Εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσι,
Πλείονες ἀνθρώπων γεγεννημένοι οἱ θεοὶ ἦσαν,
Οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ᾿ ὑπῆρξεν. Εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ 81.C γεννᾶσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας κατὰ τοὺς ποιητὰς γεννᾶν καὶ γεννᾶσθαι, καθώς φατε θεῶν γένεσιν γεγενῆσθαι; Πρὸς τί δὲ τότε μὲν τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τυγχάνει; Ἢ τίνος εἵνεκεν τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει (ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς 81.D ποιητάς), νυνὶ δὲ ἀγνοεῖται; Διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλὰ ἐν μέρει γῆς εὑρίσκετο; Ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι καὶ τῶν πάντων προνοεῖν. Εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς, θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος καὶ τοῦ 81.E ὄντως θεοῦ τοῦτό ἐστιν μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ πάντα ἐφορᾶν καὶ πάντων ἀκούειν, ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστιν τὸ χωροῦν τοῦ χωρουμένου· θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων. Πρὸς τί δὲ καὶ καταλέλοιπεν ὁ Ζεὺς τὴν Ἴδην· πότερον τελευτήσας, ἢ οὐκ ἔτι ἤρεσεν αὐτῷ ἐκεῖνο τὸ ὄρος; Ποῦ δὲ καὶ ἐπορεύθη; 82.A Εἰς οὐρανούς; Οὐχί. Ἀλλὰ ἐρεῖς εἰς Κρήτην; Ναί· ὅπου καὶ τάφος αὐτῷ ἕως τοῦ δεῦρο δείκνυται. Πάλιν φήσεις εἰς Πεῖσαν, ὁ κλέων ἕως τοῦ δεῦρο τὰς χεῖρας Φειδίου. Ἔλθωμεν τοίνυν ἐπὶ τὰ συγγράμματα τῶν φιλοσόφων καὶ ποιητῶν.
Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,
Ἐξ οὗ δὴ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα. Ἃ δὴ λέγων οὐκ ἔτι θεὸν συνιστᾷ. Τίς γὰρ οὐκ ἐπίσταται τὸν Ὠκεανὸν ὕδωρ εἶναι; Εἰ δὲ ὕδωρ, οὐκ ἄρα θεός. Ὁ δὲ θεός, 83.B εἰ τῶν ὅλων ποιητής ἐστιν, καθὼς καὶ ἔστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν. Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου. Καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν ἠτόνησεν εἰπεῖν ὑφ᾿ οὗ γέγονεν. Ἔτι μὴν καὶ θεοὺς ἔφησεν Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. Ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. Οὕτως γάρ φησιν· 83.C
Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
Ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. Εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ᾿ αὐτῶν τίνι τρόπῳ τὰ πάντα γεγένηται. Λέγει γάρ·
Χαίρετε, τέκνα Διός, δότε δ᾿ ἱμερόεσσαν ἀοιδήν.
Κλείετε δ᾿ ἀθανάτων μακάρων γένος αἰὲν ἐόντων,
Οἳ γῆς ἐξεγένοντο καὶ οὐρανοῦ ἀστερόεντος,
Νυκτός τε δνοφερῆς, οὓς ἁλμυρὸς ἔτρεφε πόντος.
Εἴπατε δ᾿ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο, 83.D
Καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θύων,
Ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
Ὥς τ᾿ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
Ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
Ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ᾿ ἔχουσαι
Ἐξ ἀρχῆς, καὶ εἴπαθ᾿ ὅ τι πρῶτον γένετ᾿ αὐτῶν. Πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ 84.A κόσμου; Ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ, ὅκου δὴ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;
Ἤτοι μὲν πρώτιστα Χάος γένετ᾿, αὐτὰρ ἔπειτα
Γαῖ᾿ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
Ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
Τάρταρά τ᾿ ἠερόεντα, μυχὸν χθονὸς εὐρυοδείης,
Ἠδ᾿ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
Λυσιμελής, πάντων τε θεῶν πάντων τ᾿ ἀνθρώπων
Δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. 84.B
Ἐκ Χάεος δ᾿ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ
Οὐρανὸν ἀστερόενθ᾿, ἵνα μιν περὶ πάντα καλύπτῃ,
Ὄφρ᾿ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί·
Γείνατο δ᾿ Οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν᾿ οὔρεα βησσήεντα· 84.C
Ἣ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον,
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα τέκ᾿ Ὠκεανὸν βαθυδίνην. Καὶ ταῦτα εἰκὼν οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο Εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγένητος οὖσα, τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων καὶ μεταῤῥυθμίζων καὶ μεταμορφῶν; Πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζεν καὶ ἐκόσμει; Ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης ἀλλὰ καὶ τοῦ κόσμου καὶ πλήθους ἀνθρώπων· ἔτι 84.D μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος. Ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτήν, λέγω δὲ θεός, ὁ καὶ κατακοσμήσας ωὐτήν; Ἔτι μὴν κατὰ πάντα τρόπον φλυαρῶν εὑρίσκεται καὶ ἐναντία ἑαυτῷ λέγων. Εἰπὼν γὰρ γῆν καὶ οὐρανὸν καὶ θάλασσαν ἐξ αὐτῶν τοὺς θεοὺς βούλεται γεγονέναι, καὶ ἐκ τούτων ἀνθρώπους δεινοτάτους τινὰς συγγενεῖς θεῶν καταγγέλλει, Τιτάνων γένος καὶ Κυκλώπων καὶ Γιγάντων πληθύν, τῶν τε κατὰ Αἴγυπτον δαιμόνων, 85.A ἢ ματαίων ἀνθρώπων, ὡς μέμνηται Ἀπολλωνίδης, ὁ καὶ Ὁράπιος ἐπικληθείς, ἐν βίβλῳ τῇ ἐπιγραφομένῃ Σεμενουθὶ καὶ ταῖς λοιπαῖς κατ᾿ αὐτὸν ἱστορίαις περί τε τῆς θρησκείας τῆς Αἰγυπτιακῆς καὶ τῶν βασιλέων αὐτῶν.
Πρώτιστα τεκὼν μελανόπτερος ὠόν. Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, 85.C τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς Ὕλλον, τοῦ δὲ Κλεόδημον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μὰρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστομίδαν, τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ 85.D δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασιν συγγένεια οὕτως περιέχει. Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι· Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας· Δηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. Ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ᾿ αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, 86.A παιδὸς πατροφίλης, τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρυμνητοῦ, Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου, Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου. Ἀλλὰ καὶ ἕτεραι πολλαὶ ὀνομασίαι γεγόνασιν καί εἰσιν ἕως τοῦ δεῦρο, ἀπὸ Ἡρακλέους Ἡρακλεῖδαι καλούμενοι, καὶ 86.B ἀπὸ Ἀπόλλωνος Ἀπολλωνίδαι καὶ Ἀπολλώνιοι, καὶ ἀπὸ Ποσειδῶνος Ποσειδώνιοι, καὶ ἀπὸ Διὸς Δῖοι καὶ Διογέναι.
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ᾿ ἄνδρες ἐῶμεν 86.D
Ἄῤῥητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
Πᾶσαι δ᾿ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
Καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
Τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ᾿ ἤπιος ἀνθρώποισιν
Δεξιὰ σημαίνει, λαοὺς δ᾿ ἐπὶ ἔργον ἐγείρει
Μιμνήσκων βιότοιο· λέγει δ᾿ ὅτε βῶλος ἀρίστη
Βουσί τε καὶ μακέλῃσι, λέγει δ᾿ ὅτε δεξιαὶ ὧραι
Καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. Τίνι οὖν πιστεύσωμεν, πότερον Ἀράτῳ ἢ Σοφοκλεῖ λέγοντι 87.A
Πρόνοια δ᾿ ἐστὶν οὐδενὸς [σαφής],
Εἰκῆ κράτιστον ζῆν ὅπως δύναιτό τις; Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει. Λέγει γάρ·
Ζεὺς δ᾿ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε. Καὶ Σιμωνίδης·
Οὔτις ἄνευ θεῶν
Ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βροτός.
Θεὸς ὁ παμμῆτις· ἀπήμαντον δ᾿ οὐδὲν
Ἔστιν ἐν αὐτοῖς. Ὁμοίως καὶ Εὐριπίδης·
Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεοῦ. Καὶ Μένανδρος·
Οὐκ ἄρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός. Καὶ πάλιν Εὐριπίδης· 87.B
Σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ,
Πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν. Καὶ [Θέστιος]·
Θεοῦ θέλοντος σώζῃ, κἂν ἐπὶ ῥιπὸς πλέῃς. Καὶ τὰ τοιαῦτα μυρία εἰπόντες ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. Ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν ἐν ἑτέρῳ λέγων·
Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός. Πλὴν καὶ πληθὺν εἰσήγαγον ἢ καὶ μοναρχίαν εἷπον, καὶ πρόνοιαν εἶναι τοῖς λέγουσιν ἀπρονοησίαν τἀναντία εἰρήκασιν. Ὁθεν Εὐριπίδης ὁμολογεῖ λέγων·
Σπουδάζομεν δὲ πολλ᾿ ὑπ᾿ ἐλπίδων, μάτην
Πόνους ἔχοντες, οὐδὲν εἰδότες. Καὶ μὴ θέλοντες ὁμολογοῦσιν τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ 87.C δαιμόνων δὲ ἐμπνευσθέντες καὶ ὑπ᾿ αὐτῶν φυσιωθέντες ἃ εἶπον δι᾿ αὐτῶν εἶπον. Ἤτοι γὰρ οἱ ποιηταί, Ὅμηρος δὴ καὶ Ἡσίοδος, ὥς φασιν ὑπὸ Μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι ἀλλὰ πλάνῳ. Ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε 87.D εἰς ἐκείνους ἐνεργήσαντες· πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις, περί τε θεοῦ μοναρχίας καὶ κρίσεως καὶ τῶν λοιπῶν ὧν ἔφασαν.
Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων. Τῷ δὲ Ἐνὼχ ἐγενήθη υἱὸς ὀνόματι Γαϊδάδ· ἐγέννησεν τὸν καλούμενον 106.A Μεήλ, καὶ Μεὴλ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα τὸν Λάμεχ. Ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας, αἷς ὀνόματα Ἀδᾶ καὶ Σελᾶ. Ἔκτοτε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. Τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοί, Ὠβὴλ Ἰουβὰλ Θοβέλ. Καὶ ὁ μὲν Ὠβὴλ ἐγένετο ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν, Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Θοβὲλ δὲ ἐγένετο σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. Ἕως μὲν οὖν τούτου ἔσχεν τὸν κατάλογον τὸ σπέρμα 106.B τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονεν τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν. Εἰς τὸν τόπον δὲ τοῦ Ἄβελ ἔδωκεν ὁ θεὸς συλλαβεῖν τὴν Εὔαν καὶ τεκεῖν υἱὸν, ὃς κέκληται Σήθ· ἀφ᾿ οὗ τὸ λοιπὸν γένος τῶν ἀνθρώπων ὁδεύει μέχρι τοῦ δεῦρο. Τοῖς δὲ βουλομένοις καὶ φιλομαθέσιν καὶ περὶ πασῶν τῶν γενεῶν εὔκολόν ἐστιν ἐπιδεῖξαι διὰ τῶν ἁγίων γραφῶν. Καὶ γὰρ ἐκ μέρους ἡμῖν γεγένηται ἤδη λόγος ἐν ἑτέρῳ λόγῳ, ὡς ἐπάνω προειρήκαμεν, τῆς γενεαλογίας ἡ τάξις ἐν τῇ πρώτῃ βίβλῳ τῇ περὶ ἱστοριῶν. Ταῦτα δὲ πάντα 106.C ἡμᾶς διδάσκει τὸ πνεῦμα τὸ ἅγιον, τὸ διὰ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν, ὥστε τὰ καθ᾿ ἡμᾶς τοὺς θεοσεβεῖς ἀρχαιότερα γράμματα τυγχάνει, οὐ μὴν ἀλλὰ καὶ ἀληθέστερα πάντων συγγραφέων καὶ ποιητῶν δείκνυται ὄντα. Ἀλλὰ μὴν καὶ τὰ περὶ τῆς μουσικῆς ἐφλυάρησάν τινες εὑρετὴν Ἀπόλλωνα γεγενῆσθαι· ἄλλοι δὲ Ὄρφεα ἀπὸ τῆς τῶν ὀρνέων ἡδυφωνίας φασὶν ἐξευρηκέναι τὴν μουσικήν. Κενὸς δὲ καὶ μάταιος ὁ λόγος αὐτῶν δείκνυται· μετὰ γὰρ πολλὰ ἔτη τοῦ κατακλυσμοῦ οὗτοι ἐγένοντο. Τὰ δὲ περὶ τοῦ Νῶε, ὅς κέκληται ὑπὸ ἐνίων Δευκαλίων, ἐν 106.D τῇ βίβλῳ ᾗ προειρήκαμεν ἡ διήγησις ἡμῖν γεγένηται· ᾗ, εἰ βούλει, καὶ σὺ δύνασαι ἐντυχεῖν.
Ἀλλ᾿ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί,
Ας ποτ᾿ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν
Χώρῃ ἐν Ἀσσυρίῃ. Ὁμόφωνοι δ᾿ ἦσαν ἅπαντες,
Καὶ βούλοντ᾿ ἀναβῆναι εἰς οὐρανὸν ἀστερόεντα.
Αὐτίκα δ᾿ ἀθάνατος μεγάλην ἐπίθηκεν ἀνάγκην
Πνεύμασιν· αὐτὰρ ἔπειτ᾿ ἄνεμοι μέγαν ὑψόθι πύργον
Ῥίψαν, καὶ θνητοῖσιν ἐπ᾿ ἀλλήλοις ἔριν ὦρσαν.
Αὐτὰρ ἐπεὶ πύργος τ᾿ ἔπεσεν, γλῶσσαί τ᾿ ἀνθρώπων
Εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους,
Γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλήων. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις, ᾗ ὄνομα Χαῤῥάν. κατ᾿ ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Αἰγύπτου ἐγένετο Φαραὼ, ὃς καὶ Νεχαὼθ κατὰ Αἰγυπτίους ὠνομάσθη, καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σεναὰρ, ἐν τοῖς καλουμένοις Χαλδαίοις πρῶτος βασιλεὺς ἐγένετο Ἀριώχ· μετὰ δὲ τοῦτον 108.A ἕτερος Ἐλλάσαρ, καὶ μετὰ τοῦτον Χοδολλαγόμορ βασιλεὺς Αἰλάμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. Ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε· πρώτη ἡ καλουμένη Σόδομα, ἔπειτα Γόμοῤῥα, Ἀδαμὰ καὶ Σεβωεὶν καὶ Βαλάκ, ἡ καὶ Σηγὼρ ἐπικληθεῖσα. Καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστιν ταῦτα· Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόῤῥας, Σενναὰρ βασιλεὺς Αδάμας, Ὑμοὸρ βασιλεὺς Σεβωείν, Βαλὰχ βασιλεὺς Σηγώρ, τῆς καὶ Βαλὰκ κεκλημένης. Οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγόμορ 108.B βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. Ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγόμορ ἀπέστησαν· καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. Αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. Καὶ κατέκοψαν τοὺς γίγαντας Καραναείν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν αὐτῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένοις Σηεὶρ ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος ὀνόματι Μελχισεδὲκ ἐν πόλει Σαλήμ, τῇ νῦν καλουμένῃ 108.C Ἱεροσόλυμα· οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ θεοῦ τοῦ ὑψίστου. Ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλήμ, ἡ προειρημένη Ἱεροσόλυμα· ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. Μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις· μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ ἔπειτα ἐβασίλευσεν Ἐφρὼν καὶ ὁ Χετταῖος ἐπικληθείς. Τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτως τὰ ὀνόματα περιέχει τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ 108.D οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι· πάντων ἐσχάτων καθ᾿ ἡμᾶς χρόνων ἀπομνημονεύονται γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ, μετὰ δὲ τοῦτον Σελαμανάσαρ, εἶτα Σενναχαρείμ. Τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Αἰθίοψ, ὃς καὶ Αἰγύπτου ἐβασίλευσεν· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.
Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,
Πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες;
Οὐ τρέμετ᾿, οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν,
Ὕψιστον γνώστην, πανεπόπτην, μάρτυρα πάντων,
Παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ᾿ ἐν ἅπασι
Κάτθετο, χἡγητῆρα βροτῶν πάντων ἐποίησεν; 112.C
Εἶς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος,
Παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα,
Αὐτὸς δ᾿ οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
Ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
Ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατεναντίον ἠελίοιο
Ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες,
Ἄνδρες ἐν ὀστήεσσι, φλέβες καὶ σάρκες ἐόντες. 112.D
Αὐτὸν τὸν μόνον ὄντα σέβεσθ᾿ ἡγήτορα κόσμου,
Ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη,
Αὐτογενής, ἀγένητος, ἅπαντα κρατῶν διαπαντός,
Πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαΐ κοινῷ.
Τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν,
Ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀέναόν τε
Δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας,
Δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ᾅδῃ.
Τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν
Εὐθεῖαν προλιπόντες ἀπήλθετε, καὶ δι᾿ ἀκανθῶν 113.A
Καὶ σκολόπων ἐπλανᾶσθε. Βροτοὶ παύσασθε μάταιοι
Ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέϊ νυκτὶ μελαίνῃ,
Καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε.
Οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.
Ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί·
Ἠελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει.
Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν· 113.B
Εἷς θεὸς ἔστι, βροχάς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων,
Ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ
Καὶ νιφετούς, πρύσταλλα. Τί δὴ καθ᾿ ἓν ἐξαγορεύω;
Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει. Καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη·
Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ᾿ ἀνδρὸς
Ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι.
Ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν
Οὐρανὸν ἠέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην, 113.C
Καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου,
Οὔρεά θ᾿ ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν·
Τῶν .τ᾿ ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος·
Ἑρπετὰ δὲ γαίης κινούμενα ψυχοτροφεῖται,
Ποικίλα τε πτηνῶν λιγυροθρόα, τραυλίζοντα,
Ξουθὰ, λιγυπτερόφωνα, ταράσσοντ᾿ ἀέρα ταρσοῖς·
Ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν· 113.D
Ἡμῖν τε κτήνη ὑπέταξεν παντα βροτοῖσιν,
Πάντων δ᾿ ἡγητῆρα κατέστησεν θεότευκτον,
Ἀνδρὶ δ᾿ ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά.
Τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ᾿ ἅπαντα;
Ἀλλ᾿ αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ᾿ ἀκ᾿ ἀρχῆς,
Ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων,
Τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν,
Τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ· θυμὸν ἐγείρων, 114.A
Καὶ πόλεμον καὶ λοιμὸν ἰδ᾿ ἄλγεα δακρυόεντα.
Ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε;
Αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες.
Οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ,
Εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας;
Ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν
Σητόβρωτα δέδορκε, πυκναῖς δ᾿ ἀράχναις δεδίασται !
Προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι, 114.B
Καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης
Καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα,
Κἀν παρόδοισι λίθων συγχώματα· ταῦτα σέβεσθε
Ἄλλα τε πολλὰ μάταια, ἃ δὴ κ᾿ αἰσχρὸν ἀγορεύειν.
Εἰσὶ θεοὶ μερόπων δολοήτορες [οὗτοι] ἀβούλων,
Τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός.
Οὗ δ᾿ ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς,
Καὶ μέλιτος [γλυκεροῦ] γλυκερώτερον ἀνδράσι χάρμα 114.C
Ἐκπροχέει—, τῷ δεῖ μόνῳ αὐχένα κάμπτειν,
Καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ᾿ ἀνακλίνειν.
Ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον,
Ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ᾿ ἄκρητον,
Εἱλκύσατ᾿ ἀφροσύνῃσι μεμηνότι πνεύματι πάντες·
Κοὐ θέλετ᾿ ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν,
Καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ᾿ ἐφορῶντα.
Τοὔνεκεν αἰθομένοιο πυρὸς σέλας ἔρχετ᾿ ἐφ᾿ ὑμᾶς·
Λαμπάσι καυθήσεσθε δι᾿ αἰῶνος τὸ πανῆμαρ, 114.D
Ψεύδεσιν αἰσχυνθέντες ἐπ᾿ εἰδώλοισιν ἀχρήστοις.
Οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε
Ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ
Οἰκοῦντες παραδείσου [ὁμῶς] ἐριθηλέα κῆπον,
Δαινύμενοι γλυκὺν ἄρτον ἀπ᾿ οὐρανοῦ ἀστερόεντος. Ὅτι μὲν οὖν ταῦτα ἀληθῆ καὶ ὠφέλιμα καὶ δίκαια καὶ προσφιλῆ πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ᾿ ἀξίαν τῶν πράξεων κολασθῆναι.
Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται. Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη
Ἐπεὶ
Ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. Ὡσαύτως καὶ Εὐριπίδης·
Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες.
Νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς. Καὶ πάλιν ὁ αὐτός·
Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος. Ὁμοίως καὶ Ἀρχίλοχος·
Ἓν δ᾿ ἐπίσταμαι μέγα,
Τὸν κακῶς [τι] δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς. Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·
Ὁ τῆς Δίκης ὀφθαλμὸς ὡς δι᾿ ἡσύχου
Λεύσσων προσώπου πάνθ᾿ ὁμῶς ἀεὶ βλέπει. Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανεν λέγων·
Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς,
Κατ᾿ ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν.
Ὁρᾷς Δίκην ἄναυδον, οὐχ ὁρωμένην 115.C
Εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·
Ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ᾿ ὕστερον.
Οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον·
Ὅ τι δ᾿ ἂν ποιῇς δεινόν, νόμιζ᾿ ὁρᾶν τινά. Τί δ᾿ οὐχὶ καὶ ὁ Σιμωνίδης
Οὐκ ἔστιν κακὸν
Ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ
Πάντα μεταῤῥίπτει θεός; Πάλιν Εὐριπίδης·
Οὐδέποτ᾿ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ᾿ ὄλβον
Βέβαιον εἰκάσαι χρεών,
Οὐδ᾿ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς χρόνος
Δείκνυσιν ἀνθρώπων κακότητας. Ἔτι ὁ Εὐριπίδης· 115.D
Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ᾿ ἔχει συνιέναι
Τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. Καὶ ὁ Σοφοκλῆς·
Εἰ δείν᾿ ὄρεξας, δεινὰ καὶ παθεῖν σε δεῖ. Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος ὅτι μέλλει ὁ θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχεδὸν προειρήκασιν, ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου θέλοντες καὶ μὴ θέλοντες ἀκόλουθα ἐξεῖπαν τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι καὶ κλέψαντες ταῦτα ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.
Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός. Καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες κατῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας, καὶ περὶ ἀκρισίας φάσκοντες ὡμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν ὡμολόγησαν. Ομηρος μὲν οὖν, εἰπών· 116.C
Ψυχὴ δ᾿ ἠΰτ᾿ ὄνειρος ἀποπταμένη πεπότηται, ἐν ἑτέρῳ λέγει·
Ψυχὴ δ᾿ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει. Καὶ πάλιν·
Θάπτε με ὅττι τάχιστα, πύλας Ἀΐδαο περήσω. Τὰ δὲ περὶ τῶν λοιπῶν, οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασιν. Ταῦτα δὲ πάντα συνήσει πᾶς 116.D ὁ ζητῶν τὴν σοφίαν τοῦ θεοῦ καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. Καὶ γάρ τις εἶπεν προφήτης ὧν προεγράψαμεν, ὀνόματι Ὠσηέ· Τίς σοφὸς καὶ συνήσει ταῦτα, συνετὸς καὶ γνώσεται; Ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς. Χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. Πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.
Ad Autolycum. Theophilus. ed. Johann Carl Theodor Otto. Jena. 1861.
Funding provided by Google Digital Humanities Awards Program.