ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Γ΄.
Οἱ γὰρ Θεὸν σέβοντες ἐλπίδας καλὰς
Ἔχουσιν εἰς σωτηρίαν. ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ, καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν, καὶ πρόνοιαν ἀναιροῦσιν; περὶ μὲν οὖν Θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη·
Θάρσει, βοηθεῖν πᾶσι τοῖσιν ἀξίοις
Εἴωθεν ὁ Θεός· τοῖς δὲ τοιούτοις σφόδρα.
Εἰ μὴ πάρεσται προεδρία τις κειμένη
Τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν;
Εἴη γὰρ οὕτως, ἀλλὰ καὶ λίαν ὁρῶ
Τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν,
Πράττοντας ἀτόπως· τοὺς δὲ μηδὲν ἕτερον ἢ
Τὸ λυσιτελὲς καὶ τὸ κατ᾿ αὐτοὺς μόνον
Ἐντιμοτέραν ἔχοντας ἡμῶν διάθεσιν
Ἐπὶ τοῦ πάροντος. ἀλλὰ δεῖ πόῤῥω βλέπειν
Καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν.
Οὐχ ὃν τρόπον γὰρ παρ᾿ ἐνίοις ἴσχυκέ τις
Δόξα κακοήθης τῷ βίῳ τ᾿ ἀνωφελὴς,
Φορά τίς ἐστ᾿ αὐτόματος, ἣ βραβεύεται
Ὡς ἔτυχε πάντα. ταῦτα γὰρ κρίνουσ᾿ ἔχειν
Ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον.
Ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία,
Καὶ τοῖς πονηροῖς ὡς προσῆκ᾿ ἐπιτιμία.
Χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν. ὁπόσα τε καὶ ἄλλοι, καὶ σχέδον γε οἱ πλείους εἶπον περὶ Θεοῦ καὶ προνοίας, ὁρᾷν ἐστὶ πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν. οἱ μὲν γὰρ τὸ ἐξ ὅλου Θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον· οἱ δ᾿ αὖ συνέστησαν Θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ· καθὼς καὶ ὁ Σίμυλος ἔφη·
Κοινῶς ποιητὰς ἔθος ἐστὶ καλεῖν
Καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς καλούς.
Ἔδει δὲ κρίνειν. καθάπερ καὶ ὁ Φιλήμων·
Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθημένος.
Ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται. χρὴ οὖν προσέχειν, καὶ νοεῖν τὰ λεγόμενα, κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα.
Ad Autolycum. Theophilus. ed. William Gilson Humphry. Cambridge. 1852.
Funding provided by Google Digital Humanities Awards Program.