Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς
Ἔχουσιν εἰς σωτηρίαν, ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν καὶ πρόνοιαν ἀναιροῦσιν; Περὶ μὲν οὖν θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη·
Θάρσει, βοηθεῖν πᾶσι [μὲν] τοῖς ἀξίοις
Εἴωθεν ὁ θεός, τοῖς δὲ τοιούτοις σφόδρα.
Εἰ μὴ παρέσται προεδρία τις κειμένη
Τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν; 121.D
Εἴη γὰρ οὕτως· ἀλλὰ καὶ λίαν ὁρῶ
Τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν
Πράττοντας ἀτόπως, τοὺς δὲ μηδὲν ἕτερον ἢ
Τὸ λυσιτελὲς τὸ κατ᾿ αὐτοὺς μόνον,
Ἐντιμοτέραν ἔχοντας ἡμῶν διάθεσιν.
Ἐπὶ τοῦ παρόντος· ἀλλὰ δεῖ πόῤῥω βλέπειν
Καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν.
Οὐχ ὃν τρόπον γὰρ παρ᾿ ἐνίοις ἴσχυκέ τις
Δόξα κακοήθης τῷ βίῳ τ᾿ ἀνωφελής,
Φορά τις ἔστ᾿ αὐτόματος, ἢ βραβεύεται
Ὡς ἔτυχε· ταῦτα γὰρ πάντα κρίνουσιν ἔχειν
Ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον.
Ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία, 122.A
Καὶ τοῖς πονηροῖς ὡς προσῆκ᾿ ἐπιτιμία·
Χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν. Ὁπόσα τε καὶ ἄλλοι καὶ σχεδόν γε οἱ πλείους εἶπον περὶ θεοῦ καὶ προνοίας, ὁρᾶν ἔστιν πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν· οἱ μὲν γὰρ τὸ ἐξόλου θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον, οἱ δ᾿ αὖ συνέστησαν θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. Τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ, καθὼς καὶ ὁ Σιμύλος ἔφη·
Κοινῶς ποιητὰς ἔθος ἐστὶν καλεῖν, 122.B
Καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς καλούς·
Ἔδει δὲ κρίνειν. Καθάπερ καὶ ὁ Φιλήμων·
Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθήμενος·
Ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. Χρὴ οὖν προσέχειν καὶ νοεῖν τὰ λεγόμενα κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα.
Ad Autolycum. Theophilus. ed. Johann Carl Theodor Otto. Jena. 1861.
Funding provided by Google Digital Humanities Awards Program.