Περὶ ἀναπαιστικοῦ.
(1)
Τὸ δὲ ἀναπαιστικὸν κατὰ πᾶσαν χώραν δέχεται σπονδεῖον, ἀνάπαιστον, σπανίως δὲ καὶ προκελευματικόν, παρὰ δὲ τοῖς δραματοποιοῖς καὶ δάκτυλον. Εἰσὶ δὲ αὐτοῦ ἀποθέσεις ἓξ κατὰ συζυγίαν διαιρουμένου· ὑπερκατάληκτος εἰς δισύλλαβον, ὑπερκατάληκτος εἰς συλλαβήν, ἀκατάληκτος, καταληκτικὴ εἰς δισύλλαβον, καταληκτικὴ εἰς συλλαβήν, βραχυκατάληκτος.(2)
Ἐπισημότατον δὲ ἐν αὐτῷ ἐστι τὸ τετράμετρον καταληκτικὸν εἰς συλλαβήν, τὸ καλούμενον Ἀριστοφάνειον ( Nub. 962 )(3)
καὶ πρὸ Κρατίνου παρ’ Ἐπιχάρμῳ, ὃς καὶ ὅλα δύο δράματα τούτῳ τῷ μέτρῳ γέγραφε, τούς τε Χορεύοντας καὶ τὸν Ἐπίνικον. Ἀριστόξενος δὲ ὁ Σελινούντιος Ἐπιχάρμου πρεσβύτερος ἐγένετο ποιητής (οὗ καὶ αὐτὸς Ἐπίχαρμος ( 88 ) μνημονεύει ἐν Λόγῳ καὶ Λογίνᾳ.καὶ τούτου τοίνυν τοῦ Ἀριστοξένου μνημονεύεταί τινα
(4)
τὸ μέντοι τὸν σπονδεῖον ἔχον, ἀλλὰ μὴ τὸν ἀνάπαιστον παραλήγοντα εἰσὶν οἳ Λακωνικὸν καλοῦσι, προφερόμενοι παράδειγμα τὸ(5)
Τῷ δὲ τριμέτρῳ Σιμίας ὁ Ῥόδιος ὅλον ποιημάτιον ἔγραψεν(6)
Τὸ δὲ δίμετρον καταληκτικὸν καλεῖται μὲν παροιμιακὸν διὰ τὸ παροιμίας τινὰς ἐν τούτῳ τῷ μέτρῳ εἶναικαὶ πάντα λόγον τάχα πεύσει·
ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστι,
πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ.
(7)
Πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ· τὸ γὰρ ( 79 )(8)
Τῷ δὲ ἀναπαιστικῷ ὑποστέλλοιτο ἂν καὶ τὸ προκελευματικὸν ὑπ’ ἐνίων καλούμενον, οἷον τὸ τετράμετρον τοῦτο τὸ Ἀριστοφάνειον ( Aristoph. fr. 698 )(9)
Ὥσπερ δὲ ἐν τῷ δακτυλικῷ ἦν τι λογαοιδικόν, οὕτω κἀν τοῖς ἀναπαιστικοῖς τὸ εἰς βακχεῖον περαιούμενον, οὗ ἐστιν ἐπισημότατον τὸ μετὰ τέσσαρας πόδας αὐτὸν ἔχον τὸν βακχεῖον· ὧν ὁ πρῶτος γίνεται καὶ σπονδεῖος καὶ ἴαμβος. καλεῖται μὲν οὖν Ἀρχεβούλειον ἀπὸ Ἀρχεβούλου τοῦ Θηβαίου ποιητοῦ χρησαμένου αὐτῷ κατακόρως· γέγραπται δὲ καὶ Καλλιμάχῳ ( 146 )Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.