Matron of Pitana Convivium Atticum corpusculumpoesi01lipsuoft_0082

κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν,
85
ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος
ἑξῆς κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος·
οὐ μὴν οὐδʼ ἄρʼ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
κωλῆν δʼ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ
κεῖτʼ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον.
90
γευσάμενος δʼ ἔκλαιον, ὅτʼ αὔριον οὐκ ἔτι ταῦτα
ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὁτρηρῇ
νηδὺς δʼ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥʼ ἀδέεσσι·

Convivium Atticum. Matron of Pitana. Leipzig. 1888.

Funding provided by University of Virginia.

Current edition First1KGreek

Δει̑πνον Ἀττικόν (Greek) (Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.)