Περὶ χοριαμβικοῦ.
(1)
Τὸ χοριαμβικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς ἰαμβικάς· ὡς ἐπίπαν δὲ ὅτε καταληκτικόν ἐστιν εἰς τὴν ἰαμβικὴν κατάκλειδα περαιοῦται, τουτέστιν εἰς ἀμφίβραχυν ἢ βακχεῖον διὰ τὴν ἀδιάφορον· — περαιοῦται μὲν γὰρ καὶ εἰς τὴν ἰδίαν, τὸν δάκτυλον ἢ κρητικόν, οἷον δίμετρον μὲν τὸ ( fr. lyr. adesp. 69 )(2)
Τὰ δὲ εἰς τὸν ἀμφίβραχυν ἢ βακχεῖον· οἷον δίμετρα μὲν τὰ ἐξ Αἰολοσίκωνος Ἀριστοφάνους ( 10 )πᾶσι κακοῖσιν ἡμᾶς
φλῶσιν ἑκάστοτ’ ἄνδρες·
δεινὰ γὰρ ἔργα δρῶσαι
λαμβανόμεσθ’ ὑπ’ αὐτῶν.
(3)
Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβικῆς ( Anacr. 24 )(4)
Καὶ τῷ πενταμέτρῳ δὲ Καλλίμαχος ὅλον ποίημα τὸν Βράγχον συνέθηκε ( 36 )Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.