ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ. ΒΙΒΛΙΟΝ Β΄.
Εἰ δὲ θεοὶ γεννῶσι, καὶ ἀθάνατοί γε μένουσι,
Πλείονες ἀνθρώπων γεγενημένοι οἱ θεοὶ ἦσαν,
Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾿ ὑπῆρξεν.
Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾷσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας, κατὰ τοὺς ποιητὰς, γεννᾷν καὶ γεννᾷσθαι, καθῶς φατε θεῶν γένεσιν γεγενῆσθαι; πρὸς τί δὲ μὲν τότε τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τύγχανει; ἢ τίνος ἕνεκεν, τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει, καὶ ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητὰς, νυνὶ δὲ ἀγνοεῖται; διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλ᾿ ἐν μέρει γῆς ηὑρίσκετο; ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι, καὶ τῶν πάντων προνοεῖν. εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς. Θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος, καὶ τοῦ ὄντως Θεοῦ, τοῦτό ἐστι μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾷν, καὶ πάντων ἀκούειν· ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστι τὸ χωροῦν τοῦ χωρουμένου· Θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην; πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; ποῦ δὲ καὶ ἐπορεύθη; εἰς οὐρανούς; οὐχί. ἀλλὰ ἐρεῖς εἰς Κρήτην; ναὶ, ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. πάλιν φήσεις εἰς Πίσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου. ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.
Ὠκεανόν τε θεῶν γένεσιν, καὶ μητέρα Τηθὺν,
Ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. ἃ δὴ λέγων οὐκ ἔτι Θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται, τὸν ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα Θεός. ὁ δὲ Θεὸς εἰ τῶν ὅλων ποιητής ἐστι, καθὼς καί ἐστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου· καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν, ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησε Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε, καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτω γάρ φησι·
Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
Ἀθανάτοις διέταξεν ὁμῶς, καὶ ἐπέφραδε τιμάς. εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν, τίνι τρόπῳ τὰ πάντα γεγένηται· λέγει γάρ·
Χαίρετε τέκνα Διὸς, δότε δ᾿ ἱμερόεσσαν ἀοιδὴν,
Κλείετε δ᾿ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
Οἳ γῆς ἐξεγένοντο, καὶ οὐρανοῦ ἀστερόεντος,
Νυκτός τε δνοφερῆς, οὕς θ᾿ ἁλμυρὸς ἔτρεφε πόντος.
Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ, καὶ γαῖα γένοντο,
Καὶ ποταμοὶ, καὶ πόντος ἀπείριτος, οἴδματι θύων,
Ἄστρα τε λαμπετόωντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν·
Οἵ τ᾿ τῶν ἐγένοντο θεοὶ, δωτῆρες ἐάων,
Ὥς τ᾿ ἄφενος δάσσαντο, καὶ ὡς τιμὰς διέλοντο.
Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον·
Ταῦτά μοι ἔσπετε Μοῦσαι ὀλύμπια δώματ᾿ ἔχουσαι,
Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅτι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ· ὅπου δὲ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;
Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα
Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
Τάρταρά τ᾿ ἠερόεντα, μυχῷ χθονὸς εὐρυοδείης,
Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
Λυσιμελὴς, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων
Δάμναται ἐν στήθεσσι νόον, καὶ ἐπίφρονα βουλήν.
Ἐκ Χάεος δ᾿ Ἐρεβός τε, μέλαινά τε Νὺξ ἐγένοντο.
Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
Οὓς τέκε κυσαμένη, Ἐρέβει φιλότητι μιγεῖσα.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτοι,
Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεὶ,
Γείνατο δ᾿ οὔρεα μακρὰ, θεῶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα,
Ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θύον,
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα, τέκ᾿ Ὠκεανὸν βαθυδίνην. καὶ ταῦτα εἰπὼν, οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγέννητος οὖσα· τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων, καὶ μεταῤῥυθμίζων, καὶ μεταμορφῶν; πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζε καὶ ἐκοσμεῖ; (ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης, ἀλλὰ καὶ τοῦ κόσμου, καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος) ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτὴν, λέγω δὲ Θεὸς ὁ καὶ κατακοσμήσας. ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται, καὶ ἐνάντια ἑαυτῷ λέγων· εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν, ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων, καὶ Γιγάντων πληθὺν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης ὁ καὶ Ὡράπιος ἐπικληθεὶς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ, καὶ ταῖς λοιπαῖς κατ᾿ αὐτὸν ἱστορίαις, περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς, καὶ τῶν βασιλέων αὐτῶν, καὶ τῆς ἐν αὐτοῖς ματαιοπονίας.
Τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν. ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι. διὸ καὶ φυλὴν τὴν Διονυσίαν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθέας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς οἶμαι Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανὸν, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκετὰν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτω περιέχει. ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοι εἰσὶ κατακεχωρισμένοι· Ἀλθῆς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου Ἀλθέας· Δηϊανείρης ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθέας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριάδνης ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρύμνιδι· Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθέας πατρός· Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλον υἱοῦ Διονύσου· Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου· οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασι καὶ εἰσὶν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι· καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν
Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ,
Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα,
Καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
Τοῦ γὰρ καὶ γένος ἐσμέν. ὁ δ᾿ ἤπιος ἀνθρώποισι
Δέξια σημαίνει· λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει,
Μιμνήσκων βιότοιο· λέγει δ᾿ ὅτε βῶλος ἀρίστη
Βουσί τε καὶ μακέλῃσι· λέγει δ᾿ ὅτε δέξιαι ὧραι
Καὶ φυτὰ γυρῶσαι, καὶ σπέρματα πάντα βαλέσθαι. τίνι οὖν πιστεύσωμεν; πότερον Ἀράτῳ τῷδε, ἢ Σοφοκλεῖ λέγοντι·
πρόνοια δ᾿ ἐστιν οὐδενὸς σαφὴς,
εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις. Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει· λέγει γάρ·
Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. καὶ Σιμωνίδης·
Οὔτις ἄνευ θεῶν ἀρετὰν λάβεν,
Οὐ πόλις, οὐ βροτός· Θεὸς ὁ παμμῆτις.
Ἀπήμαντον δ᾿ οὐδέν ἐστιν ἐν αὐτοῖς. ὁμοίως καὶ Εὐριπίδης·
οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις Θεοῦ. καὶ Μένανδρος·
οὐκ ἄρα φροντίζει τις ἡμῶν, ἢ μόνος Θεός. καὶ πάλιν Εὐριπίδης·
σῶσαι γὰρ ὁπόταν τῷ Θεῷ δοκῇ,
πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. καὶ Θέστιος·
Θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς πλέῃς,
σώζῃ. καὶ τὰ τοιαῦτα μυρία εἰπόντες, ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν λέγων ἐν ἑτέρῳ λέγει·
Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. πλὴν καὶ πληθὺν εἰσήγαγον, ἢ μοναρχίαν εἶπον· καὶ πρόνοιαν εἶναι, τοῖς λέγουσιν ἀπρονοησίαν τἀνάντια εἰρήκασιν. ὅθεν Εὐριπίδης ὁμολογεῖ λέγων·
σπουδάζομεν δὲ πολλ᾿ ὑπ᾿ ἐλπίδων μάτην
πόνους ἔχοντες, οὐδὲν εἰδότες. καὶ μὴ θέλοντες ὁμολογοῦσι τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες, καὶ ὑπ᾿ αὐτῶν φυσιωθέντες, ἃ εἶπον, δι᾿ αὐτῶν εἶπον. ἤτοι γὰρ οἱ ποιηταὶ, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν, ὑπὸ μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι, ἀλλὰ πλάνῳ. ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως Θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν, εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἴη εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε Θεοῦ μοναρχίας καὶ κρίσεως, καὶ τῶν λοιπῶν ἇν ἔφασαν.
Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων. τῷ δὲ Ἐνὼχ ἐγεννήθη υἱὸς ὀνόματι Γαϊδὰδ, ὃς ἐγέννησε τὸν καλούμενον Μεὴλ, καὶ Μεὴλ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα τὸν Λάμεχ. ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας, αἷς ὀνόματα Ἀδᾶ καὶ Σελᾶ. ἐκτότε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοὶ, Ὠβὴλ, Ἰουβὰλ, Θοβέλ. καὶ ὁ μὲν Ὠβὴλ ἐγένετο ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν. Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν. Θοβὲλ δὲ ἐγένετο σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἕως μὲν οὖν τούτου ἔσχε τὸν κατάλογον τὸ σπέρμα τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονε τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν. εἰς τὸν τόπον δὲ τοῦ Ἄβελ, ἔδωκεν ὁ Θεὸς συλλαβεῖν τὴν Εὔαν καὶ τεκεῖν υἱὸν, ὃς κέκληται Σήθ· ἀφ᾿ οὗ τὸ λοιπὸν γένος τῶν ἀνθρώπων ὁδεύει μέχρι τοῦ δεῦρο. τοῖς δὲ βουλομένοις φιλομαθέσι, καὶ περὶ πασῶν τῶν γενεῶν εὔκολόν ἐστιν ἐπιδεῖξαι διὰ τῶν ἁγίων γραφῶν. καὶ γὰρ ἐκ μέρους ἡμῖν γεγένηται ἤδη λόγος ἐν ἑτέρῳ λόγῳ, ὡς ἐπάνω προειρήκαμεν, τῆς γενεαλογίας ἡ τάξις ἐν τῇ πρώτῃ βίβλῳ τῇ περὶ ἱστοριῶν. ταῦτα δὲ πάντα ἡμᾶς διδάσκει τὸ πνεῦμα τὸ ἅγιον, τὸ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὥστε τὰ καθ᾿ ἡμᾶς τοὺς θεοσεβεῖς ἀρχαιότερα γράμματα τυγχάνει, οὐ μὴν ἀλλὰ καὶ ἀληθέστερα πάντων συγγραφέων καὶ ποιητῶν δείκνυται ὄντα. ἀλλὰ μὴν καὶ τὰ περὶ τῆς μουσικῆς ἐφλυάρησάν τινες εὑρετὴν Ἀπόλλωνα γεγενῆσθαι· ἄλλοι δὲ Ὀρφέα ἀπὸ τῆς τῶν ὀρνέων ἡδυφωνίας φασὶν ἐξευρηκέναι τὴν μουσικήν. κένος δὲ καὶ μάταιος ὁ λόγος αὐτῶν δείκνυται· μετὰ γὰρ πολλὰ ἔτη τοῦ κατακλυσμοῦ οὗτοι ἐγένοντο. τὰ δὲ περὶ τοῦ Νῶε, ὃς κέκληται ὑπὸ ἐνίων Δευκαλίων, ἐν τῇ βίβλῳ ᾗ προιερήκαμεν ἡ διήγησις ἡμῖν γεγένηται· ᾗ εἰ βούλῃ καὶ σὺ δύνασαι ἐντυχεῖν.
Ἀλλ᾿ ὁπόταν μεγάλοιο Θεοῦ τελέωνται ἀπειλαὶ,
Ἅς ποτ᾿ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν
Χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ᾿ ἦσαν ἅπαντες,
Καὶ βούλοντ᾿ ἀναβῆναι ἐς οὐρανὸν ἀστερόεντα·
Αὐτίκα δ᾿ ἀθάνατος μεγάλην ἐπίθηκεν ἀνάγκην
Πνεύμασιν· αὐτὰρ ἔπειτ᾿ ἄνεμοι μέγαν ὑψόθι πύργον
Ῥίψαν, καὶ θνητοῖσιν ἐπ᾿ ἀλλήλοις ἔριν ὦρσαν.
Αὐτὰρ ἐπεὶ πύργος τ᾿ ἔπεσεν, γλῶσσαί τ᾿ ἀνθρώπων
Εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους,
Γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλήων. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις, ᾗ ὄνομα Χαῤῥάν. κατ᾿ ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Αἰγύπτου ἐγένετο Φαραὼ, ὃς καὶ Νεχαὼθ κατὰ Αἰγυπτίους ὠνομάσθη, καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σεναὰρ, ἐν τοῖς καλουμένοις Χαλδαίοις, πρῶτος βασιλεὺς ἐγένετο Ἀριώχ. μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ. καὶ μετὰ τοῦτον Χοδολλαγομὸρ βασιλεὺς Αἰλὰμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε. πρώτη ἡ καλουμένη Σόδομα. ἔπειτα Γόμοῤῥα, Ἀδαμὰ, καὶ Σεβωεὶμ, καὶ ἡ Σηγὼρ ἐπικληθεῖσα. καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστι ταῦτα· Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόῤῥας, Σεναὰρ βασιλεὺς Ἀδαμὰ, Ὕμορ βασιλεὺς Σεβωεὶμ, Βαλὰχ βασιλεὺς Σηγὼρ, τῆς Κεφαλὰκ κεκλημένης. οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγομὸρ βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγομὸρ ἀπέστησαν· καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. καὶ κατέκοψαν τοὺς γίγαντας Καραναεὶν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς ἐν τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένους Σηεὶρ, ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαρὰν, ἣ ἐστὶν ἐν τῇ ἐρήμῳ. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος, ὀνόματι Μελχισεδὲκ, ἐν πόλει Σαλὴμ, τῇ νῦν Ἱεροσόλυμα. οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ Θεοῦ τοῦ ὑψίστου· ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλὴμ, ἡ προειρημένη Ἱεροσόλυμα. ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις. μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ. ἔπειτα ἐβασίλευσεν Ἐφρὼν καὶ ὁ Χετταῖος ἐπικληθείς. τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτω τὰ ὀνόματα περιέχει. τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι, πάντων ἔσχατον καθ᾿ ἡμᾶς χρόνον ἀπομνημονευόντων. γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ· μετὰ δὲ τοῦτον Σελαμανάσαρ· εἶτα Σενναχαρείμ. τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Αἰθίοψ, ὃς καὶ Αἰγύπτου ἐβασίλευσε· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.
Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,
Πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες;
Οὐ τρέμετ᾿, οὐδὲ φοβεῖσθε Θεὸν, τὸν ἐπίσκοπον ὑμῶν,
Ὕψιστον, γνώστην, πανεπόπτην, μάρτυρα πάντων,
Παντοτρόφον, κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἁπᾶσι
Κάτθετο, χ᾿ ἡγητῆρα βροτῶν πάντων ἐποίησεν;
Εἷς Θεὸς, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος,
Παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα,
Αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
Ὀφθαλμοῖσιν ἰδεῖν Θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
Ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατενάντιον ἠελίοιο
Ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες
Ἄνδρες, ἐν ὀστήεσσι φλέβες καὶ σάρκες ἐόντες·
Αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου,
Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτέχθη,
Αὐτογενὴς, ἀγένητος, ἅπαντα κρατῶν διαπαντὸς,
Πᾶσι βροτοῖσιν ἐνὼν τὸ κριτήριον ἐν φαῒ κοινῷ.
Τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθὸν,
Ὅττι Θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε
Δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας,
Δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ᾅδου.
Τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν
Εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι᾿ ἀκανθῶν
Καὶ σκολόπων· τί πλανᾶσθε; βροτοὶ παύσασθε μάταιοι
Καὶ λίπετε σκοτίην νυκτὸς, φωτὸς δὲ λάβεσθε·
Οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.
Ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεὶ,
Ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει.
Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν·
Εἷς Θεός ἐστι, βροχὰς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων,
Ἀστεροπὰς, λιμοὺς, λοιμοὺς καὶ κήδεα λυγρὰ,
Καὶ νιφετοὺς, κρύσταλλα. τί δὴ καθ᾿ ἓν ἐξαγορεύω;
Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη·
Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρὸς
Ἐκ μηρῶν μήτρας τε Θεὸς τετυπωμένος εἶναι.
Ἀλλὰ Θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν
Οὐρανὸν ἠέλιόν τε, καὶ ἀστέρας, ἠδὲ σελήνην,
Καρποφόρον γαῖάν τε, καὶ ὕδατος οἴδματα πόντου,
Οὔρεά θ᾿ ὑψήεντα, καὶ ἀέναα χεύματα πηγῶν·
Τῶν τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος·
Ἑρπετὰ δ᾿ ἐκ γαίης κινούμενα ψυχροτροφεῖ τε,
Ποικίλα τε κτηνῶν λιγυροθρόα, τραυλίζοντα,
Ξουθὰ λιγυπτερόφωνα, ταράσσοντ᾿ ἀέρα ταρσοῖς·
Ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν·
Ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν,
Πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον,
Ἀνδρὶ δ᾿ ὑπαὶ τάξεν παμποίκιλα κ᾿ οὐ κατάληπτα.
Τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα;
Ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀπ᾿ ἀρχῆς,
Ἄφθαρτος, κτίστης, αἰώνιος, αἰθέρα ναίων,
Τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθὸν,
Τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων,
Καὶ πόλεμον, καὶ λοιμὸν, ἢ ἄλγεα δακρυόεντα.
Ἄνθρωποι τί μάτην ὑψούμενοι ἐκριζοῦσθε;
Αἰσχυνθῆτε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες.
Οὐ μανίη καὶ λύσσα φρενῶν καὶ ἐτώσια βάρη,
Εἰ λοπάδας κλέπτουσι θεοὶ, συλοῦσι δὲ χύτρας;
Ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν
Σητόβρωτα δέδορκε, πυκναῖς δ᾿ ἀράχναις δεδίασται.
Προσκυνέοντες ὄφεις, κύνας, αἰλούρους ἀνόητοι,
Καὶ πετεεινὰ σέβεσθε, καὶ ἑρπετὰ θηρία γαίης
Καὶ λίθινα ξόανα, καὶ ἀγάλματα χειροποίητα,
Κἀν παρόδοισι λίθων συγχώματα· ταῦτα σέβεσθε,
Ἄλλα τε πολλὰ μάταια, ἃ δὴ κ᾿ αἰσχρὸν ἀγορεύειν·
Καί γε θεοὶ μερόπων δολοήτορές εἰσιν ἀβούλων,
Τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός.
Οὗ δ᾿ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς,
Καὶ μέλιτος γλυκεροῦ γλυκερώτερον ἀνδράσι χάρμα
Ἐκπροχέῃ· τῷ δὴ μόνῳ αὐχένα κάμπτε.
Καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾿ ἀνάκλινε.
Ταῦτα λιπόντες ἅπαντα, δίκης μεστόν τε κύπελλον
Ζωρότερον, στιβαρὸν, βεβαρημένον, εὖ μάλ᾿ ἄκρητον
Εἱλκύσατ᾿ ἀφροσύνῃσι μεμῃνότι πνεύματι πάντες,
Κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν,
Καὶ γνῶναι βασιλῆα Θεὸν, τὸν πάντ᾿ ἐφορῶντα.
Τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς,
Λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος, τὸ πανῆμαρ,
Ψεύδεσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοσιν ἀχρήστοις.
Οἱ δὲ Θεὸν τιμῶντες ἀληθινὸν, ἀέναόν τε,
Ζωὴν κληρονομοῦσι τὸν αἰῶνος χρόνον, αὐτοὶ
Οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον,
Δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος. ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προσφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστι· καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσι κατ᾿ ἀξίαν τῶν πράξεων κολασθῆναι.
Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη·
Ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. ὡσαύτως καὶ Εὐριπίδης·
Ἀνέχου πάσχων, δρῶν γὰρ ἔχαιρες·
Νόμος τὸν ἐχθρὸν δρᾷν, ὅπου λάβῃς, κακῶς. καὶ πάλιν ὁ αὐτός·
Ἐχθρὸν κακῶς δρᾷν ἀνδρὸς ἡγοῦμαι μέρος. ὁμοίως καὶ Ἀρχίλοχος·
Ἓν δ᾿ ἐπίσταμαι μέγα,
Τὸν κακῶς τι δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. καὶ ὅτι ὁ Θεὸς τὰ πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·
Ὁ τῆς δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου
Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. καὶ ὅτι μέλλει ἡ τοῦ Θεοῦ κρίσις γίνεσθαι, καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανε, λέγων·
Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς,
Καὶ τἀμπλάκημα τῷ περῶντι τὴν Θέμιν.
Ὁρᾷς δίκην ἄναυδον οὐχ ὁρωμένην,
Εὕδοντι, καὶ στείχοντι, καὶ καθημένῳ·
Ἑξῆς ὁπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον·
Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον.
Ὅτι δ᾿ ἂν ποιῆς δεινὸν, νόμιζ᾿ ὁρᾷν τινά. τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης;
Οὐκ ἔστ᾿ ἀνεπιδόκητον ἀνθρώποις κακὸν,
Ὀλίγῳ χρόνῳ δὲ πᾶν μεταῤῥίπτει Θεός. πάλιν Εὐριπίδης·
Οὐδέποτ᾿ εὐτυχίην κακοῦ ἀνδρὸς, ὑπέρφρονα δ᾿ ὄλβον
Βέβαιον εἰκάσαι χρεὼν,
Οὐδ᾿ ἀδίκων γενέαν.
Ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος
Δείκνυσιν ἀνθρώπων κακότητας. ἔτι ὁ Εὐριπίδης·
Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι
Τοὺς κακῶς παγέντας ὅρκους καὶ συνηναγκασμένους. καὶ ὁ Σοφοκλῆς·
Εἰ δειν᾿ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου, ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος, ὅτι μέλλει ὁ Θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχέδον προειρήκασιν· ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου, θέλοντες καὶ μὴ θέλοντες, ἀκόλουθα ἐξεῖπον τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι, καὶ κλέψαντες ταῦτα ἐκ νόμου καὶ τῶν προφητῶν.
Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός. καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες κατῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας, καὶ περὶ ἀκρισίας φάσκοντες ὠμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν, ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών·
Ψυχὴ ἠΰτ᾿ ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει·
Ψυχὴν δ᾿ ἐκ ῥεθέων πταμένη ἄϊδος δὲ βεβήκει. καὶ πάλιν·
Θάπτε με ὅττι τάχιστα πύλας ἀΐδαο περήσω. τὰ δὲ περὶ τῶν λοιπῶν οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασι. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπε προφήτης ὧν προεγράψαμεν ὀνόματι Ὠσηέ· τίς σόφος καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς· χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.
Ad Autolycum. Theophilus. ed. William Gilson Humphry. Cambridge. 1852.
Funding provided by Google Digital Humanities Awards Program.