Matron of Pitana Convivium Atticum corpusculumpoesi01lipsuoft_0084

ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ·
ἄλλος δʼ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δʼ οἶνος
Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
110
δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι·
ἐν δʼ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
πρόσφατοι, ἥν θʼ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν.
τῶν δʼ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δʼ ἀνεκείμην.
115
ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν

Convivium Atticum. Matron of Pitana. Leipzig. 1888.

Funding provided by University of Virginia.

Current edition First1KGreek

Δει̑πνον Ἀττικόν (Greek) (Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.)