Matron of Pitana Convivium Atticum corpusculumpoesi01lipsuoft_0083

δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θʼ ἑφθά.
παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
95
λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος
θῆκε φέρων, ἵνʼ Ἀθηναίων κατέκειντο φάλαγγες.
Χαιρεφόων δʼ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.
ἤσθιε δʼ ὥστε λέων, παλάμῃ δʼ ἔχε τὸ σκέλος ἀμνοῦ,
100
ὄφρα οἱ οἴκαδʼ ἰόντι πάλιν ποτιδόρπιον εἴη
χόνδρος δʼ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων
Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας.
αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
χεῖρας νιψαμένοισιν ἀπʼ Ὠκεανοῖο ῥοάων
105

Convivium Atticum. Matron of Pitana. Leipzig. 1888.

Funding provided by University of Virginia.

Current edition First1KGreek

Δει̑πνον Ἀττικόν (Greek) (Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.)