοῦσι στρατοπεδάρχας ναυτικῶν τε καὶ πεζικῶν ἄρχοντας, ἐνίους δὲ καὶ ἐπὶ βασιλείας τυραννίδας ἄγουσιν. εἰ δὲ ἐν τῷ τοῦ Κρόνου τριγώνῳ τὸ σχῆμα
τύχῃ μάλιστα τοῦ Διὸς ἐν τῷ Ὑδροχόῳ ἀποστρόφου τοῦ Ἄρεως ὄντος, ταπεινοψύχους δεδοικότας οὐ κατὰ πᾶν διαλάμποντας οὐδὲ ἀρχῆς τινος μετέχοντας, ἀνακεχωρηκότας δὲ καὶ ἀγροῖκον βίον αἱρουμένους. παρὰ δὲ τὰς τῶν ζῳδίων καὶ τῶν τόπων διαφορὰς καὶ αἱ διαλλαγαὶ τῶν πράξεων γίνονται. τὰ αὐτὰ δὲ καὶ ὁμόσε
ἀποτελοῦσιν ἐν τοῖς χρηματίζουσι ζῳδίοις.
γίνονται, οἱ δὲ θάνατον τέκνων θεωροῦσι. βλαβερὸς δὲ αὐτοῖς καὶ ὁ περὶ ἀδελφῶν τόπος· τοὺς μὲν γὰρ εὐνουστέρους καὶ φιλοστοργοτέρους λοστοργοτέρους θανάτῳ χωρίζουσι, τοὺς δὲ λοιποὺς ἐχθροὺς καὶ ἐπισινεῖς ποιοῦσι· μάλιστα δὲ ἔξω τῶν κέντρων γενόμενοι. διάμετροι δὲ πρὸς ἀλλήλους χαλεπώτεροι μετὰ ταλαιπωρίας καὶ
ἐναντιώσεως.
γὰρ τὰ τέκνα αὐτῶν, ὁμοίως δὲ καὶ τὰ τῶν ἀδελφῶν, ἢ χωρίζονται ἀπʼ ἀλλήλων ἔχθραις ἢ δυσεπανόρθωτοι γίνονται ἢ σινοῦνται· προσκοπτικοὶ δὲ γίνονται ἐν ταῖς πράξεσιν ἁπάσαις, ἔχθραις μεγάλων ἀνδρῶν περικυλιόμενοι καὶ ἐπιβουλευόμενοι, καὶ κινδύνοις μεγάλοις τὸ σχῆμα περιπίπτει· ἢτοι γὰρ λῃστῶν ἢ πολεμίων ἐπιδρομαῖς
ἢ ναυαγίῳ περιπεσόντες βιαιοθανατοῦσιν, ἔνιοι δὲ καὶ αἰχμαλωσίαις περιτρέπονται, πολλάκις δὲ καὶ ἀπὸ πυρὸς ἢ σιδήρου κινδυνεύουσι. διάμετροι δὲ ἀλλήλων γενόμενοι ἰσχυρότερα τὰ προειρημένα ἀποτελοῦσι· πρὸς ἐπὶ τούτοις γίνονται πένητες ἐπίμοχθοι ἀτυχεῖς, ἔνιοι δὲ νωτοφοροῦσιν ὡς κτήνη τάς τε ἐργασίας
ἐπιμόχθους καὶ ἐπονειδίστους ἔχουσι. πολλὴ δὲ καὶ ἐπὶ τῶν σχημάτων τούτων διαφορά οὐ μόνον παρὰ τὴν τῶν ζῳδίων καὶ μοιρῶν ἰδιότητα, ἀλλὰ καὶ παρὰ τὰ μεγέθη τῶν γενέσεων. εἰ μὲν γὰρ ἀθεώρητον ὑπὸ Διὸς γένηται τὸ σχῆμα καὶ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, ἄδοξον τὴν γένεσιν ποιήσουσιν· εἰ δὲ ἐπιθεωρήσουσι
ταὶ τύχῃ ὁ μὲν ἕτερος αὐτῶν δεσπότης ὁ δὲ ἕτερος συνοικοδεσπότης, καὶ τηνικαῦτα τὰ προειρημένα γίνεται. χαλεπώτερα δὲ ἐπὶ τοῦ θεοῦ καὶ τῆς θεᾶς, ἀμβλύτερα δὲ καὶ σκιᾷ παραπλήσια ἐπὶ τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης, χείρονα δὲ καὶ ἀδιάλυτα ἐπὶ τοῦ κακοῦ δαίμονος καὶ τῆς κακῆς τύχης ἀργοῦ τε καὶ
τατασκίου. ἐνδόξου δὲ τῆς γενέσεως οὔσης καὶ τυραννικῆς .
ἢ τὰ δρια, μάλιστα κυριεύοντες τοῦ κλήρου ἢ τοῦ οἰκοδεσπότου. μεγάλας γὰρ πράξεις ποιοῦσιν· ἤτοι γὰρ βασιλεῖς ἢ στρατοπέδων προήκοντας ναυτικῶν τε καὶ πεζικῶν, πόλεις ἀνορθοῦντας καὶ 23 καταστρέφοντας· ἑξάγωνοι δὲ ἧττον σθένουσι, καθάπερ καὶ ἐπὶ τῶν προτέρων σχημάτων, ἐκτὸς εἰ μὴ ἐπίκεντροι γενόμενοι σημαίνουσι μὴ κάτοπτα τοῖς γενομένοις τὰ εἰρημένα κακά γίνεσθαι ἀλλὰ τοῖς ἄλλοις. αὐτοσχεδιασταὶ πολέμων πεζικῶν καὶ ναυμαχιῶν· γίνονται δὲ ἀρχιλῃσταὶ καὶ ἡγεμόνες βίαιοι βασανιστικοὶ ἡδέως
κολάζοντες αἱμοπόται· εἰ δὲ ἀγοραίου γένεσις ἦ, οἷον νομικοῦ ἢ δικολόγου, γίνονται κατηγορικοί εἰ δὲ καὶ τὸν τοῦ Ἑρμοῦ συλλάβῃ τῆς Σελήνης προτέρου Ἄρεως τὴν συναφὴν ἔχοντος, χαλεπώτερον τὸ σχῆμα γίνεται· γίνονται γὰρ οἱ τοιοῦτοι θηρίου παντὸς χείρονες.
διάμετροι δὲ ἐν τοῖς ἀχρηματίστοις ζῳδίοις χαλεπώτεροι γίνονται· ἐὰν γὰρ ἐπί τινα ἡγεμονίαν τὰ λοιπὰ τῆς γενέσεως πράγματα τὸν γεννώμενον ἄγῃ, μεγάλοις περιπεσεῖται κινδύνοις καὶ ὑπὸ ἰδίων καὶ ὑπὸ ἐχθρῶν προδοθήσεται. εἰ δὲ μήτε οἰκοδεσποτῇ ἀστὴρ μήτε δεσπόζῃ τις αὐτῶν ἢ συνοικοδεσποτῇ, μέτριος ἡ τῶν τριγώνων
στάσις· γίνονται γὰρ στρατιωτικοί· εἰ δὲ καὶ ἐκ τῶν ἄλλων ἀστέρων μέγεθος ἀξιώματος ὑποφαίνηται συνεργὸν αὐτοῖς ἢ παρασυνεργὸν ἐχόντων δύναμιν, προσθήσουσι τῇ δόξῃ· ποιοῦσι γὰρ ἄρχοντας πόλεων καὶ ἐπὶ δικαστηρίου καθεζομένους· εἰ δὲ καὶ τὸ διάθεμα στρατιωτικὸν ᾖ ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ Κρόνου,
δεκαδάρχας ἢ ἑκατοντάρχας τινὸς βραχέος στρατεύματος καὶ πόλεως· εἰ δὲ ταπεινὸν εἴη τὸ διάθεμα ἔκ τε Ἡλίου καὶ Σελήνης καὶ τῶν λοιπῶν ἀστέρων ἢ τρίγωνοι αὐτῶν ὅ τε τοῦ Ἄρεως καὶ ὁ τοῦ Διός, ταπεινοὺς ἀποτελεῖ τοὺς γεννωμένους, δούλους στρατευομένων 24 ὑποτεταγμένους ἢ καὶ ἡγεμονευόντων, πολλάκις δὲ κυνηγοὺς ἢ μονομάχους ἢ ὁπλοποιούς· ταῦτα δὲ σημαίνει παρά τὰς τῶν ζῳδίων ἐναλλαγάς· ἐπὶ μὲν γὰρ τῶν κέντρων μεγάλους ἀπὸ νεότητος ἀποτελοῦσιν, ἐπὶ δὲ τῶν ἐπαναφορῶν ἀπὸ μέσης ἡλικίας
ἀναγομένους, ἐπὶ δὲτῶν ἀποκλιμάτων ἥττονας καὶ ταπεινούς.
ιζ΄. Περὶ ὡροσκόπου τοῦ τῆς τύχης κλήρου.
οὖν δεῖ ἀκριβῶς στῆσαι τὸν κλῆρον τῆς τύχης καὶ σκοπεῖν, εἰς ποῖον μέρος τοῦ κόσμου ἐξέπεσε, πότερον ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν ἢ τῶν ἀποκλίσεων ὁμοίως δὲ καὶ τὸν τούτου κύριον ζήτει. ἐὰν γὰρ ὡροσκοπῇ ἡμερινὸς ἢ καὶ ἐπί τινος ἑτέρου χρηματιστικοῦ ζῳδίου τύχῃ, ὑπὸ Ἡλίου καὶ Σελήνης καὶ τῶν ἀγαθοποιῶν
μαρτυρούμενος, λαμπρὸν ἐπίσημον εὐτυχῆ τὸν γεννώμενον ποιήσει· ἐπὶ δὲ τῶν λοιπῶν κέντρων ἢ τῶν ἐπαναφορῶν μετριώτερος ἐπὶ δὲ τῶν ἀποκλιμάτων ἐκπτώσεως ὁ τρόπος ἐννοείσθω· οὗτοι γάρ εἰσι ἑτερογνώμονες τόποι αἰτίας ἐπάγοντες καὶ καθαιρέσεις. ἄλλως τε ἐπιγνούς τὸν κεκληρωμένον τόπον τῆς
τύχης σκόπει καὶ τὰ τούτου τετράγωνα καὶ τὰ λοιπά, ὅσα ποτὲ ἐπὶ τῶν γενεθλιακῶν κέντρων. ἐφέξει γὰρ αὐτὸς ὁ κλῆρος δύναμιν ὡροσκόπου καὶ ζωῆς, τὸ δὲ τούτου δέκατον μεσουρανήματος καὶ δόξης, δὲ ζ΄ δυτικοῦ, δὲ δ΄ ὑπογείου· καὶ οἱ λοιποὶ δὲ τόποι τὴν δύναμιν τῶν ιβ΄ τοποθεσιῶν ἐφέξουσιν. ὑφίστανται γάρ
τινες μυστικῶς τὸν μὲν καθολικὸν ὡροσκόπον καὶ τὰ τούτου τετράγωνα κοσμικά κέντρα, τὸν δὲ κλῆρον καὶ τὰ τούτου τετράγωνα γενεθλιαλογικὰ κέντρα. ὅθεν καὶ τοῖς συντάγμασι προδηλοῦσι λέγοντες· δὲ ἑτεροτρόποις σχήμασι τῶν κέντρων ἢ 25 κλήρου τὴν δυναστείαν λαχόντες καὶ οὔτε μὴν διὰ παντὸς τὰ τροπικὰ οὔτε τὰ στερεὰ οὔτε τὰ τὰ δίσωμα τὴν αὐτὴν δύναμιν ἐφέξαι· δεῖ οῦν καὶ τὰς μαρτυρίας τῶν ἀστέρων ἤ συμπαρουσίας θεωρεῖν τὰς πρὸσ τὸν κλῆρον, ἵν᾿ εἰ μὲν ἀγαθοποιὸς ἐπὶ τούτῳ ἐπείη ἤ καὶ τῷδε
μαρτυρήσῃ, προδηλωτικὸς ἀγαθῶν καὶ δοτὴρ ὑπαρχόντων γένηται· εἰ δὲ φθοροποιός, ἀποβολῆς ὑπαρχόντων καὶ φθίσεως σώματος αἴτιος γενήσεται.
ιη΄. Περὶ ὑψώματος Ἡλίου καὶ Σελήνης πρὸς πρὸς εὐδαιμονίαν.
μάλιστα ἢ καὶ κατὰ τοῦ τοῦ κλήρου κέντρου, βασιλικὸν σχῆμα προδηλοῖ, τῶν λοιπῶν ἀστέρων καὶ αἱρέσεων τὴν ὑπόστασιν τῆς γενέσεως μεγάλην ἀποδεικνυόντων. ἄλλως δὲ τῆς γενέσεως ἐνδόξου οὔσης καὶ τοῦ ὑψώματος ἢ τοῦ οἰκοδεσπότου καλῶς πεπτωκότος ἀπὸ ἡγεμονίας ἢ ἀρχῆς πολιτικῆς ἢ βασιλικῆς
ἢ καὶ ἑτέρας τινὸς ἐνδόξου πίστεως ὁ γεννώμενος ὑψωθήσεται. ἐὰν δὲ τῆς ὑποστάσεως μετρίας οὔσης ὁ κύριος τοῦ ὑψώματος ὁ τόπος καλῶς τύχῃ, κατʼ ἐκεῖνο μέρος εὐημερήσει ὁ γεννώμενος, ᾧ τετύχηκε πράσσων ἤτοι τέχνην ἢ ἐπιστήμην ἢ ἐπιτήδευμα. καὶ αὐτὸς δὲ ὁ οἰκοδεσπότης καὶ ζῴδιον εἶδος τῆς
εὐτυχίας προδηλώσει ἐκ τῆς ἰδίας φύσεως ἢ οὖ ἔπεστι ζῳδίου· πολλάκις γάρ τινες τοῖς πρότερον χρόνοις ἄλλα πράξαντες κακοπαθήσαντες καὶ παραπεσόντες ὑστέρου διʼ ἑτέρων εὐτύχησαν πραγμάτων.
ιθ΄. Περὶ κλήρου τύχης καὶ δαίμονος πρὸς εὐδαιμονίαν καὶ ἀποτροπὴν πράξεων.
γὰρ τὰ περὶ σῶμα καὶ τὰς διὰ χειρῶν τέχνας δηλοῖ, ὁ δὲ δαίμων καὶ ὁ κύριος τὰ περὶ ψυχὴν καὶ διάνοιαν καὶ τὰς διὰ λόγων καὶ δόσεων καὶ λήψεων πράξεις. προσβλέπειν οὖν δεήσει τοὺς τόπους καὶ τοὺς τούτων οἰκοδεσπότας, ποίοις ζῳδίοις εἰσί, καὶ τάς τούτων φύσεις συναρμόζειν εἰς τὸν περὶ πράξεως καὶ
τύχης λόγον καὶ εἰς εἷδος τῆς πράξεως. λαμπραὶ μὲν οὖν καὶ ἐπίδοξοι καὶ πρακτικαὶ νοηθήσονται γενέσεις ἐκ τε Ἡλίου καὶ Σελήνης τῶν ἀγαθοποιῶν ἐπόντων ἢ προσνευόντων τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις, μέτριαι δὲ καὶ ἄδοξοι καὶ καθαιρετικαὶ καὶ ἐναντίαι αἱ γινόμεναι ἐκ τε Κρόνου καὶ Ἄρεος. βέλτιον μὲν οὖν
καὶ τὸν κύριον τοῦ δαίμονος εὑρεῖν ἐπὶ τοῦ κλήρου τῆς τύχης ἤ τοῦ τούτου δεκάτου ἵνα μεσουρανῇ τῳ κλήρῳ ὅτι ἰδιοτοπεῖν καὶ ἐπίκεντρον ὡς ὅμοια καὶ ἴσα ἀντιδιέστειλε νῦν, καὶ ἐκ τοῦ ἐναντίου μὴ ἰδιοτοπεῖν καὶ ἀποκεκλιμένον ὡς ἴσα παρέθετο καὶ τὴν τῶν κακοποιῶν δὲ μαρτυρίαν ἢ ἀποστροφὴν ὡσαύτως ὡς
εἶναι καὶ σχέσεις. ἢ καὶ η΄ ὅπερ ἐστὶ μεσουράνημα καὶ οὕτως γὰρ λαμπραὶ καὶ ἐπίσημοι γενέσεις γίνονται. ἐὰν δὲ ἰδιοτοπῇ ἢ καὶ ἐπίκεντρος ἄλλως τύχῃ, πρακτικαὶ καὶ ἔνδοξοι κατὰ ποσὸν γενήσονται. ἐὰν δέ πως ἀπόστροφος τύχη ἰδίου τόπου ἢ καὶ ἄλλως ἀποκεκλικώς ὑπὸ κακοποιῶν μαρτυρούμενος, φυγάδας σημαίνει
καὶ ἐπὶ ξένης ἀσχημονοῦντας. καὶ ἐὰν μὲν ἀγαθοποιῷ ἢ ὑπὸ ἀγαθῶν μαρτυρηθῇ, ἐπὶ ξένης τὸν πολύν χρόνον διανύσουσι, ποικίλως καὶ ἀνωμάλως τὸν βίον διάγοντες· ἐὰν 27 δὲ κακοποιῷ, καὶ αἰτίας καὶ συνοχῆς πεῖραν λαβόντες ἐνδεεῖς καὶ κακόβιοι γενήσονται. ὁμοίως καὶ ἐὰν ἐναντιωθῇ τῳ τόπῳ, ἐπὶ ξένης ἀναστρεφομένους καὶ ταραχαῖς γινομένους προδηλοῖ, πολλάκις δὲ οἱ τοιοῦτοι ὑπὸ μὲν ἰδίων οὐ κληρονομοῦνται, ὑπὸ δὲ ἀλλοτρίων κληρονομοῦνται.
κ΄. Περὶ τοῦ ια΄ τόπου τῆς τύχης πρὸς εὐδαιμονίαν.
τε καὶ βασιλέων δωρεάς καὶ εὐπροαιρέτους ἐξοδιασμούς εἰς ὄχλους καὶ πολλῶν εὐεργέτας καθιστῶσι. Σελήνη δὲ καὶ Ἑρμῆς αὐξομείωσιν τοῦ βίου καὶ ἀνωμαλίαν καὶ ὁτὲ μὲν ἑτέροις παρεκτικούς καὶ εὐμεταδότους, ὁτὲ δὲ ἐνδεεῖς ἢ δανείοις περιτρεπομένους διὰ τὴν μὲν Σελήνην αὐξομείωσιν τοῦ φωτὸς ἔχειν, τὸν
δὲ Ἑρμῆν ἐπίκοινον εἶναι ἀγαθῶν τε καὶ κακῶν. Ἄρης τὰ μὲν διδόμενα ἢ ἐπικτώμενα ἀφαιρεῖται ἀποτελῶν μειώσεις ἁρπαγὰς ἐμπρησμούς κρίσεις, εἰς δημόσια εἰς βασιλικὰ πράγματα ἀναλίσκοντας ἢ αὐτεξουσίους γινομένους καὶ καταιτιωμένους, ἐκτὸς εἰ μὴ στρατιωτικὴ ἢ ἔνδοξος ἡ γένεσις τύχῃ· οὕτω γάρ ἐκ τῆς τοιαύτης
ἀφορμῆς καὶ βιαίων ἢ ἐπικινδύνων πραγμάτων καὶ κλοπῆς περιποιήσει γενήσονται, ἐάνπερ οἰκείως ὁ ἀστὴρ τύχῃ· πλὴν καὶ οὕτως ἐπιφόβωε ἀνύσει καὶ μείωσιν ὑποίσει. Κρόνος δὲ ἔτι ἐπιτόπως σχηματισθεὶς θεμελίων κτημάτων κυρίους καθίστησιν, ἀτόπως δὲ ἢ παῤ αἵρεσιν ἐκπτώσεις ἀφαιρέσεις ναυάγια ἐνδείας
χρεωστίας ἀποτελεῖ.
Ἑρμῆς Ἀφροδίτη Ζεὺς Σελήνη ὑπὸ νεκρικῶν ὠφελουμένους καὶ ἐκ ναυκληριῶν καὶ ξενιτειῶν ἢ καθύγρων πραγμάτων περικτωμένους.
τὴν πρὸς ἑκάτερον ἀποφαίνεσθαι. οὐ μόνον δὲ οἱ ἀστέρες ⟨οἱ〉 ἐπόντες τῷ περιποιητικῷ τόπῳ τὰ προκείμενα δηλώσουσιν, ἀλλὰ ταὶ αὐτὸ ζῴδιον ἐνεργήσει πρός τε τὴν τοῦ ἀστέρος καὶ τὴν ἰδίαν φύσιν.
κα΄. Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα.
τρίγωνος Ἀρεῖ, τὸν δὲ τοῦ Ἄρεος εὔρομεν ἐπαναφερόμενον ἰδίῳ οἴκῳ καὶ τριγὼνῳ καὶ αἱρέσει ἰδίᾳ· εἶτα τὴν ἐπίκοινον τούτῳ Ἀφροδίτην ὡροσκοποῦσαν ἰδίῳ οἴκῳ, τρίτην Σελήνην μεσουρανοῦσαν ἰδίῳ οἴκῳ. πρόδηλον οὖν, ὅτι ἔνδοξος ἡ γένεσις, ἐπιτόπως ἐσχηματισμένων τῶν οἰκοδεσποτῶν. ζητήσας δὲ καὶ τὸν κλῆρον εὑρον
Ὑδροχόῳ τούτῳ ἔπεστι Κρόνος ὁ κύριος ἀγαθοτυχῶν ἰδίῳ οἴκῳ καὶ τριγώνῳ. ὁμοίως καὶ ια΄ τοῦ κλήρου τῆς τύχης τουτέστι περιποιητικὸν ζῴδιον Ζεὺς ἔχει. ἔλαβον δὲ καὶ ὕψωμα τῆς γενέσεως, ὃ ἀπὸ Σελήνης ἐπὶ Γαῦρον γίνεται ια΄ καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου Ζυγοῦ· κατέληξεν Λέοντι τῳ ἀγαθῷ δαίμονι·
τούτου κύριος ὁ Ἥλιος, ὃς εὑρέθη μεσουρανῶν τῳ κλήρῳ τῆς τύχης, ἐποίησε λαμπροτέραν καὶ ἐνδοξοτέραν τὴν γένεσιν.
γέγονεν ἡγεμονικὴ καὶ στρατηγική. ἡμερινῆς γάρ οὔσης τῆς γενέσεως εὖρον τὸν Ἥλιον τριγώνῳ τῆς Σελήνης, τὴν δὲ Σελήνην καὶ τοὺς αὐτῆς ἐπικοίνους Ἀφροδίτην καὶ Ἄρεα ἐπικέντρους, τὸν δὲ 29 κλῆρον τῆς τύχης καὶ ὕψωμα Διδύμοις ἀποκλίσει (ἔνθεν ἦν καὶ τὰ πρῶτα μέτρια), τὸν δὲ κύριον ἀγαθοδαιμονοῦντα.
τύχην κατήντησεν. ἡμερινῆς γὰρ οὔσης τῆς γενέσεως εὕρομεν τὸν Ἥλιον τριγώνῳ τοῦ Κρόνου, τὸν δὲ Κρόνον τῳ ἀποκλίματι, ὅθεν τὰ μὲν πρῶτα μέτρια, τὸν δὲ τούτου ἐπίκοινον Ἑρμῆν ἐπίκεντρον. εὕρομεν δὲ καὶ τὸν κλῆρον τῆς τύχης Ταύρῳ καὶ ὕψωμα Ζυγῷ καὶ τὴν κυρίαν μεσουρανοῦσαν μὲν τῷ κλήρῳ, ἐπίκεντρον
δʼ ἄλλως.
καὶ ταπεινή, τῆς δὲ Σελήνης ἐπικέντρου εὑρεθείσης ὕστερον γέγονεν στρατιωτικαῖς καὶ προκοπτικαῖς τάξεσιν. ὁμοίως δὲ καὶ ὁ κλῆρος τῆς τύχης εὑρέθη Ταύρῳ, δὲ ὕψωμα Καρκίνῳ τούτου κυρία Σελήνη εὑρέθη μεσουρανοῦσα τῳ κλήρῳ, ὅθεν καὶ εἰς μεγίστην τύχην καὶ ἡγεμονικὴν κατῆλθεν. δὲ τῷ περιποιητικῷ
τόπῳ εὑρέθη Ἄρης ὕπαρξιν ἁρπαγῆς καὶ νοσφισμῶν καὶ βίας, ἃ μετὰ θάνατον αὐτοῦ κακῶς διηρπάχθη.
Ἄρεα ἀποκεκλικότα καὶ τὸν κλῆρον καὶ τὸν κύριον, ὅθεν τὰ μὲν πρῶτα ταπεινῶς καὶ ἐνδεῶς διήγαγεν αἰχμαλωσίας τε καὶ ὑπηρεσίας πεῖραν ἔλαβεν καὶ πολλοῖς κινδύνοις περιετράπη. τῶν δὲ συναιρετιστῶν χρηματιστικοῖς τόποις τετευχότων φιλίαις καὶ συστάσεσι γενόμενος βασιλικάς πίστεις ἀνεδέξατο. εἶθ᾿ οὕτως
τοῦ ὑψώματος Λέοντι εὑρεθέντος καὶ τοῦ κυρίου Ἡλίου μεσουρανήσαντος τῳ κλήρῳ ἡγεμονίας καὶ τάξεως ἐξουσιαστικῆς κατηξιώθη.
ἀρχιερωσύνης μετέσχεν. ἐπὶ τῆς ἀναφορᾶς γὰρ εὑρέθησαν οἱ κύριοι τοῦ τριγώνου, ὁ δὲ τρίτος κύριος τοῦ τριγώνου καὶ ὁ κύριος τοῦ κλήρου μεσουρανῶν ὁμοίως δὲ καὶ ὁ κύριος τοῦ ὑψώματος κατὰ τὸν κλῆρον μεσουρανῶν καὶ ὁ κύριος τοῦ δαίμονος Ἄλλη. Ἥλιος Ἑρμῆς Καρκίνῳ. Σελήνη Ταύρῳ, Κρόνος Ἰχθύσι.
Ζεὺς Ἄρης Λέοντι, Ἀφροδίτη Παρθένῳ, ὡροσκόπος Ζυγῷ. καὶ αὕτη ἡ γένεσις λαμπρὰ καὶ ἐπίσημος γέγονεν ἐπιστεύθη βασιλείας γὰρ καὶ ἀρχιερωσύνης κατηξιώθη. εὑρέθη γὰρ ὁ κύριος τοῦ τριγώνου σὺν τῳ κυρίῳ τοῦ δαίμονος ἀγαθοδαιμονῶν καὶ μετὰ τοῦ κλήρου τῆς τύχης καὶ Ἥλιος ὁ κληρωσάμενος τὴν τύχην
μεσουρανῶν, ἡ δὲ τοῦ ὑψώματος κυρία Σελήνη κατὰ τὸν κλῆρον μεσουρανόῦσα, ἡ δὲ περιποίησις ἀνώμαλος καὶ ἄστατος, ὁτὲ μὲν ὑπερπλεονάσασα ὁτὲ δὲ ἐνδεής· ἐμαρτύρει γὰρ τῷ τόπῳ Κρόνος καὶ Ἀφροδίτη.
Σελήνη Κριῷ, Ἑρμῆς Τοξότῃ, ὡροσκόπος Λέοντι. ὁ κύριος τοῦ ὑψώματος Ἑρμῆς Τοξότῃ εὑρέθη μεσουρανῶν τῷ κλήρῳ καὶ ὕψωσε τὴν γένεσιν περὶ τὸν βίον. ὁμοίως δὲ καὶ οἱ κύριοι τοῦ τριγώνου καὶ τοῦ κλήρου ὑπόγειοι εὑρεθέντες ἐποίησαν θησαυροφύλακα, ἀφιλόδοξον δὲ καὶ ἀπάροχον.
τοὺς γονεῖς οὔσης. εἶθ᾿ οὕτως ὑστέρου κληρονομίας τυχών καὶ ἐτ προσκόπων ἀφορμῶν ἐπαυξηθεὶς τῳ βίῳ φιλόδοξος καὶ ἀρχικὸς καὶ δωρηματικὸς ἐγένετο καὶ ὄχλῳ ἀρεστὸς καὶ βασιλέων 31 καὶ ἡγεμόνων φίλος καὶ ναοὺς καὶ ἔργα κατεσκεύασεν καὶ αἰωνίου μνήμης ἔτυχεν. εὑρέθη γὰρ ὁ κλῆρος τῆς τύχης καὶ τοῦ ὑψώματος Ἰχθύσι καὶ ὁ τούτου κύριος Ζεύς μεσουρανῶν.
ἔτι νηπία οὖσα ἡ γένεσις ἐκληρονόμησε πλείστην ὕπαρξιν· εὑρέθη γὰρ ὁ περιποιητικὸς τόπος Ἰχθύσι Διὸς ἰδιοτοποῦντος, ἡ δὲ τοῦ τριγώνου ἐπίκοινος Ἀφροδίτη καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος κυρία μοιρικὸς ὡροσκόπος.
Καρκίνῳ, Ἄρης Παρθένῳ, Ἀφροδίτη Ὑδροχόῳ. ὡροσκόπος Ζυγῷ. οἱ κύριοι τοῦ τριγώνου ἐπίκεντροι μὲν εὑρέθησαν, ἀλλὰ ἐναντιούμενοι· ὅθεν ἀρχαῖς καλῶς ἀχθεῖσα ἡ γένεσις καὶ εὐπορήσασα ὑστέρου ἔκπτωτος καὶ ἐνδεὴς εὑρέθη προφάσει ἐμπρησμοῦ καὶ ἁρπαγῆς· καὶ γὰρ ὁ κύριος τοῦ κλήρου Ἄρης τῳ περιποιητικῷ
εὑρέθη ἀποκεκλικώς καὶ ὑπὸ Κρόνου μαρτυρούμενος.
ὑστέρου δὲ καθαιρεθεὶς τῳ βίῳ ἀλήτης γέγονεν· ἠναντιώθη γὰρ τῇ περιποιήσει Ἄρης καὶ Ἑρμῆς, καὶ οἱ κύριοι τοῦ κλήρου καὶ τοῦ περιποιητικοῦ ἀποκεκλίκασι.
ὁ τοιοῦτος δοῦλος γεννηθεὶς καὶ εἰς γένος εἰσελθὸν πολιτικὰς ἀρχάς ἀνεδέξατο καὶ ἐφιλοδόξησεν εὑρέθησαν γὰρ οἱ κύριοι τοῦ Ἡλίου τοῦ τριγώνου καὶ τοῦ κλήρου καὶ τοῦ ὑψώματος οἰκείως κείμενοι καὶ ὑπὸ Διὸς μαρτυρούμενοι, Ἄρης δὲ καὶ Κρόνος καὶ Ἑρμῆς παρέπεσον· διὸ καὶ ἐμείωσαν τὸν βίον καὶ ὑπόχρεων
ἐποίησαν.
κβ΄. Περὶ ἐνδόξων καῖ ἐπισήμων γενέσεων· δὲ αὐτὸ καὶ περὶ ἀδόξων καὶ ἐκπιπτόντων.
ὑπὸ τῶν πλείστων ἀνατολικῶν μηδενὸς τῶν κακοποιῶν ἐναντιουμένου, εὐτυχεῖς καὶ ἐνδόξους, ἡγεμονικάς καὶ βασιλικάς τὰς γενέσεις ποιοῦσιν ὁμοίως δὲ καὶ ἐὰν οἱ κύριοι τούτων ὡροσκοποῦντες ἤ ἐπίκεντροι τύχωσιν. ἐὰν συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ οἱ τούτων κύριοι τύχωσιν ὡροσκοποῦντες ἡ μεσουρανοῦντες,
ἔσονται εὐτυχεῖς οἱ γεννώμενοι. ἐὰν δὲ τῳ ὑπὸ γῆν εὑρεθῇ ὁ Ἥλιος ἢ ἡ Σελήνη ἢ οἱ πλεῖστοι τῶν ἀστέρων, γίνονται μὲν ἐπίσημοι καὶ πλούσιοι, κακῶς δὲ τὸν βίον καταστρέφουσιν ἢ φθόνοις καὶ αἰτίαις καὶ περιβοησίαις περιτρέπονται.
διὰ πολλῶν καὶ δεδοκιμασμένων αἱρέσεων ἐπιδιασαφήσομεν. ἕκαστον γὰρ εἶδος σχηματογραφίας ἰδίως ἐστὶ δυναστικόν, συγκρινόμενον δὲ ἕτερον πρὸς ἕτερον ἢ ὠφεληθὲν ὕψωσε τὴν δόξαν ἢ κακωθὲν προσεπικατέστρεψεν. ὅθεν οὐχ ὡς ἀναλύοντες τὰς προτέρας δυνάμεις, ἐπιβεβαιοῦντες δὲ ὑποτάξομεν. καθάπερ οὖν
ἐπὶ τοῦ κλήρου προείπομεν, πραγματεύεσθαι δεήσει καὶ τὸν κλῆρον τοῦ δαίμονος, ὃς εὑρίσκεται ἡμέρας μὲν ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, νυκτὸς δὲ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀφ᾿ ὡροσκόπου, καὶ τὸν τούτου κύριον καὶ τόπον συνορᾶν ὅπως ἔτυχεν· ὁμοίως δὲ καὶ τὸν κλῆρον τῆς βάσεως, ὃς εὑρίσκεται ἀπὸ τύχης
ἐπὶ δαίμονα καὶ ἀπὸ δαίμονος ἐπὶ τύχην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· 33 τὸν μέντοι ἑβδομαδικὸν ἀριθμὸν οὐχ ὑπερθήσει ἐπί τε τῶν νυκτῶν καὶ ἡμερῶν, ἀλλὰ ἀπὸ τοῦ ἐγγίονος κλήρου ἐπὶ τὸν ἕτερον κλῆρον δεῖ λαμβάνειν καὶ συγκρίνειν τόν τε τόπον καὶ τὸν οἰκοδεσπότην.
κλήρου τῆς τύχης γένηται τῳ τῆς βάσεως τόπῳ, ὁ δὲ τῆς βάσεως τῳ τοῦ δαίμονος, ὁ δὲ τοῦ δαίμονος τῷ τῆς τύχης τόπῳ, ὁ τοιοῦτος εὐτυχὴς βασιλικὸς ἐπίσημος. ἐὰν δὲ τῷ τοῦ δαίμονος τόπῳ ὁ τῆς βάσεως κύριος γένηται συμπαρόντος καὶ τοῦ κυρίου τοῦ δαίμονος, εὐτυχὴς μεγαλόφρων. ἐὰν δὲ οἱ κύριοι
τοῦ τε δαίμονος καὶ τῆς τύχης καὶ τῆς βάσεως ἰδιοτοπῶσι, καὶ οὕτως εὐτυχὴς γεννώμενος. ἐὰν δὲ ὁ δαίμων εὑρεθῇ μεθʼ Ἡλίου καὶ ὁ τούτου κύριος ἀνατολικός, ὁ τοιοῦτος ἔσται εὐτυχής· ὁμοίως κἀν Ἀφροδίτη κυριεύσῃ τύχης ἢ δαίμονος ἢ βάσεως καὶ εὑρεθῇ ἀνατολὴν ἔχουσα καὶ ἰδιοτοποῦσα, ὁ τοιοῦτος εὐτυχής. ἐὰν ὁ
κύριος τῇ βάσει ἐπῇ καὶ τούτῳ συμπαρῇ Σελήνη, ὁ τοιοῦτος εὐτυχὴς ἔσται καὶ ἐπίσημος. ἐὰν δὲ ὁ κύριος τῷ δαίμονι ἐπῇ καὶ τούτῳ συμπαρῇ Ἥλιος, εὐτυχὴς ἐπίσημος τυραννικός.
δὲ ὁ τοῦ Ἑρμοῦ δαίμονι γενόμενος ἀνατολικὸς εὑρεθῇ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενος τόποις τῆς Σελήνης, ὁ τοιοῦτος εὐτυχήσει ἀπὸ γραμμάτων καὶ παιδείας πολύφιλος πολύγνωστος ὑπάρχων τιμῶν τε καὶ δωρεῶν καὶ δόξης καταξιωθήσεται καὶ ὑπὸ πολλῶν μακαρισθήσεται. ἐὰν δὲ Ζεὺς τοῦ δαίμονος κυριεύσῃ
καθυπερτερηθεὶς ὑπὸ Ἄρεος, ὁ τοιοῦτος οὐκ ἔσται μὲν ἀτυχής, πρακτικὸς δὲ καὶ ἔνδοξος ἐναντιώμασι δὲ περιτραπεὶς καθαιρεθήσεται ἢ ἀπαγωγῆς ἢ φυγαδείας πεῖραν λήψεται. ἐὰν δὲ ὁ κύριος τῳ δαίμονι συμπαρῇ ἀνατολικὸς σὺν τῇ Σελήνη, εὐτυχὴς ὁ τοιοῦτος καὶ πλούσιος καὶ μεταδοτικός. ἐὰν ὁ Ἥλιος ἐπῇ τῷ
δαίμονι τῆς οἰκείας αἱρέσεως ὑπάρχων τοῦ οἰκοδεσπότου ἰδιοτοποῦντος, ἔνδοξος εὐσχήμων πολύφιλος· ἐὰν δὲ ἀλλοτρίας, ὑστέρου εὐτυχήσει μετά τοὺς τοῦ ἀντιδίκου χρόνους.
καὶ τοῦ οἰκοδεσπότου, μεγάλη ἡ γένεσις καὶ εὐτυχής. ὅσοι δὲ ἔχουσι τὸν κύριον τῆς τε τύχης καὶ τοῦ δαίμονος ἀνατολικοὺς καὶ ἰδιοτοποῦντας καὶ ὑπὸ Ἡλίου καὶ Σελήνης μαρτυρουμένους, ἔνδοξοι καὶ ἐπίσημοι γενήσονται καὶ ἐγγύς βασιλέων ἢ ἱερῶν ἀναστρεφόμενοι καὶ δωρεῶν καὶ δόξης καταξιούμενοι. ἐὰν
δὲ Ἀφροδίτη κυριεύσασα τοῦ κλήρου ἢ τοῦ δαίμονος σὺν τῷ Ἡλίῳ καὶ Σελήνη εὑρεθῇ καὶ τούτων κυριεύσας τις τῶν λοιπῶν ἀστέρων μὴ ἰδιοτοπῇ ἀλλὰ παραπέσῃ, σκληροτυχὴς ὁ τοιοῦτος καὶ δυσεπίτευκτος ἐν τοῖς ἐγχειρουμένοις. ἐὰν δὲ τινες αὐτῶν ἰδιοτοπήσωσι, μετὰ μεγάλων ἀνδρῶν ἀναστρέφουσιν ἢ βασιλικαῖς
αὐλαῖς πίστεις ἀναδέξονται, εἰς δὲ τὸν περὶ γυναικὸς τόπον ἐπίλυποι καθίστανται ἢ ἄτεκνοι. ἐὰν ὁ κύριος τῆς τύχης ἡ τῆς περιποιήσεως μὴ τύχωσιν ἰδίοις οἴκοις ἢ ὑψώμασι ἢ τριγώνοις ἢ μοίραις ὄντες ἐπίκεντροι ἡ προσθετικοί, καθαιροῦσι τὰς γενέσεις· μάλιστα μὲν οὖν τυχόντες κακοποιοὶ μαρτυροῦντες τοῖς
τόποις ἢ ἐναντιούμενοι· ἐὰν δὲ ἀγαθοποιοὶ τύχωσιν ἐπίκεντροι ἀνατολικοὶ καὶ προσθετικοί, λαμπρούς καὶ ἐπιδόξους ποιοῦσι τοὺς γεννωμένους· ἐὰν δὲ ἐπὶ τῶν ἐπαναφορῶν, ἀφ᾿ ἑαυτῶν ἀνάγονται.
μειοῦσι τὰς ὑπάρξεις. ἐὰν δὲ ἡ τύχη παραπέσῃ καὶ κεκακωμένη ᾖ, ἡ δὲ περιποίησις καλῶς πέσῃ, ἀπὸ νέας ἡλικίας κρείττονες γίνονται. ἐὰν ὁ τῆς τύχης κύριος ἢ ὁ τῆς περιποιήσεως ἐπὶ τῶν κάτω κέντρων ἢ ἐπαναφορῶν τύχῃ, προβάσει τῆς ἡλικίας τὰς εὐπορίας καὶ τὰς δόξας περιτίθησιν. οἱ κακοποιοὶ ἐπὶ τῆς περιποιήσεως
ἐφεστῶτες ἢ ἐναντιούμενοι τοῦ τόπου ἀκέντρου ὄντος ἀλλότριοι τῆς γενέσεως καὶ ζῳδίων καὶ μοίρας ἀλλοτρίας, φθορὰς τῶν ὑπαρχόντων ποιοῦσι, καὶ ἐὰν ὁ κλῆρος τῆς τύχης καλῶς πέση καὶ ὁ κύριος αὐτοῦ.
ἐὰν μή ἔχωσιν ἀγαθοποιούς ἐπικειμένους. ὁ τῆς περιποιήσεως κύριος ἐναντιούμενος τῷ περιποιήματι κενοῖ τὰς ὑπάρξεις· ἐὰν οὖν κακοποιὸς τύχῃ, ἔτι χεῖρον. οἱ δὲ ἀγαθοποιοὶ ἀφαιροῦντες τὶ αὐτὰ ἀπεργάζονται, ἐπὶ τούτοις δὲ καὶ ἐκπτώσεις ποιοῦσιν, ἐὰν τῶν οἰκοδεσποτῶν ἡ περιποίησις ἐναντία πέσῃ μάλιστα
ὄντων κακοποιῶν καὶ μηδὲ τῆς αἱρέσεως ὄντων, ἐγγὺς ἐκπτώσεως ἔρχονται. ἐὰν τῇ περιποιήσει Ἄρης ᾖ ἐφεστώς ἢ διάμετρος, εἰς ἡδονὰς καὶ μέθας ἀναλίσκουσι τὰ περικτηθέντα. ὁμοίως καὶ ἐὰν ὁ κύριος τῆς περιποιήσεως ἐναντίος αὐτῷ γένηται, τῷ βίῳ πολυδαπάνους· ὁμοίως καὶ ἐὰν ᾖ αὐτὸς δ κύριος τῆς
περὶποιήσεως ἀφαιρῶν τῳ ἀριθμῷ ἢ ἄκεντρος ὢν ἢ μοίρας ἀλλοτρίας ἢ οἶκον ἔχων.
κγ΄. Περὶ κλήρου δάνους.
ὄντων ἢ καθυπερτερούντων, καταχρέους ποιεῖ τὰς γενέσεις. ἀριθμεῖται δὲ ὁ κλῆρος ὁ περὶ δάνους ἀπὸ Ἑρμοῦ ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ἐκ τῶν οὖν ἐμπεπτωκότων κλήρων ἢ τῶν ἐφεστώτων ἀστέρων τῇ περιποιήσει διαμετρούντων ἢ τετραγώνων πρὸς τὸν κλῆρον αὐτὸν ὁ τρόπος τῆς ὑπάρξεως τοῦ γεννωμένου
πρόδηλος· ὁμοίως καὶ ἀπὸ τῶν τῇ τύχῃ ἢ δαίμονι ἐφεστώτων ἀστέρων ἢ τῶν κλήρων τῶν συνεμπιπτόντων αὐτοῖς καὶ τῶν κλήρων καὶ τῶν κυρίων αὐτῶν. μάλιστα δὲ ὁρώντων τὸν περὶ ἐνέδρας κλῆρον καὶ τὸν περὶ κλοπῆς, εἰ πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν δαίμονα ἢ τὸν βίον λόγον τινὰ ἔχουσιν ἢ πρὸς
τοὺς κυρίους τούτων τῶν κλήρων· δυνατὸν δὲ μὴ ἔχειν οὐκ ἐξ ὑγιοῦς τὰς κτήσεις ποιοῦσιν. ἐὰν γὰρ μὴ ἔχωσι λόγον οἱ προκείμενοι 36 τόποι πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν βίον ἡ τὸν δαίμονα, καθαιρεῖ τὰ τοῦ βίου τοῦ γεννωμένου ἢ τὰ τῆς ὑπάρξεως. εἰ δὲ λόγον τινὰ ἔχουσι πρὸς αὑτούς, ἀπὸ πανουργίας καὶ ἐνέδρας καὶ ἐπιβουλῆς τινος καὶ βίας καὶ κλοπῆς καὶ ἐπιθέσεως
εὑρήσεις τὰ τῆς ὑπάρξεως ὄντα.
κδ΄. Κλῆρος κλοπῆς.
κε΄. Κλῆρος ἐνέδρας.
ὠφελείας ἕξουσι τοὺς βίους. καὶ ἐὰν οἱ κύριοι πάντων τῶν προμειμένων ὁμοῦ πέσωσι, ταὐτὰ ποιοῦσι. καὶ ἐὰν ὁ κύριος τῆς ἐνέδρας ἢ τῆς κλοπῆς ἐπών ἢ τῷ κλήρῳ τῆς τύχης ἢ δαίμονος ἢ περιποιήσεως, εὑρίσκεται ἐκ τούτων τὰ τοῦ βίου. ἐὰν δὲ ἀγαθοποιοὶ τοῖς τόποις μαρτυρῶσι καὶ μάλιστα ἰδιοτοποῦντες ἢ τῆς
αἱρέσεως ὄντες, εὐπροαίρετοι καθίστανται· ἐὰν δὲ κακοποιοὶ διάμετροι ἢ τετράγωνοι μαρτυρῶσι, συννοητέος ὁ τρόπος.
ὑπὸ Διός, μάλιστα τῶν φώτων ἀποκεκλικότων ἢ τῆς Σελήνης κεκακωμένης, καθαιρέσει τὰ τῆς δόξης καὶ τὰ τῆς ἐπιφανείας γενήσεται. ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἐναντιούμενος τῷ ὑψώματι ἢ τῷ κυρίῳ τοῦ ὑψώματος ἐπισφαλεῖς τὰς δόξας ταὶ τὰς ἐπιφανείας ποιεῖ. ὁμοίως καὶ ὁ τοῦ δαίμονος καὶ οἱ
κλῆροι πρὸς ἑαυτοὺς ἀηδεῖς καὶ καθαιρετικοὶ δόξης τυγχάνουσι. 37 καὶ ἐὰν τοῦ κλήρου τοῦ ὑψώματος ὁ τόπος καὶ ὁ περὶ ἐπιτιμίας ἐναντίοι πέσωσι καὶ ὑπὸ κακοποιῶν ὁρῶνται ἢ οἱ κύριοι αὐτῶν ἢ οἱ κλῆροι, ἑαυτοὺς κακοῦσι καὶ ἀτιμίαις καὶ καθαιρέσεσιν ἢ ὕβρεσί τισι γενήσονται οἱ γεννώμενοι. καὶ ἐὰν ὁ κύριος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ δαίμονος ἢ τοῦ ὑψώματος τῳ περὶ ἐπιτιμίας
ἐναντίος πέση ἢ τῳ κλήρῳ ἢ τῳ κυρίῳ αὐτοῦ ἢ καθυπερτερούμενος ὑπὸ κακοποιῶν μαρτυρούμενος, καθαιρέσει καὶ ὕβρει γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ ἐπὰν τῷ κλήρῳ μάλιστα τῷ περὶ ἐπιτιμίας κακοποιὸς μαρτυρήσῃ, καθαιρέσεις βίων καὶ ἀξιῶν ἐποίσει τῷ γεννωμένῳ, καὶ μάλιστα ἐπίκεντρος ὤν· ἔκδηλα γὰρ
οὕτως καὶ ἐκφανῆ τὰ κακὰ γίνεται τοῖς γεννωμένοις.
τῳ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐπὶ τῆς πρώτης ἡλικίας προκόψαντες καὶ τιμηθέντες ὑπὸ πολλῶν, μάλιστα ἀγαθοποιοῦ ἐπιθεωροῦντος, ὕστερον καθαιρεθήσονται. ἐὰν δὲ ἐναλλὰξ γένηται, τῇ πρώτη ἡλικίᾳ δυστυχήσαντες ὕστερον ἐπιφανεῖς ἔσονται. ἐὰν δὲ ὁλοτελῶς κακωθῶσιν οἱ τόποι, ἀπὸ νεότητος δυστυχίαν
σημαίνουσι τῷ γεννωμένῳ, ὥσπερ καὶ ἀγαθοποιῶν μαρτυρούντων τοῖς τόποις ἀγαθῶν πρόδηλα γενήσεται κατὰ τὰς τῶν ζῳδίων καὶ ἀστέρων τοποθεσίας. ἐὰν πάλιν τύχῃ ὁ δαίμων τῷ ὑψώματι ἐναντιούμενος, καθαιρέσει τὰς γενέσεις ποιεῖ. ὅταν ἐπὶ γενέσεως οἱ πλεῖστοι τόποι κακωθῶσιν ἢ οἱ κύριοι αὐτῶν αἵ τε σύνοδοι
ἢ πανσέληνοι ἢ ὁ περὶ ἐπιτιμίας κλῆρος ἢ τὸν περὶ δίκης ἢ ἔχθρας ἢ ἀνάγκης κλῆρον ἔχωσι συνεμπίπτοντα ἢ διάμετρον ἢ τετράγωνον, μεγάλαις στάσεσι γίνονται καὶ εἰς ἐπιτιμίαν βλάπτονται. ἐὰν ὀλίγοι ὦσιν οἱ κακοποιοὶ ἢ ὁ περὶ ὑψώματος τόπος ἢ ὁ κύριος αὐτοῦ, ἀπρόκοποι καὶ ἀλαμπεῖς καὶ καταγνώσει
οἱ γεννώμενοι διατελοῦσι. τῷ περὶ ἀξιώματος τόπῳ κακοποιοὶ ἐναντιούμενοι ἢ καθυπερτεροῦντες καθαιρέσεις ἐπιφέρουσι ταῖς 38 γενέσεσιν. ἐὰν ὁ κύριος τοῦ ὑψώματος καὶ ὁ κύριος τοῦ ἀξιώματος ἐναντίοι πέσωσιν ἑαυτοῖς οἵ τε κλῆροι ἢ οἱ δεσπόται αὐτῶν, καταγνώσει γίνονται οἱ γεννώμενοι. ἐὰν Ζεὺς τῳ ὑψώματι εἴη ἐπικείμενος ἐπίκεντρος ἢ κύριος γένηται κέντρου, ἐπιφανεῖς
ἄνδρας ποιεῖ ἐὰν δὲ Ἄρεως τύχη ζῳδίῳ ἢ μοίρᾳ ἢ συνὼν ἰδίοις ζῳδίοις, ζωῆς καὶ θανάτου κυριεύσουσιν οἱ γεννώμενοι. ὅθεν οἱ προκείμενοι τόποι καὶ ἀστέρες χρηματιστικοῖς ζῳδίοις εὑρισκόμενοι λαμπράς ἡγεμονικὰς βασιλικάς γενέσεις ποιοῦσιν, ἐπὶ δὲ τῶν μέσων ζῳδίων εὐσχήμονας ἐπιδόξους ἀρχικούς
ἐπὶ δὲ τῶν ἀποκλιμάτων εὐπόρους πρακτικούς ὑπὸ ἑτέρων ἐξουσίας τεταγμένους, πίστεων καὶ τάξεων καταξιουμένους.
κϚ΄. Τῶν προκειμένων τόπων ὑποδείγματα.
τοιοῦτος εὐτυχής ἡγεμονικὸς τυραννικὸς βασιλικὴν τύχην κεκτημένος καὶ περιουσίᾳ μεγάλη κατασταθείς. τῷ αὐτῷ γάρ ἐξέπεσεν ὁ τε κλῆρος τῆς τύχης καὶ ὁ δαίμων καὶ ἡ βάσις· ἡ δὲ τούτων κυρία Ἀφροδίτη μεσουρανοῦσα Καρκίνῳ, ὁ δὲ τοῦ τριγώνου κύριος καὶ τοῦ ὑψώματος εὑρέθησαν ἀγαθοδαιμονοῦντες
τῇ περιποιήσει.
Ἄρης ἐκπαραπεσών καὶ ἀμαρτύρητος τῷ γ΄ τόπῳ ἐναντία καὶ 39 φυγαδείαν καὶ βιαιοθανασίαν ἐποίησεν· ἦν γὰρ καὶ τῆς συνόδου κύριος.
τῶν ἀγαθοποιῶν καὶ εὑρέθη ἐπικείμενος τῷ κλήρῳ τῆς τύχης σὺν τῷ οἰκοδεσπότῃ. ἐπεὶ δὲ οἱ συναιρετισταὶ τοῦ τριγώνου παρέπεσον καὶ ὁ κύριος τοῦ δαίμονος ἀπόστροφος, ἔκπτωτος ἐγένετο καὶ ἑκὼν μετέστη. ἠναντιώθη δὲ καὶ τῇ περιποιήσει Ἄρης καὶ ὁ τοῦ ὑψώματος κύριος οὐκ ἔσχε τόπον ἐπιτήδειον, ἀλλʼ ὑπὸ Κρόνου
καθυπερτερηθεὶς ἐκακώθη. ὅθεν, καθὼς προεῖπον, ἐὰν τὰ πλείονα σχήματα ἢ οἱ τούτων κύριοι ἐπιτόπως εὑρεθῶσι, καὶ δόξη καὶ βίου φαντασίᾳ γενήσονται· ἐὰν δὲ οἱ μὲν παραπέσωσιν οἱ δὲ οἰκείως εὑρεθῶσιν, ἀνεπίμονα τὰ τῆς δόξης καὶ τῆς τύχης γενήσεται.
κζ΄. Περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς τοῦ ἐκ τῶν κέντρων καὶ ἐπααναφορῶν.
ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνη ἢ τῷ ζῳδίῳ, ἐφ᾿ ᾧ οἱ κύριοι πάρεισι. πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῳ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ πανσελήνῳ τῳ τε ὑψώματι καὶ τῳ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν οἱ ἐπόντες πρώτῳ λόγῳ τῳ ὡροσκόπῳ, ἔπειτα οἱ τῳ μεσουρανήματι
ἢ τῳ δύνοντι ἢ τῳ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗτοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι, πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡροσκόπου 40 ἢ τοῦ μεσουρανήματος ἀπονενευκότες μεριοῦσιν εἶθʼ οὕτως οἱ τοῖς λοιποῖς ἀποκλίμασιν· οὐ μέντοι τελέας τὰς ἀναφορὰς ἢ τὰς περιόδους, ἀλλʼ ὅσον μέρος τοῦ ζῳδίου διακατέχειν δύνανται, πρὸς ἀναλογίαν τοσοῦτον καὶ τῆς περιόδου καὶ τῆς ἀναφορᾶς.
οἱ γὰρ ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν οἰκείως σχηματισθέντες τε καὶ ἀνατολικοὶ εὑρεθέντες, μάλιστα δὲ λόγον ἔχοντες πρὸς τὰ τῆς γενέσεως πράγματα ἅτινά ἐστιν, ἐπὰν τῶν προκειμένων τόπων δεσπόζωσι, καὶ τὴν τοῦ ζῳδίου ἀναφοράν καὶ τὴν ἰδίαν περίοδον μεριοῦσιν ἢ τὴν ἐφʼ ὧν πάρεισι ζῳδίων οἱ
κύριοι ἀναφορὰν καὶ περίοδον.
τῶν αὐτῶν πλειστάκις γράφωμεν· πρόκεινται γὰρ αὐτῶν αἱ φύσεις, ὑπομιμνήσκομεν δὲ καὶ πάλιν τοῖς μετὰ ταῦτα. πρότερον μὲν οὖν χρὴ τοῦ κυρίου τὴν ἐλαχίστην περίοδον μερίζειν καὶ τὴν τοῦ ἐπικειμένου, εἶθ’ οὕτως τὴν ἀναφορὰν τοῦ ζῳδίου ἢ τὴν ἐφʼ ᾧ ὁ κύριος ἔπεστιν· ἄλλως τε καθώς προείπαμεν σκοπεῖν τοὺς
οἰκοδεσποτοῦντας τοῦ τριγώνου. ἐάν μὲν γὰρ ἀμφότεροι καλῶς πέσωσιν, ἐπίδοξα καὶ ἐπωφελῆ τὰ τῶν χρόνων γενήσεται· ἐὰν δὲ ἀπὸ μέρους, ὁμοίως· ἐὰν δὲ παραπέσωσιν, ἀρχῆς μέχρι τέλους ἀνώμαλος ἡ γένεσις ἔσται ἢ λύπαις καὶ κινδύνοις περιτραπήσεται, ἐκτὸς εἰ μὴ ὁ κλῆρος τῆς τύχης ἢ ὁ τούτου κύριος οἰκείως σχηματισθεὶς
εὐπορίᾳ καὶ δόξῃ κατὰ τὴν ἰδίαν ὑπόστασιν καταστήσει τὴν γένεσιν. ἐὰν δὲ δύο ἢ πλείους ἀστέρες ἑνὶ ζῳδίῳ τύχωσιν, ἑκάστου μὲν ἡ περίοδος κατὰ μόνας συμπληρουμένη ἐνεργήσει, δὲ ἀποτέλεσμα ἡ δύο ἢ τριῶν ἀστέρων σύγκρασις δηλώσει· ὁμοίως δὲ καὶ ἡ ἀναφορά τοῦ ζῳδίου συμπληρωθεῖσα
τατὰ μόνας καὶ πάλιν σὺν τῇ περιόδῳ τοῦ ἐπικειμένου ἀστέρος ἢ τοῦ κυρίου ἐνεργήσει. ἐὰν δέ πως ἐκ τῶν ἀναφορῶν καὶ τῶν περιόδων οἱ τοιοῦτοι χρόνοι συντρέχωσιν ἢ ἀγαθοποιῶν ἢ κακοποιῶν ἀστέρων ἢ ζῳδίων, ἀμφότερα γενήσεται οὐ κατʼ ἐκεῖνον τὸν χρόνον τά τε φαῦλα καὶ τὰ ἀγαθά.
κη΄. Περὶ ἀποδημίας ἐκ τῶν Ἑρμίππου.
καὶ σκυλμοῖς ποιήσει τὴν γένεσιν. ὅ ἐστιν ἀληθές· περαιτέρω δὲ τούτων οὐδὲν ἄλλο εἰς τὸν περὶ ξένης τόπον ἔχουσιν. ὁ δὲ θαυμασιώτατος Ἄβραμος τοῖς βιβλίοις αὐτοῦ τούτου τοῦ τόπου δέδειχεν ἡμῖν ἀλληλόσοά τε καὶ αὑτὸς ἰδίᾳ ἄλλα ἐξευρών τε καὶ δοκιμάσας ἐπὶ τῶν ἀποδηματικῶν μάλιστα γενέσεων·
αἵτινες ἔχουσι θεωρήματα τάδε. τὰ φῶτα δύνοντα Ἄρης ἢ τὸν κλῆρον τῆς τύχης ὁρῶν εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος ἢ τὴν Σελήνην ἢ τοὺς πλείστους τῶν ἀστέρων εἰς ὑπόγειον ἡμισφαίριον ὴ εἰ ὁ τῆς τύχης κύριος εἰς τὸν περὶ ξένης κλῆρον τὸν τόπον εὑρίσκοιτο ἢ καὶ διάμετρος πρὸς αὐτοὺς ἢ καὶ αὐτὴ ἡ
τύχη πέση, ὅπου ὁ κλῆρος ὁ περὶ ἀποδημίας, καὶ τῷ κλήρῳ δὲ Ἄρης ἦ ἐπικείμενος ἢ τὸν τόπον ὁρῶν, ἀποδηματικὰς ποιεῖ γενέσεις· ὁμοίως καὶ τὴν τύχην ἢ δαίμονα.
κθ΄. Περὶ ἀποδημίας.
καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. καὶ ταῦτα μὲν τὰ θεωρήματα εὐκινήτους γενέσεις ποιεῖ· τίσι δὲ καὶ καιροῖς καὶ χρόνοις ἔσονται αἱ ἀποδημίαι ταῖς τοιαύταις γενέσεσι, τὰ σχήματα δηλώσει τὰ ὑπὸ Ἀβράμου λεγόμενα. προσυποτάξομεν δὲ καὶ τὰ ἐμοὶ αὐτῷ τηρηθέντα· μηδεὶς δὲ ἡμᾶς τῶν ἐντυγχανόντων μεμφέσθω, εἰ τοὺς
ἑτέρων πόνους καὶ τηρήσεις μὴ ἰδιοποιοῦμεν ὥς τινες, μαρτυροῦμεν δὲ τοῖς ἀνδράσιν. ἔλθωμεν δὲ εἰς προκείμενον.
ζῳδίου ὅπου εὑρίσκεται ὁ κλῆρος τὸν κύριον ὅρα, πόσων ἐτῶν 42 τυγχάνει αὐτοῦ ὁ μικρὸς κύκλος, καὶ ταῦτα μέριζε εἰς τὰ ιβ΄ ζῴδια ἀπʼ αὐτοῦ τοῦ δαίμονος ἀρχὴν ποιούμενος τοῦ μερισμοῦ κατὰ τὰ ἐξῆς ζῴδια· εἶτα ὅταν πληρωθῇ αὐτοῦ ὁ κύκλος, τὸν τοῦ ἐξῆς ζῳδίου τοῦ δαίμονος κύριον· πάλιν ὅρα, πόσων ἐτῶν αὐτοῦ ὁ
κύκλος τυγχάνει, καὶ τούτου ὁμοίως μέριζε· καὶ τὸν ἑξῆς πάλιν, εἰ ἔχει ζωῆς ἔτη ἡ γένεσις ὑποκείμενα. εἰ ζῴδιον οὖν, ὅπου οἱ χρόνοι αὐτοῦ τυγχάνουσιν, ἔχει τόπον ἀποδημίας δηλωτικὸν ἢ τὸν περὶ ἀποδημίας κλῆρον ἢ διάμετρον αὐτοῦ ἢ τετράγωνον ἢ εἰς τὰ ζῴδια τὰ λαμβάνοντα ἀπʼ αὐτοῦ τὸν ἐπιμερισμὸν
πίπτωσιν οἱ ἀστέρες ὕστεροι τῆς καταβολῆς μάλιστα κακοποιοὶ ἔκκεντροι, ξενιτείας παρέχουσιν, ὁ τοῦ ἐπιμερισμοῦ κύριος τοῦ ζῳδίου ἐὰν ἔκκεντρος ἦ ἢ ἀπόστροφος τοῦ ζῳδίου κακοποιὸς ὤν, ξενιτείαν ἐπιποιεῖ· καὶ ἐὰν ἐπίκεντρος ἦ, ποιήσει. καὶ εἰ κακοποιοὶ πάλιν ἔχουσι τοὺς ἐπιμερισμούς ἄστροις ἐμπίπτοντες ἢ
τετράγωνοι, ξενιτείας παρέχουσι. ἐὰν δὲ ἀγαθοποιὸς αὐτὸν τὸν ἐπιμερισμὸν λάβῃ, εὑρεθῇ δὲ ἐπὶ τῆς γενέσεως τοῦ διαμέτρου, ἀποδημίας καὶ κινήσεις ἐμποιεῖ τῷ γεννωμένῳ. Ἐπὰν οἱ κύριοι πάλιν τῶν ζῳδίων τοὺς χρόνους ἔχοντες ἢ τὴν ἐπιδιαίρεσιν ἀπόστροφοι τύχωσι τῶν ζῳδίων ἢ ἐναντίοι ἢ καθυπερτερούμενοι ἢ ἔκκεντροι,
ξενιτείας παρέχουσι τὰ ζῴδια. ἐναντίων κακοποιῶν μάλιστα τὰ φῶτα θεωρούντων τοῖς σεληνιακοῖς ἢ ἡλιακοῖς τὰς ἀποδημίας ποιεῖ, ἐὰν τοῦ ζῳδίου ὅπου οἱ χρόνοι εἰσὶν ὁ κύριος ἔκκεντρος ἢ ἐναντίος αὐτοῦ ἦ, ἢ κινήσεις ἢ ἀποδημίας ποιεῖ, εἰ ὁ κλῆρος ὁ περὶ ἀποδημίας εἰς αὐτὸ πέση ἢ εἰς διάμετρον αὐτοῦ ἢ τετράγωνον
ἐὰν δὲ ἰδιοτοπῇ ἢ τοῖς τετραγώνοις εὑρίσκηται, οὐ δίδωσιν ἀποδημίας. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὐ δίδωσι μακρὰς ἀποδημίας, ἀλλὰ καὶ ταχείας τὰς ἐπανόδους. ἐὰν πίπτωσιν ἐνὶ ζῳδίῳ οἱ δύο κλῆροι, ὅ τε τῆς τύχης καὶ ὁ δαίμων, ἐναντίος δὲ ᾖ τῷ ζῳδίῳ ὁ περὶ ἀποδημίας κλῆρος ἢ τετράγωνος, ἐπῇ δὲ τῷ
τόπῳ κακοποιός τις, ἀποδημίαις γίνονται οἱ γεννώμενοι. ὁμοίως καὶ τῷ ἀστέρι τῳ τοὺς χρόνους ἔχοντι ἢ ἐπὶ τοῦ κλήρου τῆς τύχης ἐφεστῶτι ἐναντίος ὁ τοῦ περὶ ἀποδημίας, κἂν οἱ δύο τόποι ὅ τε τῆς τύχης καὶ ὁ τοῦ δαίμονος ἐναντίοι πέσωσιν, ἢ κινήσεως αἴτιον τυγχάνει ἢ ἀποδημίαις ποιεῖ τὴν γένεσιν, μάλιστα ἐὰν
τοῖς ἐκκέντροις ζῳδίοις. κἂν ἦ δὲ ἐπίκεντρα ἢ πάλιν τὰ ζῴδια, 43 ὅπου οἱ ἐπιμερισμοί εἰσιν, ἐὰν ἔχη τοὺς περὶ ξένης τόπους καὶ τὸν κλῆρον ἐναντίον ἢ τετράγωνον, ἀποδημίαις ποιοῦσι τὴν γένεσιν. ὁμοίως καὶ ἐὰν ᾖ εἰς ὑπόγειον ἡμισφαίριον, φιλαποδήμους ποιεῖ. ἐὰν ὁ κλῆρος πάλιν ὁ περὶ ἀποδημίας εἰς τὸν ὡροσκόπον ἢ εἰς μεσουράνημα ἢ εἰς τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος
πέσῃ μὴ ἀποδημητικῆς φύσει οὔσης τῆς γενέσεως ἢ τὰ προειρημένα σχήματα ἐχούσης, οὐ πολυαποδήμους ποιεῖ γενέσεις, σπανίως δὲ ἀποδημοῦσιν οἱ γεννώμενοι, μάλιστα μὴ ἔχοντες ἐναντίους κακοποιούς. καὶ ἐὰν τὰ ζῴδια τὰ ὑπέργεια τοὺς χρόνους ἔχῃ ἢ τῶν χρόνων τὴν ὑποδιαίρεσιν χωρὶς τοῦ δωδεκάτου ἢ ἐννάπάλιν
ζῳδίου, οὐ διδόασιν ἀποδημίας, τοῦ κλήρου μὴ εἰς αὐτὸ πίπτοντος μηδὲ ἐναντιουμένου κακοποιοῦ ἢ τῳ ζωδίῳ ἐφεστῶτος χωρὶς ἀγαθοποιῶν.
πάλιν ὅ τε τῆς τύχης καὶ ὁ περὶ ἀποδημίας κακοποιούς ἔχωσιν ἐφεστῶτας ἢ ἐναντίους, ἀποδημίας πυκνὰς παρέχουσιν. ἐὰν τῳ ζῳδίῳ τῷ τοὺς χρόνους ἔχοντι ἐναντίος τύχῃ ὁ τοῦ περὶ ξένης ὢν κύριος, ἀποδημίᾳ ποιήσει τὴν γένεσιν. ἐὰν δὲ τῷ κλήρῳ τῆς τύχης καὶ ὁ τοῦ περὶ ἀποδημίας ὁμοῦ πέσῃ εἰς ὑπόγειον κέντρον, πολυαποδήμους
ποιεῖ, μάλιστα ὑπὸ κακοποιῶν θεωρούμενος ἢ κατεχόμενος ἢ ὑπὸ φωτός. ἐὰν εος τι τῶν ζῳδίων τῶν κληρωθέντων ἔχειν ἐπιμερισμοὺς τῶν χρόνων ἡ τριμηνιαία πίπτει, κινήσεις παρέχει, μάλιστα ἐὰν ἔχῃ ἐναντίον ἀστέρα κακοποιὸν ἢ τὰ φῶτα ἑστῶτα ὁμοίως καὶ τοῖς ὑπεργείοις τόποις τοῖς ἀποκεκλικόσιν ἦ. εἰ ἐλάττων
ἐπιμερισμὸς ἢ ἐναντίος τύχῃ, παροδικὴν ἀποδημίαν ἔξει ἡ γένεσις. καθυπέρτεροι δὲ ἀστέρες μάλιστα τοῖς ὑπογείοις οὖσι καθύγροις τοῖς ἔχουσιν ἐπιμερισμούς ἀποδημίας ποιοῦσι, μάλιστα ἐὰν ἦ ἔχοντα τὰ φῶτα ἐπικείμενα τὰ ζῴδια ἢ κακοποιούς.
ὁ καταγόμενος ἐνιαυτὸς τοῦ τόπου τῷ γεννωμένῳ κίνημα ἔχει ἀποδημίας εἴτε ἐκ καταβολῆς ἄνωθεν εἶεν ἔχοντες γενέσεις ἀποδημικὰς μάλιστα. ὅπου δʼ ἂν ὁ ἐπιμερισμὸς τῶν χρόνων πέσῃ τῶν καθολικῶν ὴ ἡ ὑποδιαίρεσις αὐτῶν, ἐκείνου τε τοῦ ζῳδίου ὁ κύριος εἴτε ἔκκεντρος ὢν εἴτε ἐπίκεντρος, ἐὰν μή τινα τῶν κακοποιῶν
ἔχῃ ἐναντίον τῶν ζῳδίων ἢ τῶν φώτων ἐὰν ἐπικείμενος 44 εἴη, γίνονται ἔξοδοι. ἐπὰν δὲ ἔχωσιν ἤτοι ἐπικέντρους ἤτοι ἀποκεκλικότας, διδόασιν ἀποδημητικάς ἐξόδους· καὶ οἱ ἐφεστῶτες κακοποιοὶ τοῖς ζῳδίοις τοῖς ἀποκεκλικόσιν ἢ τοῖς ἔχουσι τούς χρόνους ἢ τὰς ὑποδιαιρέσεις ἀποδημίας διδόασι, τοῦ ἐνιαυτοῦ
μάλιστα κίνημα ἔχοντος. ὅταν ὁ τούς χρόνους ἔχων εἰς τὸν περὶ ξένης τόπον ἢ κλῆρον ἐφεστώς εὑρίσκηται ἢ τοῦ περὶ ξένης τόπου ὁ κύριος, ἀποδημίας παρέχει, μάλιστα εἰ κακοποιὸς ᾖ τῷ ἀφωτίστῳ τετράγωνος ἢ διάμετρος. ὁμοίως κἀν ζῴδιον ἔχον ἐπιμερισμὸν τῶν χρόνων ἐναντίον ᾖ τῷ κλήρῳ τῳ περὶ ἀποδημίας,
ἐξόδους διδόασι, μάλιστα τοῖς ἀποκλίμασιν. ἐὰν οἱ ἐπιμερισμοὶ πάλιν τῶν χρόνων εἰς τὰ ἀποκλίματα πίπτωσι μὴ ἐχόντων ζῴδιον ἐναντίον ἢ καθυπερτεροῦν, οὐ παρέχουσιν ἀποδημίας, μελλησμὸν δὲ ἀποδημίας ὑπομενεῖ τις καὶ πρόθεσιν ἀσυντέλεστον. ὅταν τοῖς κακοποιοῖς τοὺς χρόνους ἢ τὸν ἐπιμερισμὸν ἔχουσιν
ἀγαθοποιὸς ἐναντίος πίπτῃ ἢ καθυπερτερῇ ἢ συμπαρῶσιν τοῖς ὑπογείοις καὶ ἀποδημητικὸς ἐνιαυτὸς ἐμπέσῃ, μελλησμούς ἐμποιοῦσιν ἢ ἐγκοπὰς τῶν ἐξόδων. ἐὰν ἡ τύχη εἰς τὸν περὶ ξένης τόπον ἐμπέσῃ ἢ πρὸς ἀλλήλους οἱ κλῆροι ἐναντίοι πίπτωσι κακοποιοῦ ἐφεστῶτος ἢ ἐναντίου, ἀποδημητικοὺς ποιεῖ μὴ συναναπλεκομένου,
αὐτοῖς ἀγαθοποιοῦ ἢ ἐφεστῶτός τινος αὐτῶν. καὶ ἐὰν ὁ τῆς ξένης κύριος ἐναντίος αὐτῷ ᾖ αὐτῆς τύχῃ χωρὶς ἀγαθοποιῶν Ἄρεως πάλιν ἐναντίου τῷ κλήρῳ τῆς τύχης ἢ τῷ περὶ ξένης πίπτοντος ἐφʼ ἑνὸς ἑστῶτος, ἀποδημίαις ποιεῖ ἱκαναῖς τὸν γεννώμενον. ἐὰν πάλιν Ἄρης ἀμφοτέρων τῶν κλήρων κύριος ὢν ἀπόστροφος
πέσῃ τῶν ζῳδίων τῶν τὰς ἀποδημίας παρεχόντων ἢ εἰς κάθυγρα, ἀποδημητικὰς ποιεῖ τὰς γενέσεις. Ἄρης ἀπόστροφος τοῦ κλήρου ἢ τοῦ περὶ ξένης πεσὼν μηδενὸς αὐτῶν κύριος ὢν ἀποδημίας οὐ παρέχει, ἀλλὰ τὰ πλεῖστα πατρίδι διάγοντας ἢ μελλησμοὺς ἀποδημίας πάσχοντας. ὁμοίως καὶ ἐὰν οἱ κλῆροι ἀγαθοποιούς ἔχωσιν
ἐφεστῶτας, οὐ ποιοῦσι φιλαποδήμους ἀλλὰ σπανίους. Σχήματα δὲ ἐστιν ἐπὶ γενέσεως εὑρεῖν τὰ μὴ ῥᾳδίως ἀποδημίαν παρέχοντα διὰ τὰς πλείστας τῶν γενέσεων ἀποδημητικάς γίνεσθαι, καὶ τὰς μὲν συνεχέσι καὶ ποικίλαις τὰς δὲ σπανίως 45 καὶ ὀλιγάκις, διὰ πλεονάζειν ἔν τισι τὰ σχήματα τὰ ἀποδημίας ἐμποιοῦντα τισι δὲ μή· ὅθεν οἱ μὲν πολυαπόδημοι γίνονται, οἱ δὲ μετρίως καὶ οὐ συνεχέσι ταῖς ἀποδημίαις χρῶνται. ὅσοι γενέσει ὀλίγα σχήματα περὶ ἀποδημίας ἔχουσιν, ἐὰν καὶ οἱ κλῆροι ἐπὶ τῆς γενέσεως ἢ τῆς ἀντιγενέσεως οἱ περὶ ἀποδημίας καὶ τῆς
τύχης πρὸς ἀγαθούς πέσωσιν, οὐ διδόασιν ἐξόδους, μάλιστα τοῦ ἐνιαυτοῦ μὴ ἔχοντος κίνημα ἀποδημίας· ἐὰν δὲ ἔχῃ καθὼς προεῖπον σχήματα, ποιοῦσιν ἀποδημίας. ἀσύνδετος πάλιν ὁ περὶ ἀποδημίας τῷ τῆς τύχης μάλιστα ἔχοντος τοῦ ἑνὸς κλήρου ἀγαθοποιὸν οὐ ποιήσει φιλαποδήμους, ἀλλʼ πατρίδι τὰ πλεῖστα
διάγοντας. ἀπόστροφος Ἄρης τοῦ περὶ ξένης κλήρου μικρὰς κινήσεις ποιεῖ, τοῦ τῆς τύχης ἔχοντος ἀγαθοποιούς ἐπικειμένους ἀστέρας οὐ διδόασιν ἀποδημίας, μάλιστα ὑπὲρ γῆν πίπτοντες. ὁ κλῆρος τῆς τύχης ἐπὶ τοῦ μεσουρανήματος πίπτων ἀπόστροφος ὢν τοῦ περὶ ἀποδημίας μὴ ἔχων ἐναντίον κακοποιὸν ἢ φῶς οὐκ
ἀποδημητικάς ποιεῖ γενέσεις, ἀλλʼ πατρίδι διάγοντας. ἐὰν οἱ δύο κλῆροι συμπέσωσι χωρὶς τοῦ Ἄρεως εἰς ἀπόκλιμα τοῦ μεσουρανήματος εἰς ἕτερον ζῴδιον μηδένα κακοποιὸν ἔχοντες ἐναντίον ἤ ἐφεστῶτα, οὐ ῥᾳδίως ἀποδημίᾳ γίνονται. οἱ δὲ κλῆροι οἱ δύο κακοποιούς ἔχοντες ἐπικειμένους ἢ ἐναντίους πολυαποδήμους
ποιοῦσι, μάλιστα τῶν ζῳδίων ὄντων καθύγρων, ὅπου οἱ κλῆροι. ὁ περὶ τύχης κλῆρος καλῶς πίπτων μηδένα ἔχων κακοκοιὸν ἢ καθυπερτεροῦντα ἢ τὰ φῶτα ἢ τὸν περὶ ἀποδημίας κλῆρον μάλιστα τῶν δύο κλήρων Ἄρης ἀπόστροφος ὢν οὐ διδόασιν ἀποδημίας, ἀλλὰ βουλόμενος ἀποδημῆσαι οὐκ ἐξῆλθεν. Ζεὺς
γὰρ ἐὰν παροδικῶς ἐπὶ τούτων τῶν ζῳδίων γένηται, κωλύει τὴν ἔξοδον. ἐξαιρέτως δὲ ἀποδημεῖ, ἐὰν τύχῃ ἔτὸς εἰς ἀπόκλιμα ἐκπεσὸν ἀπὸ τοῦ ὡροσκόπου καθύγροις ζῳδίοις, μάλιστα ἀγαθοποιοῦ μὴ ἐφεστῶτος παροδικοῦ ἢ κατὰ γένεσιν. καὶ ὁ κύριος τῶν χρόνων τῷ κυρίῳ τοῦ περὶ ἀποδημίας κλήρου ἔτος παραδιδοὺς
κακοποιοῦ μάλιστα ὁρῶντος ἢ ἀνάπαλιν ὁ κύριος τοῦ κλήρου τῳ τούς χρόνους ἔχοντι.
λ΄. Περὶ προτελευτῆς γονέων μεθ᾿ ὑποδείγματος.
καὶ ἡμέρας ὁ συνοικειούμενος τῇ Σελήνη, τουτέστιν ὁ ἐπιθεωρούμενος ὑπʼ αὐτῆς καὶ συμπαρών ἢ οἴκῳ ἢ τριγώνῳ ὑπάρχων, ἐκεῖνος ἀναλαμβάνει τὸν πατρικὸν τόπον ὁμοίως δὲ καὶ ἡ Ἀφροδίτη τὸν μητρικὸν τόπον καὶ ἡ Σελήνη. σκοπεῖν οὖν δεήσει καθʼ ἑκάστην γένεσιν, τίς μᾶλλον ὑπὸ τῶν κακοποιῶν θεωρεῖται ἢ καὶ
παραπέπτωκε, πότερον Ἥλιος ἢ Σελήνη ἢ Ἀφροδίτη ἢ Κρόνος, καίπερ αὐτὸς ἀναιρέτης ὑπάρχων τοῦ πατρός. ἐὰν γὰρ Ἥλιος τὸν πατρικὸν τόπον ἀναλαβὼν κατοπτευθῇ ὑπὸ Ἄρεως ἢ Κρόνου τῶν ἀγαθοποιῶν ἀπόντων, περὶ τὸν πατέρα ἡ προτελευτὴ γενήσεται· ἐὰν δὲ Σελήνη ἢ Ἀφροδίτη, περὶ τὴν μητέρα· ἐὰν δὲ ἀμφότερα
τὰ φῶτα ὑπὸ κακοποιῶν κατοπτευθῇ ἢ καὶ Ἀφροδίτη, ὁ παραπεπτωκώς ἢ παῤ αἵρεσιν τετευχὼς τὴν προτελευτὴν σημαίνει.
σημαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ μητρικοῦ κλήρου αὐτὸ συμβήσεται, ἐὰν μάλιστα ἀσφαλέστατά τις γνῷ εἰ πατήρ ἐστιν.
μίαν· ἐὰν μὲν οὖν εἰς ἀρσενικὸν ζῴδιον καταλήξῃ, πατὴρ προτελευτήσει· ἐὰν δὲ εἰς θηλυκόν, μήτηρ. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως Μεχὶρ ιγ΄ ἀπὸ Ἐπιφὶ κ΄ ἕως τῆς ιγ΄ γίνονται σγ΄· ἀφεῖλον δωδεκάδας ις΄ λοιπὰ ια΄, ταῦτα ἀπὸ Σελήνης τῆς ἐν Σκορπίῳ κατέληξεν Παρθένῳ ζῳδίῳ θηλυκῷ· ἐπῆν δὲ καὶ Ἄρης·
ἐγίνετο περὶ τὴν μητέρα ἡ προτελευτή.
τὴν καθυπερτέρησιν. ἰδὲ οὖν Κρόνον, μήποτε καθυπερτερῆται ὑπὸ ταύτης, καὶ ἔσται μὲν ἢ περὶ τὸν πατέρα ἡ προμεταλλαγὴ ἢ ἀνάπαλιν ἀπὸ Κρόνου καὶ Ἀφροδίτης. εἰ δὲ μὴ γένηται ὁ μεσεμβολῶν τοὺς καθυπερτεροῦντας ἀλλήλους δύναμιν ἔχων καθυπερτερητικήν, εὐτονήσουσιν οἱ μεσέμβολοι ἀνῦσαι ἴδιον ἀποτέλεσμα.
γίνονται δὲ καθυπερτερήσεις τῷ αὐτῷ ζῳδίῳ καὶ διαμέτρῳ, καὶ καθόλου ὁ ἐπερχόμενος ἀστὴρ ἑτέρῳ καθυπερτερεῖ τοῦτον ἢ ὁ τὴν μετ᾿ ἀλλήλων δύναμιν ἔχων καθυπερτερητικήν.
λά. Ἄλλως· περὶ γονέων ἐκ τοῦ Τιμαίου.
οὖν Ἥλιος χρηματίσει καὶ ζῴδιον, ἐφ᾿ οὗ ὁ Ἥλιος ἕστηκε, καὶ ὁ κύριος τοῦ ζῳδίου, ἐφʼ οὖ ὁ Ζεύς, καὶ ζῴδιον ὑποδεξάμενον τὸν Δία. τὰ δὲ περὶ μητρὸς λαμβάνεται οὕτως. ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου, ἐφʼ οὖ ἕστηκεν ἡ Σελήνη, καὶ τοῦ οἰκοδοχέως τῆς Σελήνης, ἡμέρας δὲ ἀπὸ Ἀφροδίτης καὶ τοῦ ζῳδίου, ἐφʼ οὗ
ἕστηκεν ἡ Ἀφροδίτη. ὅταν τοίνυν οἱ χρηματίζοντες κατὰ τὴν ἰδίαν αἴρεσιν εὑρεθῶσιν ἰδίῳ οἴκῳ ἢ ἰδίοις ὑψώμασιν ἐπιδεκατευόμενοι ὑπό τινος ἀγαθοποιοῦ ἢ μαρτυρούμενοι ὁπωσοῦν ἄλλως καὶ μὴ ἀποκεκλικότες μηδὲ ᾧ χαίρουσι τόπῳ μὴ κακωθέντες ὑπό τινος τῶν κακοποιῶν, ἔνδοξα καὶ ἐπίσημα καὶ λαμπρὰ
τὰ περὶ τοὺς γονεῖς δηλοῦσιν. ἐὰν δὲ ὑπό τινος τῶν φθοροποιῶν μαρτυρηθῇ ὁ σημᾶναι ἀφείλων τὰ περὶ τοὺς γονεῖς κατὰ τὴν παροῦσαν ἀκτινοβολίαν ἢ ἐπιδεκατείαν ἢ εἰς ὃν οὐ χαίρει τόπον εὑρεθῇ, ἀσήμους δηλώσει καὶ ἀδόξους τοὺς γονεῖς. συνδηλώσουσι 48 δὲ καὶ οἱ ὑποδοχεῖς τῳ δηλοῦντι τὰ περὶ τοὺς γονέας κατὰ τὴν θέσιν καὶ τὴν ἐπιμαρτύρησιν τῶν ἄλλων ἀστέρων εὖ ἢ κακῶς. ἐὰν δὲ ὁ δηλωτικὸς ἀστὴρ τῶν περὶ τοῦ γονέως παραπέσῃ τοπικῶς ἢ κακωθῇ ὑπό τινος τῶν φθοροποιῶν καὶ ὁ ὑποδοχεὺς αὐτοῦ
ἤτοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου δεδυκώς εὑρεθῇ ἢ καὶ κακοδαιμονῶν ἢ καὶ μήτε οὖτος μήτε ὁ δηλωτικὸς καταπονούμενος χρηματίζει τῳ τόπῳ τῳ περὶ γονέως ἀλλʼ εἴη ἀπόστροφος, ταπεινούς καὶ ἀσήμους καὶ ἀγεννεῖς δηλώσει τοὺς γονεῖς. εἰ δὲ πρὸς τῷ μὴ χρηματίζειν καὶ κακωθεῖεν ὑπὸ φθοροποιῶν ἐπιθεωρηθέντες
ἢ κατὰ συμπαρουσίαν, δούλους δηλοῦσι τοὺς γονεῖς καὶ ὑποτεταγμένους. εἰ μέντοι τοῦ δηλοῦντος τὰ περὶ γονέων καὶ ἀποκλίναντος ἢ καὶ ἄλλως κεκακωμένου ὁ ὑποδοχεὺς καλῶς κείμενος χρηματίζει ἐν τῷ τόπῳ τῷ περὶ γονέως ἀστέρα δηλωτικὸν ἔχων τὸν χρηματίζοντα τόπῳ μὴ κεκακωμένῳ ὑπό τινος τῶν φθοροποιῶν,
βλάβην ἢ ζημίαν ἢ ὄλεθρον ἢ ἔκπτωσιν δηλοῦσι τῶν γονέων. Κρόνος μεσουρανῶν, Ζεὺς ὑπὸ γῆν τὸν πατέρα δοῦλον καὶ ὑποτεταγμένον σημαίνει ἢ ἔκπτωτον, μάλιστα δὲ καὶ Ἡλίου κακωθέντος.
μὲν γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, τινὲς ἀπὸ Ἡλίου ἐπὶ Δία καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· νυκτὸς δὲ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ μὲν οὖν κλῆρος τῶν γονέων οὕτως εὑρίσκεται· περὶ δὲ τοῦ πατρὸς εἰσποιητοῦ ἀπὸ τοῦ διαμέτρου τοῦ κλήρου κατὰ κάθετον ληπτέον.
ἐὰν ἐπὶ τοῦ διαμέτρου τύχῃ ὁ τοῦ πατρικοῦ κλήρου κύριος ἢ τοῦ διαμέτρου ὁ κύριος ἐπὶ τοῦ κλήρου, εἰσποιητὸν δηλοῖ τὸν πατέρα· ὁμοίως καὶ ἐὰν ὁ τοῦ μητρικοῦ κλῆρος τῷ διαμέτρῳ εὑρεθῇ καὶ ὁ τοῦ διαμέτρου τοῦ κλήρου τῆς μητρὸς κύριος εὑρεθῇ τῷ τῆς μητρὸς κλήρῳ, ὅμοιον δηλώσει.
λβ΄. Περὶ ὁρφανίας πατέρων.
ἀπρεπεῖς ἁλισκομένους περὶ τε τὰ θεῖα, μεγιστάνων φίλους. Ζεὺς δὲ φιλαγάθους λαμπροὺς δωρηματικοὺς ἀνειμένους εὐφραντικούς. Ἄρης θρασεῖς ὀργίλους προπετεῖς ἐπηρεάστας παραβόλους πολυκινήτους πολυκινδύνους παροίνους μοχθώδεις ἐπὶ δὲ τῆς μητρὸς κατισχύσας τῆς Σελήνης Ἄρης ἢ τῆς Ἀφροδίτης
οἰκοδεσποτῶν τραχεῖαν καὶ μοιχάδα δηλοῖ τὴν μητέρα καὶ ὐφʼ αἵματος ἢ φθορᾶς ὀξεῖ πάθει ἐνοχλουμένην, ἐὰν μή τις ἀγαθοποιὸς ἐφορῶν κουφίσῃ. Ἀφροδίτη δὲ τοῖς φωσὶ μαρτυροῦσα ἱλαροὺς φιλομούσους φιλευφροσύνους φιλοστόργους θρησκώδεις τοὺς γονεῖς δείκνυσιν. Ἑρμῆς δὲ κοινωνικούς τε καὶ οἰκονομικούς
λόγου τινὸς ἢ ἐπιστήμης μετέχοντας, ψευδολογουμένους δὲ τὰ πολλὰ ἢ εἰς ὑποδεέστερα πρόσωπα ἁμαρτάνοντας. συνεπιβλέπειν δὲ χρὴ καὶ τοὺς τόπους. Ἥλιος μὲν γὰρ ἀρσενικῷ ζῳδίῳ κείμενος καὶ ὑπὸ ἀρσενικοῦ ἀστέρος μαρτυρούμενος γενναῖον δηλοῖ τὸν πατέρα, δὲ θηλυκῷ καὶ ὑπὸ Σελήνης μαρτυρούμενος ἀνειμένον
καὶ θηλύφρονα δείκνυσιν. Ἥλιος θηλυκῷ ὑπὸ Κρόνου καὶ Ἀφροδίτης μαρτυρούμενος οὐκ ἀσινῆ οὐδὲ ἀφήμιστον δηλοῖ τὸν πατέρα. Σελήνη θηλυκῷ ζῳδίῳ καὶ ὑπὸ ἀρσενικῶν ἀστέρων μαρτυρουμένη ὀργίλην καὶ ἀκαταμάχητον τὴν μητέρα δείκνυσιν· θηλυκοῖς ζῳδίοις καὶ ὑπὸ Διὸς μαρτυρουμένη πρᾶον καὶ φιλάνθρωπον δηλοῖ τὴν μητέρα.
ιγ΄. Περὶ χωρισμοῦ γονέων.
ὁ δὲ παῤ αἵρεσιν καὶ φθοροποιὸς τῷ ἑτέρῳ συμπαρῇ. χωρίζει τοὺς γονεῖς. Κρόνος μεθʼ Ἡλίου κείμενος καὶ Σελήνης ἀλλοτριουμένης χωρίζει τοὺς γονεῖς. ἐὰν ὁ τοῦ ὡροσκόπου κύριος κρηματίζῃ καὶ ὡροσκόπος ᾖ κεκακωμένος καὶ ὁ συνοικοδεσπότης αὐτοῦ 50 παραπεπτωκώς, οἱ τούτων γονεῖς χωρισθήσονται καὶ αὐτὸς πολλὰ ἀκαταστατήσει καὶ δυστυχήσει καὶ τὰ τῶν γονέων ἐλαττωθήσεται. συμφωνοῦσι δὲ οἱ γονεῖς, ὅταν τὰ φῶτα καὶ οἱ οἰκοδεσπόται αὐτῶν συμφώνως πρὸς ἀλλήλους ἔχωσιν. ὅταν ὁ τοῦ
Ἡλίου ὑποδοχεὺς συμφώνως ἔχῃ πρὸς τὴν Σελήνην, ὁ δὲ τῆς Σελήνης καὶ τοῦ Ἡλίου, συμφωνοῦσιν οἱ γονεῖς.
ἂν ὁ τόπος χεῖρον διάκειται, προτελευτήσει. ἐὰν αὐξομένη ᾖ ἡ Σελήνη καὶ συνοδικὴ ἡ γένεσις καί τις φθοροποιῶν ἐπίδῃ τὴν πρώτην πανσέληνον, μὲν θηλυκῷ ζῳδίῳ γενομένη δηλώσει μητρὶ προτελευτήν, δὲ ἀρρενικῷ πατρός. ἐὰν δὲ πανσεληνιακὴ ᾖ γένεσις, τὴν μέλλουσαν σύνοδον σκεπτέον· οὖν θηλυκῷ ζῳδίῳ
κακοποιοῦ ἐπιδόντος αὐτὴν προτελευτήσει ἡ μήτηρ· ἐὰν δὲ Ἥλιος, ὁ πατήρ. ἐὰν δὲ ὁ Ἥλιος τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ τύχῃ, ἐπὶ πλεῖστον ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Κρόνου ἀπὸ κέντρου ἀπορρέοντος, ἐὰν Ἄρης ἐπιφέρηται καὶ ἐπιμαρτυρῇ τις αὐτῶν τῷ Διὶ ἡ τῷ Ἥλίῳ, ἐπὶ ξένης ὁ πατὴρ τελευτήσει. ἐὰν ἡμερινῆς
νῆς οὔσης τῆς γενέσεως Σελήνη ὑπὲρ γῆν κακωθῇ ἢ ἀποκλινούσης Σελήνης φθοροποιὸς ἐπιφέρηται ἢ περὶ τὴν Ἀφροδίτην αἱ αὐταὶ κακώσεις γένωνται, ἡ μήτηρ προτελευτήσει. ἐὰν ὁ τοῦ Ἡλίου οἰκοδεσπότης καὶ ὁ Ἥλιος μὴ βλέπη τὸν ὡροσκόπον, ὁ πατὴρ ἐπὶ ξένης τελευτήσει. Ἥλίου κακωθέντος ὑπὸ φθοροποιοῦ καὶ
Διὸς καθυπερτερουμένου ὁ πατὴρ βιαιοθανατήσει. Κρόνου μὲν οὖν μόνου κακώσαντος τοὺς προειρημένους ἀστέρας πνιγμοὶ ἢ ὑδρωπίαι ἢ ῥεύματα ἢ ψύξεις ἢ φαρμακοποσίαι ἢ ναυάγια ἢ παλαιὰ πράγματα σἴτια τῆς τελευτῆς γίνεται, Ἄρεως δὲ μόνου κακώσαντος τομὴ σιδήρου ἢ δηγμὸς ἢ πολυαιμία ἢ φθορὰ ἢ ὠμοτοκία
ἢ ἐμπρησμὸς ἢ πτῶσις, ἀμφοτέρων δὲ χείρων ἡ βία κατὰ τὴν ἐπιβάλλουσαν τῆς κλίσεως συμπλοκήν.
δλ΄. Περὶ ἐλευθερικῶς καὶ δουλικῶν γενέσεων.
ζῳδίοις τύχῃ, ὁ δὲ κύριος παραπέσῃ ἢ ὑπὸ κακοποιῶν κατοπτευθῇ, ἐλεύθεροι γεννηθέντες ἢ καλῶς ἀχθέντες ἐναντιώμασι καὶ ὑποταγαῖς καὶ ἐνδείαις περιτραπήσονται. ἐὰν δὲ ὁ μὲν κύριος χρηματιστικοῖς ζῳδίοις εὑρεθῇ, ὁ δὲ τόπος παραπέσῃ, τοῖς πρώτοις χρόνοις κακοπαθήσαντες περὶ τὰς ὑποταγὰς καὶ
ἐνεχθέντες ὑστέρου ἐλευθερίας καὶ προκοπῆς καὶ γένους ἐντὸς γενόμενοι εὐπορήσουσι καὶ δοξασθήσονται, μάλιστα δὲ κἂν ἀγαθοποιοὶ προσνεύσωσιν. ἐὰν δὲ καὶ ὁ τόπος καὶ ὁ κύριος παραπέσῃ καὶ ἀμφότεροι ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἔκθετοι ἢ αἰχμάλωτοι γενόμενοι ὑποταγῆς πεῖραν λήψονται· ἐὰν δὲ τούτων
ὄντων ἀγαθοποιοὶ συμπροσγένωνται ἢ συνεπιμαρτυρήσωσι, μετὰ τοὺς τῶν κακοποιῶν χρόνους τῆς ὑποταγῆς ἀπολυθέντες περιουσίᾳ γενήσονται. ἐὰν δὲ ὁ μὲν τόπος ὑπὸ κακοποιῶν φρουρηθῇ, ὁ δὲ κύριος ὑπὸ ἀγαθοποιῶν, ὑποτακτικοὶ γεννηθέντες ἐλεύθεροι τραφήσονται ἢ εἰς ὑποβολὴν καὶ τεκνοποιίαν χωρήσουσι· τοὐναντίον
δὲ τοῦ μὲν τόπου ὑπὸ ἀγαθοποιῶν φρουρουμένου, τοῦ δὲ οἰκοδεσπότου ὑπὸ κακοποιῶν, ἐλεύθεροι γεννηθέντες εἰς δουλείαν ἀνατραφήσονται εἰς τέλειον τῆς ἀκμῆς καταντήσαντες ἑαυτοὺς ἐκδότους ὑποταγαῖς παραδώσουσιν ἢ διὰ τροφῆς ἔνδειαν ἢ πίστεως καὶ πράξεως ἀφορμήν.
λέ. Σχήματα Σελήνης ια΄ πρὸς ἀποτελεσμάτων δυνάμεις.
φάσιν μηνοειδῆ, εἶτα ἕως 𝒢΄ μοιρῶν διχότομος, εἶτα ἕως ρλε΄ μοιρῶν ἀμφίκυρτος, εἶτα ἕως ρπ΄ μοιρῶν πανσέληνος, εἶτα ἀποστᾶσα τῆς πανσελήνου μοίρας με΄ τουτέστιν ἕως ⟨σ⟩κε΄ ποιεῖται τὴν δευτέραν ἀμφίκυρτον, εἶτα ἕως σο΄ μοιρῶν τὴν δευτέραν διχότομον, εἶτα ἕως τξ΄ τὴν δύσιν. ἔστι δὲ αὐτῆς καὶ ἄλλο σχῆμα,
ὅτε ἄρξηται πρῶτον μειοῦσθαι.
διαθεμάτων καὶ πάντων τῶν ταῖς πόλεσιν ἀνηκόντων δημοσίων πράξεων καὶ περὶ γονέων καὶ γάμων καὶ μυστηρίων καὶ τῶν καθολικῶν καὶ κοσμικῶν πάντων· ὁμοίως καὶ ὁ κύριος τῆς συνόδου καὶ τοῦ πλάτους καὶ τοῦ δρομήματος· ἡ δὲ ἀνατολὴ τῆς Σελήνης, ὅπερ καὶ φῶς λέγεται, καὶ ὁ ταύτης κύριος εἰς τὸν
περὶ ζωῆς καὶ περὶ πράξεως καὶ περὶ ὑποστάσεως μελλούσης καὶ βεβαιοῖ τὰς τῆς συνόδου πράξεις. καὶ καθάπερ ἀπὸ τῆς πρώτης όψεως τὰ μηνιαῖα θεωρεῖται καὶ κοσμικά κινήματα, οὕτως ὁ κύριος τοῦ φωτὸς τὰ καθολικὰ ἀποτελέσματα δείκνυσι· συνεπισχύει δὲ καὶ Ἑρμῆς ἕως δ΄ Σελήνης. ἡ δὲ μηνοειδὴς σύστασος
τὴν ἀνατροφὴν καὶ τὰ ἐλπιζόμενα βίῳ σημαίνει καὶ περὶ γυναικῶν καὶ μητρός· ἐπισχύει δὲ Ἑρμῆς ἕως η΄. ἡ δὲ διχότομος σύσταθις περὶ σίνους καὶ πάθους καὶ τῶν βιαίων συμβαινόντων ἔτι δὲ περὶ τέκνων καὶ ἀξίας καὶ τῶν μελλόντων ἀγαθῶν· συσχηματίζεται δὲ Ἀφροδίτη, ἕως γένηται ιβ΄. ἡ δὲ ἀμφίκυρτος
φάσις περὶ εὐδαιμονίας καὶ μελλούσης προκοπῆς καὶ ἀποδημίας καὶ συμπαθείας συγγενῶν. συνομοιοῦται δὲ Ἥλιος, ἕως γένηται ιδ΄ ἡ δὲ πανσέληνος περὶ δόξης καὶ ἀδοξίας καὶ ἀποδημίας καὶ περὶ τῶν βιαίως γινομένων καὶ περὶ τῶν ὑπεροχῆς ἐκπιπτόντων καὶ ἐλαχίστου αὐξομένων καὶ περὶ συμπαθειῶν καὶ παθῶν καὶ
ἀντιπολιτειῶν καὶ γονέων συμπαθείας· ἔχει δὲ καὶ τοῦ δυτικοῦ ζῳδίου χρῶμα· ὁ δὲ πρῶτος κύριος τῆς μειώσεως τοῦ φωτὸς περὶ ἐλαττώσεως τῶν ὑπαρχόντων καὶ ψύξεως πρακτικῆς καὶ τῶν εἰς ταπείνωσιν ἐρχομένων καὶ περὶ αἰφνιδίων πτωμάτων. ἰσοδυναμεῖ δὲ τῇ ἐπικαταδύσει· Ἄρης κύριος ἕως κα΄ Σελήνης. ἡ δὲ
ἀμφίκυρτος δευτέρα σημαίνει περὶ ξενιτειῶν καὶ πράξεως μείζονος καὶ περὶ εὐδαιμονίας· ἰσοδυναμεῖ δὲ τῷ θεῷ· Ζεὺς κύριος, ἕως γένηται κε΄ ἡ Σελήνη. ἡ δὲ δευτέρα διχότομος περὶ παλαιῶν πραγμάτων καὶ πολυχρονίων παθῶν καὶ περὶ τέκνων ἰσοδυναμεῖ 53 γὰρ Κρόνος, ἕως γένηται λ΄. ὁ δὲ τῆς μηνοειδοῦς κύριος σημαίνει περὶ θανάτου γυναικὸς καὶ περὶ ἀπραξίας ἢ διαρπαγῆς· τουτέστιν ἡ δύσις περὶ δεσμῶν καὶ συνοχῶν καὶ ἀποκρύφων πραγμάτων καὶ κατακρίσεως καὶ ἀτιμίας· καὶ ἡ μὲν τῆς Σελήνης τῶν ὀχημάτων τάξις οὕτως, τὰ μέντοι συγκρινόμενα τοῖς ε΄ θεοῖς καὶ
Ἡλίῳ ἀδέτοις κέντροις.
δὲ διὰ τῆς ἰδίας ἐπινοίας ἴσα εἰσφέρειν. οἶμαι γὰρ αὐτούς πείσειν διὰ τῶν προγεγραμμένων καὶ τῶν μελλόντων λέγεσθαι ἀποτίθεσθαι μὲν δύσπιστον καὶ εὐδιάβολον τῆς ἐπιστήμης, ἄγνοιαν δὲ καὶ λῆρον κατὰ τῶν ἀντιπρασσόντων ψηφισαμένους κινδυνεύουσαν πρόγνωσιν ἀθάνατον ἀποδεῖξαι. ὅθεν οἱ φιλομαθεῖς
ταῖς μὲν ἀριθμητικαῖς καὶ διδασκαλικαῖς ἀγωγαῖς δι᾿ ἑτέρων ἐγγυμνασθέντες νῖκος τῆς δόξης διὰ τῆσδε τῆς συντάξεως ἀποίσονται, καίπερ καὶ αὐτοὶ οὐκ ἀμύητοι ὄντες περὶ τὰς τῶν κανόνων καὶ εἰσόδων πήξεις· ἃς οὐκ ἠβουλήθην προτάξαι καὶ δισσολογεῖν. εἰ δὲ καὶ δοκοῦμεν τὰ τῶν ἀρχαίων δόγματα συγγράφειν
ειν καὶ ἑρμηνεύειν, κατὰ τοῦτο ἀρετῆς ἔπαινον ἀποισόμεθα παρὰ τῶν ἐντυγχανόντων διὰ ἀσφαλὲς καὶ ἄφθονον καὶ διδασκαλικὸν τῶν αἱρέσεων. ἕτεροι γὰρ πολυλογίαις καὶ ποικίλαις μεθόδοις χρηθάμενοι καὶ δόξαντες ἑρμηνεύειν προσεπικατέστρεψαν καὶ τὴν προυπάρχουσαν τῆς προγνώσεως δόξαν, καὶ ῥῆσιν ἑλληνικὴν
διὰ τῶν λόγων ἀσκήσαντες βάρβαρον γνώμην ἐνεδείξαντο. τούτους δὲ ὑπολάβοι ἄν τις Σειρήνων τρόπον ἐπιδεῖξαι, αἵ τοὺς παραπλέοντας ἀπατηλῇ καὶ κεκλασμένῃ φωνῇ διὰ τῆς μουσικῆς τῶν ὀργάνων καὶ ἀλεθρίας ᾠδῆς προσκαλούμεναι παρὰ ταῖς ἐναλίαις πέτραις διώλλυον. ὅμοιον δὲ πάσχουσί τινες καὶ ἔπαθον
οἱ ἐντυγχάνοντες ταῖς ἐκείνων αἱρέσεσιν· οἳ κατʼ ἀρχάς μὲν τῇ τῶν λόγων φαντασίᾳ καὶ ἀγωγῇ θελχθέντες εἴς τε ἄπειρον ὕλην ἐμπεσόντες καὶ μὴ εὑρόντες τὴν ἔξοδον οὐ μόνον βυθῷ ἀλλὰ καὶ λαβυρίνθῳ διώλοντο· οἱ δὲ καὶ δόξαντες διεκπεφευγέναι 54 τὸν κίνδυνον τρυχηρᾷ καὶ πολυμερίμνῳ βασάνῳ περιπεσόντες ἀνιαρὸν τέλσς ἔσχον. ἐὰν οὖν τις Ὀδυσσέως φρόνημα λαβὼν παραπλεύσῃ τούτους, καταλείπει σεμνὴν τῳ βίῳ τὴν ἐπιστήμην, ἡ σύνοικος καὶ συνόμιλος γενόμενος ἀεὶ μεθʼ ἡδονῆς διανύει
τὸν χρόνον ἐκκόψας τὰς κακοτρόπους τῶν ἀντιπρασσόντων γνώμας μυστηρίων δίκην. ὅθεν τούτους μὲν ἐάσαντας εἰς τὴν τῶν προμειμένων καταντήσομεν δόξαν.
λϚ΄. Περὶ σίνους καὶ πάθουσ μεθ᾿ ὑποδειγμάτων καθ᾿ ἔκαστον ζῴδιον, οἷον ὁ Κριὸς τί ποιεῖ σίνος ἢ πάθος
καὶ τὰ ἑξῆς αὐτοῦ.
τύχης καὶ δαίμονος τὸν περὶ σίνους καὶ πάθους τόπον πρὸς τὴν τῶν κακοποιῶν παρουσίαν ἀποφαίνονται. οἷον ὁ κλῆρος τῆς τύχης στῆθος, β΄ πλευρόν, γ΄ κοιλία, δ΄ ἰσχία, ε΄ μόριον, καὶ Ϛ΄ μηροί, ζ΄ γόνατα, η΄ κνῆμαι, θ΄ πόδες, ι΄ κεφαλή, ια΄ πρόσωπον τράχηλος, ιβ΄ πήχεις ὦμοι. τὰ δὲ
πάθη ἀπὸ τοῦ δαίμονος. αὐτὸς γάρ οὖτος ὁ δαίμων ἐστὶ καρδία, β΄ ζῴδιον, ἡ ἐντὸς κοιλία γ΄, διʼ οὗ σπέρμα φέρεται καὶ νεφρῶν τόπος, δʼ κόλος, ε΄ ἦπαρ, δευτέρα κοιλία, ζ΄ κύστις, η΄ ἔντερα, θ΄ μηνίγγων τόπος καὶ ὀδόντων καὶ ἀκοῆς, ι΄ ἡ κατάποσις, ια΄ γλῶσσα, ιβ΄ στόμαχος. ταῦτα δὲ
κατὰ τὸν Λέοντα καὶ Καρκίνον ἀκολούθως δεδήλωται, ἐπεὶ ἡ μὲν Σελήνη τύχη τοῦ κόσμου ἐστίν, ὁ δὲ Ἥλιος νοῦς καὶ δαίμων. Καὶ ταῦτα μὲν οἱ πρὸ ἡμῶν· ἡμῖν δʼ ἀκριβέστερον ἐκ πείρας ἔδοξεν οὕτως. ἔστω γὰρ τὸν Κριὸν καθολικῶς σημαίνειν τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ αἰσθητήρια καὶ ὄψιν· ποιεῖ οὖν ὁ τόπος
κατὰ τὴν μέλουσαν ἡμῖν ἐπίλυσιν κεφαλαλγίας ἐπισκιασμούς ἀποπληξίας δυσηκοίας ἀμαυρώσεις λέπρας λιχῆνας μαδαρώσεις ἀλωπεκίας φαλακρώσεις ἀναισθησίας σηπεδόνας πνευστικῶν ἐπιφορὰς κονδυλώματα ὑπερσαρκώματα καὶ ὅσα περὶ τὰ αἰσθητήρια εἴωθε συμβαίνειν περί τε τὰς ἀκοὰς καὶ τούς ὀδόντας. ὁ Ταῦρος
δὲ σημαίνει τράχηλον πρόσωπον κατάποσιν ὄσφρησιν ῥῖνα, κύρτωσιν δὲ διὰ γυρὸν καὶ χώλωσιν διὰ τὴν καμπὴν τοῦ ποδός, 55 ὀφθαλμῶν ἀλγηδόνας καὶ αἰτίας ἐπικινδύνους ἢ πηρώσεις διὰ τὴν Πληῖάδα· ἔστι δὲ καὶ λατρευτικὸν ζῴδιον καὶ αἰσχροποιόν· ποιεῖ δὲ καὶ σπασμούς καὶ σταφυλοτομίας ἀνθρακώσεις χοιράδας πνιγμούς ἢ περὶ μυκτῆρας σίνη πάθη λύπας, πτώσεις ἀπὸ ὕψους ἢ τετραπόδων, κατάγματα μελῶν βρογχοκήλας ἐκκοπὴν ἰσχιάδα
ἀπόστημα. οἱ δὲ Δἱδυμοι εἰσὶν ὦμοι πήχεις χεῖρες δάκτυλοι ἄρθρα νεῦρα ἰσχύς ἀνδρεία μεταβολὴ θηλυγονία λόγος στόμα ἀρτηρία φωνή. κακωθέντες μὲν οὖν περὶ ταῦτα σίνη ἀποτελοῦσιν, ἐπάγουσι δὲ καὶ ληστηρίων ἢ πολεμίων ἐφόδους καὶ τραύμασι καὶ τομαῖς καὶ ἐκκοπαῖς μελῶν περιτρέπουσιν ἢ ἰκτερικούς ἢ ἀπὸ
ὕψους πτώσεις. Καρκίνος στῆθος στόμαχος μαζοὶ σπλὴν στόμα ἀπόκρυφοι τόποι ἀμαυρώσεις πηρώσεις διὰ νεφέλιον· γίνονται δὲ κατὰ τοῦτον τὸν τόπον λέπραι ἀλφοὶ λιχῆνες ἀποπληξίαι ὑδρωπικοὶ τῆς αἰτίας ἐκ τοῦ σπληνὸς γενομένης πλαγιοβαθεῖς ἢ ὑπόχωλοι ἢ ἀνάπηροι ἰκτερικοὶ ἑτερόχροες, ἐκφυεῖς τοῖς ὀδοῦσιν
ἢ τοῖς ἀφθαλμοῖς ὑπόστραβοι, μιλφοὶ πτίλοι ἔγκυρτοι, ἀπὸ θηρίων ἐνύδρων ἀδικούμενοι καὶ περὶ τὰς ὄψεις φακοὺς καὶ ῥαντίσματα ἔχοντες, βηχικοὺς ἀναφορικούς ἰκτερικούς πλευρικοὺς πνευμονικούς. Λέων πλευραὶ ὀσρὺς καρδία ἀνδρεία ὅρασις νεῦρα· γίνονται οὖν μανιώδεις ἢ θεοφορούμενοι καὶ ἀπὸ βίας ἢ μοχθηρίας σπώμενοι
ἢ διʼ ἀνδρείαν ἢ σώματος ἄσκησιν ἐκβολὴν μέλους κολόβωσιν ὑπομένοντες καὶ περὶ τοὺς φωστῆρας ἀδικούμενοι. ἔστι δὲ καὶ δυσωδίας αἴτιος· ὅθεν καὶ ἐπαίσχρους ποιεῖ ἢ ἀποκόπους καταγματικούς, ἀπὸ ὕψους ἢ τετραπόδων πίπτοντας καὶ ὑπὸ θηρίων δακνομένους καὶ ὑπὸ συμπτώσεως ἢ ἐμπρησμοῦ σινουμένους, ἔτι
καὶ μελαγχολικούς φαγεδαίνας κιναιδίας. Παρθένος κοιλία ἔντερα καὶ τὰ ἐντὸς ἀπόκρυφα, ὅθεν καὶ τὰς αἰτίας τῶν παθῶν ἀποτελεῖ, καὶ περὶ τὰς συνουσίας ἀσθενεστέρους ἢ ἐγκρατεῖς καὶ αἰδοίους. Ἵνα δὲ μὴ δοκῶμεν ἐπὶ πολὺ γράφειν, ἐκ τῆς τοῦ ζῳδίου καὶ τῆς τοῦ ἀστέρος φύσεως τά τε σίνη καὶ πάθη πρόδηλα
γίνεται. ποιεῖ δὲ ὀφθοπνοῖκνοὺς κλάσματα θεοφορουμένους φοιβήσεις, γυναικὶ δὲ ὑστερικὰς διαθέσεις καὶ περὶ κοιλίαν αἰτίαν. Ζυγὸς ἰσχία γλουτοὶ κόλον μορίων ὀπίσθια μέρους. ποιεῖ δὲ ὁ τόπος παραλυτικοὺς κλάσματα κήλας δυσεντερίας ὕδρωπας λιθιάσεις. Σκρπίος μόρια ἕδρα· ποιεῖ δὲ διὰ κέντρον καὶ
ἀμαυρώσεις πηρώσεις ἐπισκιασμούς λιθιάσεις στραγγουρίας περιοδικὰς νόσους πολυκοιλίας συριγγώματα. Τοξότης μηροὶ βουβῶνες· 56 γίνονται δὲ ἑτερόχροες συγγενήματα ἔχοντες φαλακροὶ ἐπισκιαζόμενοι ἢ ὀφθαλμοπόνοι ἢ πηρώσιες στόματος δυσωδίαι ποδάγραι· ποιεῖ δὲ καὶ ἀπὸ ὕψους ἢ τετραπόδων πτώσεις, μελῶν ἐκβολὰς καὶ θηρίων ἀδικίας, περισσομελεῖς. Αἰγόκερως· γόνατα
νεῦρα τῶν τε ἐντὸς καὶ ἐκτὸς σπαστικὰ διὰ εἶναι αἰνιγματώδη· ποιεῖ δὲ ἀμαυρώσεις πηρώσεις διὰ τὴν ἄκανθαν, μανίας, διʼ ὑγρῶν ὀχλουμένους, ἔτι δὲ φρενίτιδας γυναικοκαυσίαι τριβάδες ἀσελγεῖς λατρευτικοὶ αἰσχροποιοί. Ὑδροχόος σκέλη κνῆμαι νεῦρα ἄρθρα, ποιεῖ δὲ ἐλεφαντιῶντας ἰκτερικοὺς μελαγχλώρους πηροὺς ὑδρωπικοὺς
μανιώδεις ἀποκόπους καταγματικούς, τοῖς δὲ στραγγουρίας. Ἰχθύες πόδες νεῦρα ἄκρα· γίνονται ἀρθριτικοί, λεύκας λιχῆνας λέπρας ἔχοντες, καταωφερεῖς ἐπίψογοι πολύσινοι περισσομελεῖς ψελλοὶ δύσκωφοι ψωροί, ἀπὸ ἐνύδρων θηρίων ἀδικούμενοι ἢ διʼ ὑγρῶν παθῶν ὀχλούμενοι.
οὗτοι τὰ πάθη δηλώσουσι· καὶ οἱ εἰς τὸν περὶ πράξεως τόπον ὡσαύτως σοι νοηθήσονται. ἐνεργέστερα μὲν οὖν τὰ σίνη καὶ τὰ πάθη γενήσεται, ἐπὰν κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι τοῖς τόποις ἢ τοῖς οἰκοδεσπόταις· γίνονται δὲ ἀσινεῖς ἢ ἀπαθεῖς, ὅταν καλῶς οἱ τόποι καὶ οἱ κύριοι ἀκάκωτοι τύχωσιν. ἕκαστος μὲν
οὖν ἀστὴρ ἴδιον ἀποτέλεσμα ποιεῖ ἧς ἔλαχε φύσεως. ἐὰν γὰρ ὑποθέσεως χάριν ὁ κλῆρος εἰς Κριὸν ἐμπέσῃ ἢ ὁ τούτου κύριος Ἄρης ἐπῇ καὶ τοῦ Κριοῦ καὶ τοῦ Σκορπίου ἐκυρίευσε], προλέγειν σίνος περὶ κεφαλὴν καὶ μόριον ἢ ἕδραν· οἷον ⟨γὰρ⟩ εἴωθε κατὰ τὴν ἰδίαν φύσιν ὁ ἀστὴρ ἀποτελεῖν, ἀποτελέσει. ἔσθʼ ὅτε ἢ γὰρ ἀμφοτέρων τῶν τόπων κακωθέντων τὰ σίνη καὶ τὰ πάθη γίνονται, καὶ μάλιστα ὅταν κακοποιοὶ κυριεύσωσιν ἢ ἐπιμαρτυρήσωσιν. Ἔστω δὲ ἐπὶ ὑποδείγματι, ἵνα μὴ δόξωμεν ἀποκρύφως εἰρηκέναι, Ἥλιος Ζεὺς Ἄρης Αἰγόκερῳ, Σελήνη ὡροσκόπος Λέοντι,
Κρόνος Ταύρῳ, Ἀφροδίτη Ἑρμῆς Ὑδροχόῳ, ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ κύριος τῆς τύχης Κρόνος Ταύρῳ· γέγονε πηρὸς διὰ τὴν Πληιάδα καὶ διὰ τὸν κακοποιὸν Κρόνον καὶ ἀρρητοποιὸς 57 διʼ ἀμφότερα τὰ ζῴδια· καὶ γὰρ Ζεὺς ὁ κύριος τοῦ δαίμονος τοῦ ἐν Ἰχθύσιν Αἰγόκερῳ εὑρέθη. καὶ ἐκ τούτων δὲ ἐδηλώθη ὅτι ὁ ποδαγρός· ἀρκετὸν μὲν ἦν ἀπὸ τοῦ κλήρου καὶ τοῦ κυρίου πάθος καὶ σίνος εὑρηκέναι.
Καρκίνῳ, Ζεὺς Παρθένῳ, Ἑρμῆς Σκορπίῳ, ὡροσκόπος Αἰγόκερῳ. κλῆρος Σκορπίῳ· ἐσινώθη μόριον. ὁ κύριος τοῦ Σκορπίου Τοξότῃ γέγονε φαλακρὸς καὶ πηρὸς διὰ τὴν ἀκίδα. Ζεὺς δὲ ὁ κύριος Ἄρεως καὶ τοῦ δαίμονος τῷ περὶ θεοῦ τόπῳ εὑρεθεὶς ἐποίησεν ἀναβλέψαι διὰ θεοῦ· γέγονε δὲ καὶ χρησμοδότης.
ἀποτελοῦσιν. εἰκότως μὲν ὁ συγγραφεὺς ἔφη· ἐὰν ὁ τὸ σίνος ἀποδεικνύων ἐπὶ κραταιοῦ τόπου τυχὼν ὑπὸ κακοποιοῦ κατοπτευθῇ, δυσεξάλειπτα καὶ οὐκ ἰάσιμα τὰ συμβαματικὰ πάθη γενήσεται· εἰ δὲ τῷ λυπουμένῳ τόπῳ ἀγαθοποιὸς ἐπῇ ἢ προσεπιμαρτυρἡσῃ, ἤτοι ἰατρείαις
ἢ θεοῦ βοηθείᾳ ἀπαλλαγήσονται. κραταιοὺς οὖν τόπους λέγει τὰ κέντρα καὶ τῶν κλήρων τὰς δύο ἐπαναφοράς, καὶ μάλιστα ὅταν οἱ κακοποιοὶ λαχόντες ἐπῶσι τούτοις. χρὴ μὲν οὖν ἀκριβῶς καὶ μοιρικῶς τούς κλήρους ἐξετάζειν· πολλάκις γὰρ κατὰ μὲν τὴν πλατικὴν θεωρίαν εἴς τι ζῴδιον συνεκπίπτει ὁ
κλῆρος, κατὰ δὲ τὴν μοιρικὴν εἰς ἄλλο. συμβαίνει δὲ τοῦτο παρὰ τὰς τῶν φώτων καὶ ὡροσκόπου μοίρας, εἰ ἤτοι ἐπὶ τέλει ἢ ἀρχαῖς τῶν ζῳδίων εὑρίσκεται. καθολικῶς μὲν οὖν Ἥλιος Σελήνη Κρόνος Ἑρμῆς διάμετροι ἢ ἐπαναφερόμενοι σίνη περὶ ὄρασιν καὶ αἰτίας ἑτέρων παθῶν ἢ μανίας ἢ ἀποπληξίας ἐπιφέρουσι. Ἄρεῖ
Ἥλιος ἐπαναφερόμενος ἢ τῳ αὐτῷ ζῳδίῳ ὑπάρχων ἀναφορικοὺς αἱμοπτυῖκοὺς καρδιακοὺς ἀποτελεῖ καὶ περὶ ὁρατικὸν σίνη. Κρόνος δὲ καὶ Ἄρης τῷ ὑπογείῳ ἤτοι ὁμόσε ἢ κατὰ μόνας ἐπισκιασμούς ἢ καταπτωτικούς ἢ θεῶν ἢ νεκρῶν εἰδωλοποιητὰς καὶ ἀποκρύφων ἢ ἀπορρήτων μύστας· τὸ δʼ ὅμοιον, κἂν τὴν σύνοδον
ἢ πανσέληνον καθυπερτερήσωσιν ἢ διαμετρήσωσιν ἢ καὶ κατὰ μόνας τὴν Σελήνην ἢ τῆς Σελήνης φάσιν τινὰ λυούσης κατοπτεύσωσι, 58 μανιώδεις ἐκστατικούς πτωματικοὺς ἀποφθεγγομένους ἀπεργάζονται.
ὡροσκόπος Παρθένῳ· μὲν κλῆρος τῆς τύχης Σκορπίῳ, ὁ δαίμων Καρκίνῳ. ἠναντιώθη οὖν τῷ δαίμονι διανοητικὸν ἀποτελοῦντι καὶ ψυχικὸν Κρόνος καὶ τὴν πανσέληνον καὶ τὴν προγενομένην φάσιν κατώπτευσεν, ὁ δὲ κύριος τοῦ κλήρου ἠναντιώθῃ τῷ ὡροσκόπῳ. ἔσχε μὲν οὖν καὶ περὶ τοὺς ἀναγκαίους τόπους σίνος
καὶ ποδῶν αἴσθησιν, ἐξαιρέτως δὲ ἐσεληνιάσθη.
σημαίνων τὰ περὶ βουβῶνα καὶ μηροὺς καὶ πόδας ἐποίησε περὶ ταῦτα σίνος καὶ ποδάγραν· καὶ γὰρ αὐτὸς νεύρων κυριεύει. τοῦ δὲ Κρόνου τῳ ὑπογείῳ εὑρεθέντος θεῶν καὶ νεκρῶν εἴδωλα ἐφαντάσθη.
Ζεὺς ὡροσκόπος Διδύμοις, Ἄρης Καρκίνῳ, Ἀφροδίτη Ἰχθύσιν, Ἑρμῆς Αἰγόκερῳ. ὁ κλῆρος τῆς τύχης Αἰγόκερῳ. ὁ δαίμων Σκορπίῳ· τούτοις ἠναντιώθησαν οἱ κακοποιοί· ἐγένετο μαλακὸς ἀρρητοποιός. καὶ γὰρ Αἰγόκερως ἀσελγὴς καὶ ὁ τούτου κύριος Ταύρῳ, παθητικῷ ζῳδίῳ· καὶ Σκορπίος τὸν τρόπον τῆς ἀσελγείας δηλοῖ.
περὶ βουβῶνα τόπους. ὅθεν τῳ δαίμονι ἐπεισερχόμενοι οἱ κακοποιοὶ ἢ ἐναντιούμενοι μανιώδεις ἢ ἐκστατικοὺς ποιοῦσιν.
Κρόνος καθυπερτέρησε τὴν σύνοδον καὶ τὰ ρῶτα καὶ ὁ κύριος Ἄρης παρέπεσεν.
σκόπος Ὑδροχόῳ, Ἄρης Ἀφροδίτη Ταύρῳ, Ζεὺς Ζυγῷ. κλῆρος τύχης Ἰχθύσι, κλῆρος δαίμονος Αἰγόκερῳ. ὁ τοιοῦτος θεόληπτος μανιώδης. ὁ κύριος τοῦ κλήρου Ζεύς εἰς τὸν περὶ θεοῦ Ζυγόν, ὁ τοῦ δαίμονος κύριος Κρόνος ὡροσκόπῳ εὑρέθη δὲ καὶ Ἀφροδίτη τῷ ὑπογείῳ.
λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
ὡς κεῖται μετὰ τίνων καὶ ὑπὸ τίνος ἢ τίνων μαρτυρεῖται ἢ δεσπόζεται. τροπικοῖς γἂρ ζῳδίοις οὖσα ἢ δισώμοις χρηματίζουσα μάλιστα ἐπὶ νυκτὸς πολυγάμους ποιεῖ καὶ πολυκοίνους, καὶ μάλιστα ἐὰν ὁ Ἑρμῆς αὐτῇ ὁμόσε τύχῃ, ἢ πολὺ μᾶλλον ἐὰν καὶ ὁ Ἄρης αὐτῇ ἐπιμαρτυρήσῃ· καὶ γὰρ εἰς παίδων ἀρρένων ἐπιπλοκὰς
κὰς ἔρχονται. εἰ δὲ καὶ τὸ ζῴδιον ᾖ βλοσυρώτερον, πρὸς τὰς συνουσίας ἐπιτακτικώτεροι γίνονται. ἐὰν ἡ Ἀφροδίτη χρηματίζῃ, 60 ὁ δὲ κύριος αὐτῆς δεδυκώς ἢ κακοδαιμονῶν ἢ φθοροποιὸς αὐτὴν κακώσῃ ἢ φαύλως ᾖ κείμενος, ἀτυχεῖς περὶ τοὺς γάμους καὶ συναλλαγάς ποιεῖ, ἐὰν δὲ αὐτὴν τὴν Ἀφροδίτην φθοροποιὸς ἀθετήσῃ μαρτυρήσας ἢ καὶ τὸν οἰκοδεσπότην μάλιστα, θανάτους
γυναικῶν ποιήσει ἢ σίνη ἢ περιστάσεις. ἐὰν μὲν καλῶς ἔχωσι πρὸς τὴν γένεσιν, κληρονομίας αὐτῶν· κακῶς δὲ κείμενοι πάθη καὶ λύπας.
ζῳδίῳ τύχη ἢ καὶ δρίοις ἢ καὶ κατʼ ἰσοσκελῆ γραμμὴν ὑπὸ αὐτοῦ διαμετρηθῇ καὶ μήτε Ἄρης μήτε Ζεύς αὐτῇ ἐπιμαρτυρήσῃ μήτε Ἑρμῆς μήτε συμπαρῶσιν αὐτῇ, παντελῶς ἔσονται χῆραι καὶ παρθένοι. πάντοτε δὲ διαμετρῶν Κρόνος Ἀφροδίτην σεσινωμένην γυναῖκα δίδωσιν ἢ στεῖραν ὁμοίως καὶ γυναικὶ ἄνδρα. ἐὰν δὲ
Κρόνος μεσουρανήσῃ, διαμετρῇ δὲ τὴν Ἀφροδίτην, δούλην δίδωσι γυναῖκα. ἐὰν Ἀφροδίτη Κρόνου οἴκῳ οὖσα ὑπὸ Διὸς μαρτυρηθῇ ἢ ἀπορρέουσα Διὸς Κρόνῳ συνάπτῃ ἡ εἰς κόλλησιν αὐτοῦ ἔρχηται, βλέπηται δὲ ὑπὸ Ἄρεως, τροφοῖς αὐτῶν ἢ καθηγητῶν γυναιξὶν ἢ μητρυιαῖς ἢ πατέρων ἢ μητέρων ἀδελφαῖς ἢ ἀδελφοῖς ἐπιμίσγονται.
Ἡλίου δὲ αὐτοῖς συνεπιμαρτυρήσαντος ἢ τῇ Σελήνη ἔτι μᾶλλον τὰ ἁμαρτήματα περικυλίσει, μάλιστα τῆς Σελήνης μαρτυρούσης αὐτοῖς ἢ ὑπʼ αὐτῶν μαρτυρουμένης. Ἀφροδίτη τῷ δυτικῷ ζωδίῳ μετὰ Κρόνου ἢ τῳ ὑπογείῳ κέντρῳ ἀγεννέσι γάμοις ἐπιμίξει ἢ καὶ ἐπʼ αὐτοῖς πένθη ποιήσει. καθόλου ὅσοι
Ἀφροδίτην ἔχουσι σὺν Κρόνῳ ἢ καὶ οἰκοδεσποτοῦσαν αὐτοῦ ἢ καθυπερτεροῦσαν καὶ τὸν Δία τούτοις μαρτυροῦντα, πρεσβυτέραις ἐπιπλακήσονται ἢ καὶ ὑπερεχούσαις· ἐὰν δὲ γυναικὸς ᾖ, τὸ αὐτό.
καὶ Ἀφροδίτη τετράγωνοι ἢ διάμετροι ζηλοτύπους ποιοῦσιν· Ἄρεως δὲ ἐπιμαρτυρήσαντος μείζων ἡ ἐπίτασις. Σελήνη Ἀφροδίτη τρίγωνος ἰδίῳ οἴκῳ ἢ τετράγωνος, μάλιστα ἐπίκεντροι, συγγενικούς δίδωσι γάμους, καὶ μᾶλλον Ἄρεως καὶ Διὸς μαρτυρησάντων. Ἥλιος ἰδίῳ οἴκῳ ἢ ὑψώματι μετὰ Διὸς καὶ Ἀφροδίτης 61 συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ πατρός· Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι Διὸς καὶ Ἀφροδίτης ὁρίοις σὺν Ἑρμῇ καὶ Σελήνη συγγενικῷ γάμῳ ζευγνύουσιν ἀπὸ μητρός. Ἀφροδίτη τῷ ὑπογείῳ κέντρῳ τυχοῦσα μετὰ Σελήνης ἢ καὶ εἰ διαμετρήσωσιν ἀλλήλας ἢ καὶ ἀντιμεσουρανήσωσιν, ἀδελφικοῖς ἢ συγγενικοῖς ζευγνύουσι
προσώποις. πάντοτε Κρόνος Ἀφροδίτην ἐπιδεκατεύων ἢ εἰ διαμετρήσει ἢ εἰ σὺν αὐτῇ τύχη ἢ οἰκοδεσποτεῖ αὐτῆς, ψύξει τοὺς γάμους ἢ ῥυπαίνει, καὶ μᾶλλον Ἑρμοῦ μαρτυροῦντος. Κρόνος καὶ Αφροδίτη τῇ ἐπαναφορᾷ ἢ ἐπὶ κέντρῳ αὐτῇ μαρτυρῶν ποιεῖ αἰσχρούς καὶ καταφερεῖς καὶ νεωτερίζοντας καὶ ἀναξίαις ἢ
δούλαις ἐπιπλεκομένους, ὧν χάριν χειμασθήσονται, ἐὰν μή τις μεσεμβολῶν διακόψῃ τὴν κάκωσιν. ἐὰν δὲ ὁ τοῦ Διὸς μαρτυρῇ. πολλὰ καὶ τῶν ἀτακτημάτων κρυβήσεται καὶ οὐκ ἔσται αίσχρά· ἐπιμιγήσονται γὰρ καὶ ὑπερεχούσαις γυναιξὶ καὶ ταῖς τῶν γνωρίμων καὶ οὐ πολυτεκνήσουσιν αἵ τε θυνερχόμεναι αὐτοῖς στειρωθήσονται
ἢ καὶ βραδέως συλλήψονται καὶ συλλαβοῦσαι διαφθείρουσι· τὰ δʼ ὅμοια καὶ ἐπὶ θηλυκῆς γενέσεως νοείσθω.
διαμαρτήσει, ἐὰν μὴ ἰδίοις τύχωσιν οἴκοις ἢ ὑψώμασι χρηματίζοντες. ἐὰν ὑπὸ Διὸς Σελήνη ἀκτινοβοληθῇ ἢ συσχηματίζηται αὐτῷ, ὁ δὲ Κρόνος αὐτῇ σὺν τῷ Διὶ μαρτυρῇ, ἀναξίᾳ γυναικὶ καὶ ἀργυρωνήτῳ συνοικήσει· τὸ γὰρ ἀξίωμα ὁ Κρόνος βλάπτει. ἐὰν δὲ ἐπὶ τούτου τοῦ σχήματος ἡ Ἀφροδίτη ὑψώματι ὑπάρχῃ ὑπὸ
Διὸς μαρτυρουμένη, διὰ ταύτην προβιβασμοῖς καὶ ὑπάρξει γνωσθήσεται παρὰ μεγάλοις ἀνδράσιν. ἐὰν δὲ καὶ Ἑρμῆς σχηματίζηται ἐπὶ τοῦδε τοῦ διαθέματος, πρακτικοὶ μὲν ἔσονται καὶ εὐεπίβολοι καὶ φρόνιμοι καὶ ἐπαφρόδιτοι, πολύκοιτοι δὲ καὶ ἐπὶ πολὺ ἀστατοῦντες περὶ τοὺς γάμους. καθόλου δὲ Ζεὺς Ἀφροδίτην
ἐπιθεωρῶν ἢ καὶ οἰκειούμενος αὐτῇ ἢ καὶ κατὰ μοῖραν σύμφωνος αὐτῇ εὐσυναλλάκτους ποιήσει καὶ ἀπὸ γυναικῶν ὠφελουμένους τάς τε γυναῖκας ἀπὸ ἀνδρῶν κἀν κεκακωμένη ᾖ, ἐπικουρεῖται ὡς μὴ πάντα διασφάλλεσθαι.
καὶ μὴ κεκακωμένη ὑπὸ Κρόνου εὐγάμους ποιεῖ, ὑπὸ 62 Διὸς δὲ μαρτυρουμένη ἀντέχει ταῖς κακώσεσιν εἰς τὸ μὴ σφάλλεσθαι, συμπαθείας ποιοῦσα καὶ γάμους. κακοδαιμονοῦσα Ἀφροδίτη ἰδίῳ οἴκῳ ἢ ὑψώματι ἐπιδεκατευομένη ὑπὸ Διὸς ἢ τρίγωνος θεωρουμένη γάμον μὲν ἀγαθὸν δίδωσι, λυπήσει δὲ ἐπὶ
θανάτῳ γυναικὸς ἀγαθῆς. ἐὰν Ἀφροδίτη καὶ Κρόνος κακοδαιμονῇ τοῦ Διὸς μὴ ἐπιβλέποντος, δύσγαμοι ἢ χῆροι γίνονται ἀπολείψει καὶ θανάτοις τρυχόμενοι. ἐὰν δὲ τούτῳ τῷ θχήματι, τουτέστι κακοδαιμονούσῃ Ἀφροδίτη καὶ ἀκαταμαρτυρήτῳ ὑπὸ Διὸς φθοροποιὸς αὐτῇ ἐπιμαρτυρῇ οἷον Ἄρης, κατάμοιχοι γίνονται ἢ
ἔνοχοι μοιχείας, ἀνέραστοι ῥυπαροὶ καὶ διὰ ταῦτα εἰς περιστάσεις ἀγόμενοι. πάντοτε δὲ τῇ Ἀφροδίτη συμπαρόντες ἢ διαμετροῦντες αὐτὴν χωρισμοὺς συμβίων ἢ θανάτους ποιήσουσιν ἢ καὶ συμβισεις ἐπιλύπους καὶ πολὺ μᾶλλον, ἐὰν καὶ τὴν Σελήνην συγκακώσωσι.
αὐτῶν πάσχουσιν, ὅσα καὶ διῴκησαν· πολὺ δὲ μᾶλλον, ἐὰν τούτοις Ἑρμῆς μαρτυρήσῃ. τὰ δʼ αὐτὰ ἐπὶ θηλυκῆς γενέσεως γίνονται. ἐὰν δὲ καὶ Κρόνος ἐπιμαρτυρήσῃ, ἔτι πλεῖον· εὐποιήσαντες γὰρ αὐτὰς ἀχαριστοῦνται, ὥστε καὶ ἐπιβουλεύειν ὡς ἀχαριστηθέντας, ἢ τὰς γυναῖκας τοῖς ἀνδράσιν.
δὲ μή, συσχεθήσεται ἢ συναιρεθήσεται, ἐὰν τοῦτον ἔχῃ τὸν τρόπον τοῦ θανάτου· εἰ δὲ μή, ἀναλώσας πολλὰ σωθήσεται. ὅσοις δʼ ἂν συμβῇ κεῖσθαι τὴν Ἀφροδίτην κακῶς καὶ Ἄρεα κακοδαιμονοῦντα καὶ παῤ αἵρεσιν χρηματίζωσιν ἢ τῷ δύνοντι ζῳδίῳ τύχωσιν καὶ συναιρετιστοῦ οἴκῳ, χεῖρον ἔσονται φθοραὶ καὶ
μοιχεῖαι ἐπικίνδυνοι, ἔσονται δὲ καὶ φθονικαὶ κατακρίσεις· ὁμοίως δὲ καὶ διαμετροῦντες ἀλλήλους ποιοῦσι τὰ προγεγραμμένα, ἐπιτατικώτερον 63 δὲ εἰς χωτιδμοὺς καὶ ἀηδίας καὶ ζηλοτυπίας καὶ ἀργὰς καὶ μᾶλλον ἐπιβουλὰς καὶ κινδύνους μεταλαμβάνουσι. διὰ δὲ τὸ τὸν Ἑρμῆν αὐτοῖς μαρτυρεῖν τὰ νεωτερικὰ ἐπακολουθεῖ ἁμαρτήματα, προσέτι δὲ καὶ εἰς δουλικὰ πρόσωπα καὶ παῖδας ἐμπλέκονται, πολυκοιτοῦσι δὲ καὶ μοιχαίνουσι καὶ καταφημίζονται, ὑποφθοραί
τε ὑπὸ φίλων καὶ δούλων καὶ ἐχθρῶν καὶ στάσεις γίνονται καὶ φαρμακεῖαι. Ζεὺς δὲ συνὼν μαρτυρῶν μετὰ ἀφροδισίας τὰ προγεγραμμένα ἐπιτελεῖ λεληθότως καὶ ἐπὶ μείζονα προβιβάζονται ὕπαρξιν, μάλιστα ἐὰν ἀνατολικὸς ᾖ ἢ ἐπίκεντρος.
συνέρχονται. ὅταν Ἀφροδίτη ἀνατολικῇ Ἑρμῆς ἐπιμαρτυρῇ Κρόνου μὴ κοινωνήσαντος μηδὲ τῷ οἰκοδεσπότῃ, παρθένοις καὶ νεωτέραις ζεύγνυνται· κὰν Ἄρης ἐπιβλέπῃ, μᾶλλον· κἂν Ζεύς, ἀξιωματικώτερον. καθόλου δὲ πάντως αὐτῇ συσχηματιζόμενος Ἑρμῆς ἐγκυλίει καὶ συμπλέκει νεωτέραις καὶ ὑποτεταγμέναις
καὶ οἱ ἄνδρες καὶ γυναῖκες τῇ αὐτῇ γενέσει. ὁ δὲ Ἄρης ἐάν τε ὁμόσε αὐτῇ τύχῃ ἐάν τε τετράγωνος, μοιχοὺς λάγνους ἀναξίων ἐγκυλισμοὺς ψόγους χωρισμοὺς θανάτους συμβίων ποιεῖ· χεῖρον, ἐὰν διάμετρος ὁ Κρόνος, εἰς πρεσβυτέρας ἢ εἰς στειρώδη συνάπτει πρόσωπα· ὁ δὲ Ζεὺς ἀξιωματικὰ πρόσωπα. εἰ δὲ τῷ τοῦ Διὸς
σὺν τῇ Ἀφροδίτη κειμένῳ καὶ ὁ τοῦ Κρόνου σχηματισθῇ, ὑπερεχούσαις γυναιξὶ ἢ δεσπότισι μίσγονται, τὸ δʼ ὅμοιον καὶ ἐπὶ γυναικῶν· πρὸς ἐπὶ τούτοις δὲ καὶ ὑστέρως καὶ ὀψίγαμοι καὶ ἐγκρατεῖς γίνονται καὶ σώφρονες, ὅταν ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Ἑρμοῦ ἀλλοτριωθῶσι τῆς Ἀφροδίτης. ἐὰν δὲ Κρόνος καὶ Ζεὺς
συνῇ ἢ τρίγωνοι αὐτὴν μαρτυρῶσι, βεβαιότερα. ὅσοι Ἀφροδίτην ἑῷαν ἀνατολικὴν ἔχουσιν ἐπὶ ἀρρενικῆς γενέσεως, ἐπιτακτικοὶ γίνονται γυναικῶν· ὅσοι δὲ ὑπὸ τὰς αὐγάς, ὑποτάσσονται· τὸ ἀνάπαλιν ἐπὶ θηλυκῶν.
ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην, νυκτερινῆς δὲ τὸ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου. ὁ οὖν διάμετρος τόπος τοῦ κλήρου μοιχείας δηλωτικὸς ἔσται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἐπὶ τοῦ διαμέτρου εὑρεθῇ καὶ ὁ τοῦ τῆς μοιχείας κλήρου τῳ γαμικῷ, προσμοιχεύσουσι καὶ ὕστερον συναλλάσσουσι καὶ συναλλάξαντες
64 χωρίζονται καὶ πάλιν κατὰ μοιχείαν συνελεύσονται. ἐὰν ὁ κύριος τοῦ γαμικοῦ κλήρου ἔχῃ ἐῷαν ἀνατολήν, ἀπὸ πρώτης ἡλικίας μίγνυνται γάμοις. ἐὰν δʼ ἑσπερίαν, ὀψιγαμοῦσιν· ἐὰν δὲ δυτικὸς ᾖ χρηματίζων, ζηλοτύπως τοῖς γάμοις ἢ ἀσυννόμως ἐπιπλέκονται.
ὁ μὲν κύριος τοῦ γάμου δίδωσι τὸν πρῶτον γάμον, οἱ δὲ συμφωνήσαντες τῷ γαμοστόλῳ ἢ τῷ κυρίῳ αὐτοῦ ἀγαθοποιοὶ δώσουσι καὶ αὐτοὶ γάμους, καὶ μᾶλλον, εἰ καὶ διφυῆ ᾖ τὰ ζῴδια τῶν μαρτυρούντων ἢ καὶ αὐτὸς ὁ γαμοστολικός.
λη΄. Ἄλλω περὶ γάμου μετὰ ὑποδείγματος.
Σκορπίῳ ταπεινοῦσθαι καὶ ἀφαίρεσιν τοῦ φωτὸς κοσμικῶς ποιεῖσθαι. ἔσται οὖν ἡ μὲν Ἀφροδίτη τῶν ἀνδρῶν γαμοστόλος, ὁ δὲ Ἄρης τῶν γυναικῶν καθολικῶς· ὅθεν ἐπὶ μὲν τῶν ἀνδρῶν τὸν περὶ γάμου τόπον δεῖ συμφωνεῖν τῷ δαίμονι, ἐπὶ δὲ γυναικῶν τῷ κλήρῳ τῆς τύχης διὰ τὴν ἀλληλουχίαν καὶ συνέλευσιν Ἡλίου καὶ
Σελήνης· οὕτως γὰρ συμπαθὴς καὶ παράνομος ὁ γάμος κριθήσεται. ἐὰν οὖν τῷ γαμοστολικῷ τόπῳ πολλοὶ ἀστέρες ἐπῶσιν ἢ μαρτυρῶσιν, ἔσται πολυγαμία καὶ ἐὰν μὲν σὺν τῇ Σελήνη πλέκωνται οἱ ἀστέρες Διὸς μαρτυροῦντος, νόμῳ συνελεύσονται· ἐὰν δὲ Κρόνου, θανάτῳ χωρισθήσονται· ἐὰν δὲ Ἑρμοῦ χωρὶς τοῦ Διός,
ἐπὶ δούλαις ψογηθήσονται. ἐὰν δὲ Ζεὺς μαρτυρήσῃ Κρόνῳ, νόμιμος γάμος ἀναδειχθήσεται ἢ καί τινας ἐξευγενίσουσιν· ἐὰν δέ πως τῇ Ἀφροδίτη προσπλέκωνται ἢ λόγον ἔχωσιν, ἀπὸ συνηθείας ὁ γάμος ἔσται· καὶ ἐὰν μὲν Ζεὺς μαρτυρήθῃ, καὶ νόμιμος ἔσται καὶ ἐπωφελὴς καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ τοῦ Διὸς ἀπόντος
Κρόνος Ἑρμῆς Ἄρης μαρτυρῶσι, κοιναῖς καὶ ἀποτέκναις συνελεύσονται ἢ ἐπαίσχροις καὶ λελωβημέναις. τῇ δὲ Ἀφροδίτη ἡ Σελήνη ἐὰν προσγένηται, τὸ ἑταιρικὸν καὶ λάγνον ἐπακολουθήσει καὶ ζηλοτυπίαι καὶ στάσεις γενήσονται καὶ εὐυπόκριτος ἡ συμβίωσις.
προσπλέκωνται, προεσκυλμέναις ἢ ἀπὸ συνηθείας συνελεύσονται. ἐὰν δέ πως ἡ Σελήνη ἢ Ἀφροδίτη τῷ Διὶ ἢ τῷ Ἡλίῳ συσχηματίσωνται τῶν λοιπῶν ἀπόντων, μονόγαμοι γίνονται.
τούς τε οἰκοδεσπότας καὶ τὸν κύριον, καὶ πότερον ἀγαθοποιοὶ ἢ κακοποιοί. καὶ εἰ μὲν τῆς αἱρέσεως ὄντες συσχηματίζονται, καλὸς ἔσται καὶ συμπαθὴς ὁ γάμος· ἐὰν δὲ οἱ τόποι ἢ οἱ κύριοι διαμετρήσεσιν ἀλλήλους ἢ ὑπὸ κακοποιῶν κατοπτευθῶσιν, ἐναντιώματα στάσεις ζηλοτυπίαι ἔχθραι κρίσεις περὶ τὴν συμβίωσιν γενήσονται,
ἔσθʼ ὅτε μὲν οὖν καὶ ἀνάγκην ὑπομένοντες κολάζονται. ἐὰν δὲ τούτων σχηματιζομένων οἰκείως ὁ τοῦ Κρόνου ἐπιμαρτυρήσει, θανάτῳ ὁ χωρισμὸς ἔσται· ἐὰν δὲ Ἑρμῆς τύχῃ τοῦ δαίμονος κύριος, ἡ δὲ Σελήνη τοῦ γαμοστόλου καὶ συμπαρῶσιν ἢ μαρτυρῶσιν ἀλλήλοις, συνελεύσεται κυρίαις ὁ τοιοῦτος ἢ ὑπερεχούσαις
γυναιξὶν ἢ βίῳ ἢ γένει. ἐὰν δέ πως καὶ ὁ τοῦ Διὸς συμμαρτυρήσῃ, ἐπωφελὴς καὶ συμπαθὴς ἡ συνέλευσις ἔσται· ἐὰν δὲ Κρόνος ἢ Ἄρης, ταραχαὶ ἢ φθόνοι ἢ χωρισμοὶ γενήσονται καὶ κακωτικαὶ αἰτίαι παρακολουθήσουσιν. ἐὰν δέ πως Ζεὺς οἰκοδεσποτῇ καὶ τῇ Σελήνη συσχηματίζηται καὶ Κρόνος μαρτυρῆ, μητρὶ ἢ μητρυιᾷ
συνελεύσεται· εἰ δὲ καὶ Σελήνη μὴ ἔχουσα λόγον πρὸς τὸν κλῆρον τῆς μητρός, πρεσβυτέραις συνελεύσεται. ἐὰν δὲ ὁ τοῦ Διὸς οἰκοδεσποτῇ τοῦ δαίμονος, ὁ δὲ τῆς Ἀφροδίτης τοῦ γαμοστόλου, ἀδελφαῖς ἢ συγγενέσι συνέρχονται· καὶ ἐὰν μὲν ὁ Κρόνος ἐπιμαρτυρήσῃ, λαθραίως τὸ γινόμενον ἔσται· ἐὰν δὲ Ἑρμῆς ἢ Ἄρης, χωρισμοὶ
ἢ δειγματισμοὶ γενήσονται. ἐὰν δὲ τοῦ Κρόνου ἀπόντος Ἥλιος μαρτυρήσῃ, νόμῳ καὶ φιλίᾳ γενήσεται καὶ συμπαθὴς ὁ γάμος καὶ ἐπωφελής· ἐὰν δὲ ὁ Ἡλιος οἰκοδεσποτῇ, ἡ δὲ Σελήνη κυριεύσῃ τοῦ γαμοστόλου καὶ συσχηματισθῇ τῷ Ἡλίῳ καὶ Διὸς μαρτυροῦντος, συμπαθὴς καὶ ἰσότιμος καὶ νόμιμος ὁ γάμος ἔσται
ἔνδοξός τε καὶ λαμπρός. ἐὰν Ἡλίου οἰκοδεσποτοῦντος Ἀφροδίτη τοῦ γαμοστόλου κυριεύσῃ Κρόνου μαρτυροῦντος, ἐπὶ θυγατρὶ ψογισθήσεται. 66 ἐὰν δὲ ὁ γαμοστόλος γένηται πρὸς Κρόνον καὶ αὐτὸς κυριεύσῃ τοῦ δαίμονος ἢ Ἄρης, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Κρόνος οἰκοδεσποτῇ τοῦ δαίμονος, τὸν δὲ περὶ γάμου τόπον λάχῃ Ἀφροδίτη καὶ εὑρεθῇ σὺν Ἑρμῇ ὑπὸ Ἄρεως μαρτυρουμένη, στείρᾳ ἢ
ἐπιψόγῳ συνελεύσεται. ξέναις δὲ συνέρχονται ἢ ἀλλοφύλοις ἢ ἐπὶ ξένης τὸν γάμον ἀναδέχονται, ἐπὰν ὁ γαμοστόλος ἔκκεντρος τύχῃ ἢ τοῦ δαίμονος ἀπόστροφος· ποταπαῖς δέ, ἡ τῶν ζῳδίων καὶ ἀστέρων φύσις δηλώσει.
τῆς τύχης καὶ τὸν γαμοστόλον ἀπὸ Σελήνης ἐπὶ Ἄρεα καὶ συγκρίνειν ταῦτα. ἐὰν γάρ πως ἡ Σελήνη κυριεύσῃ τοῦ κλήρου, ὁ δὲ Ερμῆς τοῦ γαμοστόλου καὶ συμπαρῇ τῇ Σελήνη ἢ ἐπιμαρτυρήσῃ, δούλῳ συνελεύσεται ἢ ἀπελευθέρῳ· ἐὰν δέ πως καὶ ὁ Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ἔσται· ἐὰν δὲ τούτων οὕτως ἐχόντων ὁ
τοῦ Διὸς τὸν περὶ τέκνων τόπον ἔχῃ καὶ συνεπιμαρτυρήσῃ Κρόνος, τέκνῳ συνελεύσεται ἢ νεωτέρῳ τέκνου τάξιν ἐπέχοντι. ἐὰν δὲ Κρόνου γένηται ὁ περὶ τέκνου τόπος καὶ αὐτὴ ἡ Σελήνη Κρόνῳ συνέλθῃ, ἄγαμοι μενοῦσιν. ἐὰν δὲ Σελήνη οἰκοδεσποτῇ, ὁ δὲ Κρόνος γαμοστολῇ καὶ συμπαρῇ ἢ μαρτυρῇ τῇ Σελήνῃ, συνελεύσεται
μὲν ἀνδρί, μισήσει δὲ αὐτὸν καὶ ἀστάτως τὸν βίον διάξει. ἐὰν δὲ Σελήνη τοῦ κλήρου κυριεύσῃ, τοῦ δὲ γαμοστόλου Ἄρης καὶ μαρτυρῶσιν ἀλλήλοις, βέβαιος ἔσται ὁ γάμος ἢ διʼ ἁρπαγῆς ἢ πολέμου καὶ αἰχμαλωσίας· καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρήσῃ, καὶ νόμιμος ὑστέρου γενήσεται. ἐὰν διάμετρος τύχῃ τῆς Σελήνης
Ἄρης ὑπὸ Κρόνου μαρτυρούμενος καὶ Ἡλίου, κατηγορηθεὶς μαλακὸς ἔσται. ἐὰν δέ πως ἐπὶ θηλυκῶν Ἀφροδίτη κυριεύσῃ τοῦ κλήρου, ταύτῃ δὲ συμπαρῇ ὁ Ἥλιος τὸν γαμοστόλον καὶ πατρικὸν κλῆρον κεκληρωμένος Κρόνου μαρτυροῦντος, πατράσι συνελεύσεται. ἐὰν δὲ κυριεύσῃ ὁ Ἥλιος τοῦ πατρικοῦ τόπου, συνελεύσεται πρεσβυτέρῳ
πατρὸς τάξιν ἔχοντι. ἐὰν δὲ ἡ Ἀφροδίτη οἰκοδεσποτῇ, ὁ δὲ Ἑρμῆς τὸν περὶ γάμου τόπον ἔχῃ, Κρόνος δὲ τούτοις ἐπιμαρτυρήσῃ, πολύκοινοι γίνονται ἢ ἐπὶ τέγαις σταθήσονται. καὶ ἐὰν μὲν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ, περικτήσονται καὶ προσφιλεῖς γενήσονται· ἐὰν δὲ ὁ Ζεὺς ἀπῇ, αἰσχρῶς καὶ κακοπαθῶς διάξουσιν.
ἐὰν δὲ Ἀφροδίτη Ἰχθύσιν ἡ Αἰγόκερῳ εὑρεθῇ τοῦ σχήματος τοιούτου ὄντος, καὶ αἰσχροποιήσουσιν. ἐὰν Ἄρης κληρώσηται τὸν 67 δαίμονα, Σελήνη δὲ τὸν γαμοστόλον, ἁρπαγμὸς ὁ γάμος ἔσται· κὰν διάμετρος εὑρεθῇ μαρτυρούμενος ὑπὸ Κρόνου ἢ Ἡλίου, κατηγορηθεὶς ἀλώσεται. ἐὰν Ἀφροδίτη τοῦ γαμοστόλου ᾖ κυρία, ὁ δὲ τοῦ Ἄρεως τοῦ κλήρου τῆς τύχης, ἀπὸ συνηθείας ὁ γάμος. ἐὰν δὲ καὶ Κρόνος καὶ Ἑρμῆς μαρτυρήσῃ Διὸς ἀπόντος, μοιχείας κριθήσεται.
καὶ τὰ λοιπὰ δὲ σχήματα, ὅσα καὶ ἐπὶ τῶν ἀνδρῶν εἴρηται, δεῖ καὶ ἐπὶ τῶν γυναικῶν φυλάσσειν εἰ γὰρ καὶ ποικίλως δοκεῖ τετάχθαι, σαφέστερα μέντοι γε τοῖς ἐντυγχάνουσι γενήσεται.
λθ΄. Περὶ τεκνώσεως ἢ ἀτεκνίας.
σκεπτέος. κακωθέντες μὲν οὖν ὑπὸ Κρόνου καὶ Ἄρεως ἀτεκνίας εἰσὶν αἴτιοι ἢ ἀναιρέσεως τέκνων, ὑπὸ δὲ Διὸς βοηθούμενοι εὐτεκνίας εἰσὶν αἴτιοι. σκεπτέον οὖν καὶ τὸν κληρικὸν οἰκοδεσπότην τῶν τέκνων, ὃς οὕτως εὑρίσκεται. περὶ μὲν ἀρρενικῶν ἀπὸ Διὸς ἐπὶ Ἑρμῆν. περὶ δὲ θηλυκῶν ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην καὶ τὰ ἴσα
ἀπὸ ὡροσκόπου. ὁ τοίνυν κύριος τοῦ περὶ τέκνων μαρτυρούμενος ὑπὸ φθοροποιοῦ ἀναιρεῖ τέκνα, ὑπὸ δὲ τῶν διδόντων τὰ τέκνα εὐτεκνίας ἐστὶ δηλωτικός. Πετόσιρις δέ, ὅταν Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἑρμῆς μὴ κακωθῶσιν, εὐτεκνίας δηλωτικοί· ὅταν δὲ ἐναλλάξ, θρήνους καὶ θανάτους περὶ τέκνα ποιοῦσιν. ὅσοι τοῖς
διδοῦσι τὰ τέκνα μαρτυροῦσιν ἀπὸ δισώμων ζῳδίων ἢ καὶ αὐτοὶ δισώμοις εἴησαν, διπλασιάζεται ἀριθμός. οἱ θηλυκοὶ ἀστέρες τῷ τεκνοδότῃ μαρτυροῦντες θηλυκὰ διδοῦσιν, οἱ ἄρρενες ἄρρενα. ἐπὶ ἀρσενικῆς γενέσεως, ἐὰν ὁ τοῦ Διὸς τύχῃ μετὰ Ἄρεως οἰκοδεσποτῶν ἡ οἰκοδεσποτούμενος ὑπὸ Ἄρεως καὶ ὁ τοῦ Κρόνου
μαρτυρῇ τῇ Ἀφροδίτη ἢ οἴκῳ αὐτῆς εἴη, ἀτεκνίας δοτικὸν τὸ σχῆμα καὶ τὰ γενόμενα ἀποβαλοῦσιν. ἐπὶ δὲ θηλυκῆς γενέσεως, ἐὰν Σελήνη Ἑρμοῦ τόποις τύχη, ἡ δὲ Ἀφροδίτη ἀρρενικῷ ζῳδίῳ ὑπὸ Κρόνου μαρτυρηθῇ ἢ οἰκοδεσποτηθῇ, ἄτεκνοι γίνονται ἢ τὰ γεννώμενα διαφθείρουσιν. ἐὰν Ζεὺς βλέπη τὴν Σελήνην ἢ
τὴν Ἀφροδίτην, Σελήνη δὲ Ἑρμοῦ τόποις ᾖ, Κρόνος δὲ διαμετρῇ ἢ μεσουρανῇ, Ἄρης δὲ ἐπιμαρτυρῇ Κρόνῳ, αὗται μονοτοκοῦσιν 68 ἢ στειροῦνται. Ἀφροδίτη ἐπιμαρτυρουμένη ὑπὸ Διός, κακωθεῖσα δὲ ὑπὸ Κρόνου δυσκόλως κἀν ἑνὸς δίδωσι παιδοποίησιν· εἰ δὲ καὶ συγκακωθῇ ἡ Σελήνη, παντελῶς ἄπαιδες γίνονται. Κρόνος Ἄρης μεσουρανοῦντες ἢ ἀντιμεσουρανοῦντες ἀτέκνους ποιοῦσιν,
εἰ μή πως ὑπὸ ἀγαθοποιοῦ μαρτυρηθῶσι.
μ΄. Περὶ ἀδελφῶν.
Κρόνος δὲ ἐναντιωθεὶς ἀνελεῖ πρεσβύτερον. Κρόνος μετὰ Ἄρεως τυχών ὀλεθρεύει ἀδελφούς ἢ ἀσθενικούς ποιεῖ. τῳ τρίτῳ τόπῳ τοῦ ὡροσκόπου, ὅς ἐστι περὶ ἀδελφῶν, οἰκειουμένη μὲν Ἀφροδίτη καὶ Σελήνη ἀδελφὰς δώσουσι, καὶ μάλιστα ἐὰν θηλυκὸν ᾖ τὸ ζῴδιον. ἐὰν δὲ Ἥλιος Ζεὺς Ἑρμῆς ἀρρενικῷ ζῳδίῳ τύχωσιν, ἄρρενας
διδοῦσιν. οἱ δὲ φθοροποιοὶ τὸν περὶ ἀδελφῶν τόπον μαρτυρήσαντες, εἰ μὲν ᾖ κακῶς κείμενος, τοὺς γενομένους ἀδελφοὺς ἀνελοῦσιν ἢ καὶ ἀναδέλφους ποιοῦσιν ἢ ὀλιγαδέλφους· οἱ ἀγαθοποιοὶ τῷ περὶ ἀδελφῶν τόπῳ μαρτυροῦντες οὐ μόνον διδόασιν ἀδελφούς, ἀλλὰ καὶ ἐπʼ ἀγαθῷ ποιοῦσιν. ὁ τοῦ Ἀρεως χρηματίζων
τῷ περὶ ἀδελφῶν καὶ καλῶς κείμενος μάλιστα ὑπὸ ἀγαθοποιοῦ μαρτυρούμενος καὶ μάλιστα τὴν Σελήνην ἐπιβλέπων ἀδελφοδότης γίνεται. τινὲς δὲ κληρικῶς λαμβάνουσι τὸν περὶ ἀδελφῶν τόπον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Δία, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου.
μα΄. Περὶ βιαιοθανάτων μεθ᾿ ὑποδείγματος.
πρόδηλα ποιεῖ τοὺς γεννωμένους οἵτινες ἕσονται τοῦ βίου τε ὑπόστασιν ὁποίαν τινὰ ἔξουσι, τοῖς τρόποις τε ὁποῖοι, σώματος μορφῆς τύπον, ἂ πάντα τούτῳ κατακόλουθα γίνεται. τούτου δ᾿ ἄνευθεν οὐδέν, οὔτε πρᾶξις οὔτε δόξα, προσπάρεστιν οὐδενί. πῶς γὰρ δυνατὸν
περὶ ἕνα ἀστέρα οἰκοδεσποτείας γενομένης ἐν πᾶσιν εὐτυχῆσαι τὴν γένεσιν ἢ τοὐναντίον δυστυχῆσαι; ἀλλὰ καθολικῶς μὲν τῆς ἀρχῆς ὑποστάσεως δ τῶν ἐπισήμων καὶ μέσων καὶ ταπεινῶν γεννῶν ἕτερος εὑρεθήσεται ἢ τῶν λοιπῶν παρέξει δύναμιν, πρὸς δὲ τὰ λοιπὰ ἕτερος. εὑρίσκομεν δέ τινας περὶ μὲν τὸν βίον καὶ
δόξαν εὐτυχοῦντας καὶ συγκεκοσμημένους τῇ φαντασίᾳ τοῦ δοκοῦντος οἰκοδεσπότου οἰκείως ἐσχηματισμένου, περὶ δὲ τέκνα καὶ γυναῖκας δυστυχοῦντας ἀσελγεῖς τε καὶ ἐπαίσχρους γενομένους καὶ μιαίνοντας τὸν βίον καὶ θρυλλουμένους ὡς ἀναξίους τῆς τοιαύτης ὑποστάσεως, τινὰς δὲ καὶ ὑστέρου καθαιρουμένους ἢ βιαιοθανατοῦντας.
οὐκ ἄρα ἐν πᾶσιν εὐτυχὴς ὁ γεννώμενος οὐδὲ κατὰ ἀκολουθίαν τοῦ οἰκοδεσπότου ταῦτα γέγονεν, ἑτέρα δὲ οἰκοδεσποτεία κακωθεῖσα ἠμαύρωσε τὴν δόξαν ἐπεισενεγκαμένη πολλὰς αἰτίας. ἄλλους δὲ ἀπὸ ταπεινῆς καὶ ἀδόξου τύχης καταλαμβάνομεν εἰς ἀνυπέρβλητον καὶ δυσέλπιστον ὑπόστασιν χωροῦντας· τινὰς
δὲ περὶ μὲν τέκνα καὶ γυναῖκας εὐτυχοῦντας, περὶ δὲ τὸν βίον ἐνδεεῖς· ἄλλους δὲ εὐδαίμονας μὲν περὶ τὴν ὕπαρξιν, ἀδόξους δὲ καὶ ἐπισινεῖς· ἑτέρους δὲ πολυχρονίους μέν, ἐπιμόχθους δὲ καὶ λελωβημένους· τινὰς δὲ πολυκτήμονας μέν, ὀλιγοχρονίους δὲ ἢ φθισικούς μὴ δυναμένους δὲ τῶν παρόντων μεταλαμβάνειν. ἕτερος
οὖν ὁ ζωοδότης ἐγένετο καὶ ἕτερος τῆς ὑπάρξεως καὶ τοῦ θανάτου κύριος.
γεννᾶ ὁ παραπεσὼν, ὁ δὲ τῆς δόξης καὶ τοῦ βίου κύριος ἐπίκεντρος εὑρεθεὶς καὶ παραλαβών τοὺς χρόνους λαμπρὸν κατασκευάσει. οὕτω καὶ ὁ τὸν εὐδαίμονα γεννήσας καὶ ἐπίκεντρος εὑρεθεὶς ἢ ἐν χρηματιστικοῖς τόποις διαφυλάσσει ἕως τῶν ἰδίων χρόνων, καθυπερτερηθεὶς δὲ ἢ διαμετρηθεὶς ὑπὸ τοῦ τὸ πάθος ἢ τὸ σίνος ἢ
ἑτέραν τινὶ κακωτικὴν αἰτίαν μερίζοντος καὶ ἀντιπαραχωρήσας ἐξασθενήσει τῆς ἰδίας δυνάμεως. καὶ ἕτερα δὲ πλεῖστα ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐξαίρετα εἴωθε γίνεσθαι, ἅτινα οὐ διὰ μιᾶς οἰκοδεσποτείας οὐδὲ πραγματείας συνίσταται, ἀλλὰ διὰ πολλῶν. Ἐὰν οὖν τις ἀκριβῶς διεξιχνεύσῃ τοὺς τόπους καὶ τὰς οἰκοδεσποτείας,
εὐκατάληπτον ἕξει περὶ ὃ εὐτυχεῖ μέρος ἡ γένεσις καὶ περὶ ὃ δυστυχεῖ, ὅσοι οὖν λόγον ἔχοντες ἀστέρες ἤτοι περὶ βίον ἢ ζωὴν ἢ σίνος ἢ πάθος ἢ πρᾶξιν ἢ καὶ περὶ τὰ λοιπὰ ἐπὶ ἑνὸς κακωθῶσι, περὶ ἐκεῖνο τὸ εἶδος καταβλάπτουσι τὴν γένεσιν. μᾶλλον μὲν οὖν εὑρίσκομεν τὸν συγγραφέα μιὴ χρώμενον μιᾷ δυνάμεως
οἰκοδεσποτείᾳ· τὸ γάρ λέγειν ὁ μὲν γὰρ ἐπέχει πρᾶξιν, ὁ δὲ ὕπαρξιν χρόνων, ὁ δὲ μονὴν ἢ μετατροπήν, ὁ δὲ φθίσιν· καί· προκατοπτευόμενος τῆς συνοδικπης τοπογραφίας ἢ πανσεληνιακῆς ἀποχωρήσεως, ἧσπερ καὶ τὰ ὅλα ἀνήρτηται πρός τε τὰ κέντρα καὶ τὰς τούτων
ἐπαναφοράς· καί· σκοπεῖν δὲ δεῖ τὸν ἐναρχόμενον γενεθλια λογεῖν δύσεως προδύσεως ἐπικαταδύσεως τόπον· ἐν γὰρ τούτοις εὑρίσκεσθαι τὴν πεπρωμένην τελευτήν· καὶ ἄλλα δὲ πολλά. δεῖ οὖν ἕτερον μὲν τόπον περὶ πράξεως λαμβάνειν καὶ δόξης, ἕτερον δὲ περὶ ζωῆς, ἕτερον περὶ
σίνους καὶ πάθους καὶ θανάτου. οὐκ ἄρα οὖν πάντα ἑνὶ οἰκοδεσπότῃ κατακόλουια γενήσεται· εὐλόγως οὖν καὶ ἡμεῖς διὰ πολλῶν δυνάμεων τὰς ἀποδείξεις ποιούμεθα.
μαρτυρούμενος, αἰτίαν θανάτου κακὴν ἀποτελεῖ, κἂν τῷ τῆς τεσσαρακοσταίας ζῳδίῳ Κρόνος ἢ Ἄρης ἢ Ἑρμῆς ἐπῇ, βιαιοθανασίας προδηλοῖ, τὸ δὲ ὅμοιον καὶ ἐπὶ τῆς δύσεως ἢ προδύσεως κακοποιοὶ τυχόντες βιαιοθανασίας καὶ αἰτίας παθῶν καὶ κακοθανασίας ἀποτελοῦσι. τὴν δὲ αὐτὴν δύναμιν καὶ ὁ ὄγδοος
τόπος ἀπὸ ὡροσκόπου ἐφέξει πρὸς τὰς αἰτίας τῶν θανάτων, ὁμοίως καὶ ἀπὸ κλήρου τύχης τόπος η΄. Σκοπεῖν οὖν δεῖ τὸν κλῆρον καὶ τὸν τούτου κύριον, ἐπὶ ποίων ζῳδίων τυγχάνει· ἐν γὰρ τούτοις αἱ αἰτίαι τοῦ θανάτου προδειχθήσονται, ἐπεὶ καὶ κοσμικῶς ἡ Σελήνη, ἥτις ἐστὶν Τύχη, τῷ Κριῷ Ἡλιῳ συνοδεύουσα
ἐν τῳ η΄ ζῳδίῳ Σκορπίῳ τὴν ἔκλειψιν καὶ ἀφαίρεσιν τοῦ φωτὸς ἐποιήσατο διὸ καὶ ταπείνωμα αὐτῆς προσηγορεύθη.
ἔστιν οὖν ὁ Ἄρης ἑαυτοῦ ἀναιρέτης, ὅθεν καὶ αὐτόχειρας ποιεῖ καὶ ὑψόθεν ῥίπτοντας καὶ ἑτοιμοθανάτους ἢ συνιστοροῦντας κακοῖς, ληστρικοὺς φονικούς τὰς τῶν θανάτων αἰτίας ἑαυτοῖς ἐπιφέροντας καὶ ὑπὸ θηρίων ἢ πυρὸς ἢ συμπτώσεως ἀπολλυμένους, ἔτι δὲ ἀπὸ τετραπόδων καὶ ἀρμάτων καὶ ἐπαγωγῆς. —Ὁ δὲ Ταῦρος
ἀναιρεῖται ὑπὸ Τοξότου, ὅπερ ἐστὶν Ἀφροδίτη ὑπὸ Διός· οὗτοι εὐθανατοῦσιν ἐκ τροφῆς ἢ πληθώρας ἢ οἴνου ἢ συνουσίας ἢ ἀποπληξίας ἀποκοιμηθέντες ἢ ἐκλυθέντες μηδεμιᾶς αἰτίας κακωτικῆς παρεμπεσούσης, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐπών ἢ μαρτυρήσας ἐκ τῆς ἰδίας φύσεως τὸ τέλος ἐπεισενεγκόμενος τὴν αἰτίαν
τοῦ θανάτου δηλώσει. — Οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω, τουτέστιν Ἑρμῆς ὑπὸ Κρόνου· γίνονται οὖν τινες βιαιοθάνατοι ὑπὸ μελαίνης χολῆς ὀχλούμενοι ἢ νευρικαῖς αἰσθήσεσι περιπεσόντες ἢ ἐν καθύγροις τόποις θηρίων ἑρπετῶν κακώσει ἢ καταδικασθέντες 72 συσχεθέντες πνιγέντες ληστῶν ἢ πολεμίων ἐχόδοις περιπεσόντες ἢ φαρμάκων πείρᾳ διὰ τὸ κάθυγρον. — Ὁ Καρκίνος ὑπὸ Ὑδροχόου, ὅπερ ἐστὶ Σελήνη ὑπὸ Κρόνου· ἀπόλλυνται δὲ διʼ ὑγρῶν ἢ τῶν ἐντὸς ἀχλήσεων ἢ περιπεσόντες σπληνὸς ἢ στομάχου ἀλγηδόσιν,
ἀναφοραῖς ὑγρῶν, θαλάσσῃ ποταμοῖς ψυγμοῖς ἑρπετῶν θηρίων ἐπιφοραῖς ἐλεφαντιάσει ἰκτέροις σεληνιασμοῖς φαρμακείαις συνοχαῖς πολυχρονίαις ἑτέραις νόσοις, ἐπὶ δὲ θηλυκῶν μαζῶν ἀλγηδόσι καρκινώμασι κρυπτῶν πόνοις ἢ μήτρας ἢ πνιγμῷ ἢ ἐμβρυοτομίᾳ τοκετῶν. — Ὁ Λέων ὑπὸ Ἰχθύων, Ἥλιος ὑπὸ Διός.
ὅθεν τελευτῶσι καρδιακοὶ ἡπατικοὶ ἢ ἐν καθύγροις κινδυνεύουσιν ἢ διʼ ὑγρῶν αἰτιῶν καὶ πτώσεων καὶ διὰ ῥιγοπυρετων ἢ ἐν βαλανείοις ἢ διὰ γυναικῶν δόλους. — Ἡ Παρθένος ὑπὸ Κριοῦ, Ἑρμῆς ὑπὸ Ἄρεως· τελευτῶσι δὲ διὰ προδοσίας καὶ κακουχίας πολέμοις ἢ λησταῖς περιπεσόντες, ἐμπρησμοῖς συμπτώσεσιν ἐπισκιασμοῖς
αἰχμαλωσίαις χόλῳ δυναστῶν ἡ διὰ ἀπαγωγῆς ἢ ἀπὸ τετραπόδων ἢ ὕψους πτώσεως, συνθραύσεως μελῶν, θηρίων ἐπιφοραῖς· ἐπὶ δὲ θηλυκῶν προσώπων πτώσεσι κοιλίας, ἐμβρυοτομίαις τοκετῶν, αἱμαγμοῖς φθοραῖς. — Ὁ Ζυγὸς ὑπὸ Ταύρου, Ἀφροδίτη ὑπὸ ἑαυτῆς ὅθεν αὐτόχειρες γίνονται διὰ πόσεως φαρμάκου
ἀσπιδόδηκτοι ἐγκρατευόμενοι συνουσιάζοντες, τελευτῶσι σταφυλοτομηθέντες ἀποπνιγέντες κολοβωθέντες ἢ πηροὶ καὶ παραλυτικοὶ γενόμενοι ἢ αἰτίαις διὰ θηλυκῶν προσώπων περιπεσόντες. — Σκορπίος ὑπὸ Διδύμων, Ἄρης ὑπὸ Ἑρμοῦ. διὰ σιδήρου τομῆς μορίων ἕδρας ἢ στραγγουρίας σηπεδόνος ἀγχόνης ἑρπετῶν βίας
μάχης, ληστῶν ἐφόδοις ἢ πειρατῶν ἐπιφοραῖς ἢ διʼ ἐξουσίας διὰ πυρὸς σκολοπισμοῦ ἑρπετῶν θηρίων αἰτίας. — Τοξότης ὑπὸ Καρκίνου, Ζεὺς ὑπὸ Σελήνης· τελευτῶσιν οὖν καὶ σπληνικοὶ ἢ ἡπατικοὶ στομαχικοὶ ἀναφορικοὶ αἱμοπτυῖκοί, ἀπὸ τετραπόδων πτώσεως ἢ θηρίων δακετῶν αἰτίαις συμπτώσεων ναυαγιῶν καθύγρων
τόπων σεληνιασμοῦ πηρώσεως ἐκλύσεμως. — Αἰγόκερως ὑπὸ Λέοντος, Κρόνος ὑπὸ Ἡλίου· τελευτῶσι [γὰρ] καρδιακοὶ καταγματικοί, ἐν βαλανείοις ἢ πυρίκαυστοι, χόλῳ βασιλέως ἢ δυναστῶν ἢ σκολοπισμοῦ θηρίων κακώσεως τετραπόδων ἢ ὕψους πτώσεως. — Ὑδροχόος ὑπὸ Παρθένου, Κρόνος ὑπὸ Ἑρμοῦ· τελευτῶσι 73 δὲ ὑπὸ τῶν ἐντὸς φθισικῇ αἰτίᾳ ὑδρωπικῇ ἐλεφαντιάσει ἰκτερικῇ νόσῳ σιδηροσφαγίᾳ δυσεντερίᾳ γυναικὸς προδοσίᾳ. — Ἰχθύες ὑπὸ Ζυγοῦ, Ζεὺς ὑπὸ Ἀφροδίτης· διʼ ὑγρῶν ἢ φαρμακοποσίας ῥευμάτων ἢ νεύρων αἰσθήσεως μορίων ἥπατος πόνων ἰσχιάδος ἑρπετῶν θηρίων αἰτίας.
προσβλέπειν οὖν δεῖ τοὺς τόπους καὶ τοὺς κυρίους, ὅπως εἰσὶ κείμενοι καὶ ὑπὸ τίνων μαρτυροῦνται, ἢ τῶν οἰκείων ἢ ἐναντίων, καὶ οὕτως διακρίνειν οἱ μὲν γὰρ κακοποιοὶ ἐπόντες τοῖς τόποις ἢ μαρτυροῦντες τοῖς οἰκοδεσπόταις βιαιοθανασίας ἀποτελοῦσιν, οἱ δὲ ἀγαθοποιοὶ διὰ προφάσεως ἢ πόνου ἢ σίνους ἢ πάθους ἢ
πυρετῶν ἐπιφοράς. οἷον ἐπεὶ οἱ Δίδυμοι ὑπὸ Αἰγόκερω ἀναιροῦνται καὶ Ὑδροχόος ὑπὸ τῆς Παρθένου, ὅπερ ἐστὶν Ἑρμῆς ὑπὸ Κρόνου καὶ Κρόνος ὑπὸ Ἑρμοῦ, ἐὰν οὖν οὗτοι ἐπὶ γενέσεως διάμετροι ἢ τετράγωνοι τύχωσι λόγον ἔχοντες, καὶ κακοθανάτους ποιοῦσιν ἢ ὀλιγοχρονίους, ἐπεὶ ὁ ζωοδότης τῷ κυρίῳ τοῦ θανάτου
ἠναντιώθη. εἰ δὲ ἄλλως λόγον μὴ ἔχοντες κατοπτεύωσιν ἀνοικείως ἀλλήλους, ἐναντιώματα καὶ κρίσεις καὶ ἀπαγωγὰς καὶ ἑτέρας αἰτίας ἀπαραμόνους ἐπάγουσιν. ὁμοίως καὶ ἐπὶ τοῦ Ἄρεως καὶ Ἑρμοῦ τὸ αὐτὸ σχῆμα νοείσθω. οὐ βούλεται οὖν ὁ Πα λαιὸς διαμέτρους αὐτοὺς εἶναι λέγων· πᾶσα μὲν οὖν ἀντιζυγῆς
στάσις ἀνατολῆς τε καὶ δύσεως οὕτινος τῶν ἀστέρων ἤ καὶ Ἡλίου καὶ Σελήνης ἐπιδίκως ἀνυέσθω. ἐγὼ δέ φημι τῶν λόγον ἐχόντων πρὸς ἀναίρεσιν ἢ καὶ πρὸς ἑτέραν τινὰ οἰκοδεσποτείαν τὰ αἴτια καθίστασθαι περί τε δόξης καὶ βίου καὶ τέλους.
ἐν ὕδατι ἀποπνιγείς, ἠναντιώθη δὲ καὶ τῇ πανσελήνῳ Ἄρης καὶ ὁ κύριος Κρόνος ἀπόστροφος· ὅθεν καὶ ἐβιαιοθανάτησεν.
ὑπὸ Κρόνου ὄντος τῷ πανσεληνιακῷ ζῳδίῳ· ὁμοίως καὶ ὁ κύριος Ἑρμῆς τῆς πανσελήνου ἠναντιώθη. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.
κλῆρος τύχης Διδύμοις· τούτοις Κρόνος Ἑρμῆς Ἄρης φρουρηθέντες ἀλλήλων ὄντες ἀναιρέται ὑπὸ Σελήνης ἐμαρτυρήθησαν, ὁμοίως δὲ καὶ ὁ κύριος τῆς πανσελήνου ἀπόστροφος· Ζεὺς δὲ τῷ θανατικῷ τόπῳ ἐπὼν καὶ ἀκρόνυχος γενόμενος οὐκ ἴσχυσε βοηθῆσαι. ὁ τοιοῦτος ἐτραχηλοκοπήθη.
κλῆρος τύχης Παρθένῳ, ὁ θανατικὸς τόπος Κρίῷ· οἱ τούτων κύριοι ἠναντιώθησαν ἀλλήλοις καθύγρῳ ζῳδίῳ, ἄλλως τε καὶ ὁ Ἄρης ἐπὶ τῆς δύσεως ἔτυχεν. ὁ τοιοῦτος βαλανείῳ ἐκλυθεὶς ὠπτήθη.
Ἑρμῆς Τοξότῃ, Ζεὺς Ταύρῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ὑδροχόῳ. κλῆρος τύχης Λέοντι· τούτῳ ἐπίκειται Ἄρης πυρώδει καὶ ἡλιακῷ ζῳδίῳ ἐναντιούμενος τῳ ὡροσκόπῳ· τὸν δὲ θανατικὸν τόπον καθυπερτέρησεν Κρόνος καὶ Ἑρμῆς. ὁ τοιοῦτος ζῶν ἐκάη.
Διδύμοις, Ἄρης ὡροσκόπος Καρκίνῳ, Ἀφροδίτη Ὑδροχόῳ, Ἑρμῆς Τοξότῃ. ὁ κλῆρος τῆς τύχης Ζυγῷ· τούτῳ Σελήνη ἔπεστι καθυπερτερουμένη ὑπὸ Ἄρεως ἐναντιουμένη Ἡλίῳ, ὁ θανατικὸς τόπος Ταύρῳ, Κρόνος ἔπεστιν. ὁ τοιοῦτος ἐθηριομάχησεν.
ἀπηγχόνησεν.
ήναντιώθη δὲ καὶ ὁ Ἄρης τῷ ἰδίῳ οἴκῳ. ὁ τοιοῦτος ἐθηριομάχησε.
πλὴν καὶ αὐτοὺς πολλαῖς κακίαις συμπεφυρμένους. βίαιοι γὰρ οἱ τοιοῦτοι μετὰ ἀνάγκης γινόμενοι ἀνοσίοις καὶ ἀθεμίστοις πράγμασιν περιτρέπονται· ἀδικοῦσιν δὲ ἤ λεηλατοῦσιν ἅρπαγές τε καὶ ἀλλοτρίων ἐπιθυμηταὶ καθίστανται ὑψαυχενοῦντες καὶ ἀλογιστοῦντες διὰ τὴν τῆς δόξης ἐπίκαιρον εὐδαιμονίαν· τὰ γὰρ
ἴδια ἁμαρτήματα ἑτέροις ἐπεισάγουσιν. ἀλλὰ καὶ θεοῦ καὶ θανάτου καταφρονοῦσιν· ἄρχουσι γὰρ ζωῆς καὶ θανάτου· ὅθεν οὐ διὰ παντὸς τοῖς τοιούτοις εὐτυχὲς διαμένει, διὰ δὲ τὴν τοῦ ἐναντιώματος στάσιν οἱ μὲν ἀπὸ δόξης εἰς ἀτιμίαν ἢ ταπεινὴν καθαιροῦνται τύχην, οἱ δὲ βιαιοθανατοῦσιν· τινὲς δὲ ὅσα ἑτέροις
76 ἐνεδείξαντο, αὐτοὶ πάσχουσιν τιμωρούμενοι καὶ κολαζόμενοι καὶ μεμφόμενοι τὴν προγενομένην τῆς δόξης ἀνωφελῆ φαντασίαν. ἃ γὰρ μετὰ πόνου καὶ μερίμνης καὶ βίας καὶ χρόνῳ συνεσώρευσαν, τούτων στιγμῇ ἀφαιρεθέντες λυποῦνται ἢ ἑτέροις ἄκοντες συνεχώρησαν.
ἐπακολουθεῖ γὰρ τούτοις σὺν τῇ ἀβεβαίῳ τύχη νέμεσις χαλιναγωγὸς φθόνος ἐπιβουλὴ προδοσία λύπη μέριμνα φθίσις σώματος, ὡς καὶ βουλομένους ἀπαλλάττεσθαι τῆς ματαίας εὐδαιμονίας μετρίαν μεταμφιασαμένους τὴν τύχην μὴ δύνασθαι, πάσχειν δὲ ὅσα ἡ πεπρωμένη ἄκοντας ἐβιάσατο.
Anthologiarum libri. Vettius Valens. ed. Wilhelm Kroll. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.