Περὶ δακτυλικοῦ.
(1)
Τὸ δακτυλικὸν δέχεται δακτύλους καὶ σπονδείους κατὰ πᾶσαν χώραν πλὴν τῆς τελευταίας· ἐπὶ ταύτης δέ, εἰ μὲν ἀκατάληκτον εἴη, δάκτυλον ἕξει ἢ διὰ τὴν ἀδιάφορον κρητικόν· εἰ δὲ καταληκτικόν, τὰ ἀπ’ αὐτοῦ μεμειωμένα ἤτοι συλλαβῇ ἢ δύο συλλαβαῖς· καὶ τὸ μὲν καλεῖται καταληκτικὸν εἰς συλλαβήν, τὸ δὲ καταληκτικὸν εἰς δισύλλαβον.(2)
Ἐπισημότατα δ’ ἐστὶν ἐν αὐτῷ τό τε ἑξάμετρον καταληκτικὸν εἰς δισύλλαβον, τὸ καλούμενον ἔπος, οἷον ( Α 1 )(3)
Τῶν δὲ εἰς συλλαβὴν τῷ μὲν πενθημιμερεῖ [πρὸς δύο ποσὶν οὐσῶν τῶν συλλαβῶν] Ἀρχίλοχος κέχρηται ἐν ἐπωδῷ ( 104 )(4)
Καὶ τῶν ἀκαταλήκτων δὲ τὸ τετράμετρον Ἀρχίλοχος ἔνδοξον ἐποίησε διὰ τὸ προτάξαι αὐτὸ τροχαϊκοῦ τοῦ καλουμένου ἰθυφαλλικοῦ, οὕτως ( 100 )ἄρχ’ ἐρατῶν ἐπέων, ἐπὶ δ’ ἵμερον
ὕμνῳ καὶ χαρίεντα τίθει χορόν.
(5)
Τὰ δὲ Αἰολικὰ καλούμενα τὸν μὲν πρῶτον ἔχει πόδα πάντως ἕνα τῶν δισυλλάβων ἀδιάφορον, ἤτοι σπονδεῖον ἢ ἴαμβον ἢ τροχαῖον ἢ πυρρίχιον, τοὺς δὲ ἐν μέσῳ δακτύλους πάντας, τὸν δὲ τελευταῖον πρὸς τὴν ἀπόθεσιν δάκτυλον μὲν ἢ κρητικὸν διὰ τὸ τῆς τελευταίας ἀδιάφορον, ἐὰν ἀκατάληκτον ᾖ, ἐὰν δὲ κατα ληκτικόν, καὶ τὰ ἀπὸ τούτου μεμειωμένα εἰς δισύλλαβον καὶ συλλαβήν.(6)
Τὸ μὲν οὖν Αἰολικὸν ἔπος τὸ καταληκτικὸν τοιοῦτόν ἐστι ( Alc. 46 )εἰ χρὴ συμποσίας ἐπ’ ὄνασιν ἐμοὶ γεγενῆσθαι.
ὄρπακι βραδινῷ σε μάλιστ’ ἐϊκάσδω.
τὰ δὲ σάμβαλα πεντεβόηα
πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν.
(7)
Τῶν δὲ ἀκαταλήκτων τὸ μὲν πεντάμετρον καλεῖται Σαπφικὸν τεσσαρεσκαιδεκασύλλαβον, ᾧ τὸ δεύτερον ὅλον Σαπφοῦς γέγραπται ( Sapph. 33 )γλυκύπικρον ἀμάχανον ὄρπετον
φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότη
(8)
Ἔστι δέ τινα καὶ λογαοιδικὰ καλούμενα δακτυλικά, ἅπερ ἐν μὲν ταῖς ἄλλαις χώραις δακτύλους ἔχει, τελευταίαν δὲ τροχαϊκὴν συζυγίαν. ἔστι δὲ αὐτῶν ἐπισημότατα τό τε πρὸς δύο δακτύλοις ἔχον τροχαϊκὴν συζυγίαν, καλούμενον δὲ Ἀλκαϊκὸν δεκασύλλαβον ( Alc. 69 )παρθένε τὰν κεφάλαν, τὰ δ’ ἔνερθε νύμφα.
Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.