Περὶ τροχαῖκοῦ.
(1)
Τὸ τροχαϊκὸν κατὰ μὲν τὰς περιττὰς χώρας δέχεται τροχαῖον, τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους τούτους τε καὶ σπονδεῖον καὶ ἀνάπαιστον. Καταληκτικὸν δὲ ὅτε ἐστί, τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον δέχεται, ἔστι δὲ ὅτε καὶ τρίβραχυν· [καὶ] ἐὰν δὲ ᾗ βραχυκατάληκτον, οὐ βούλεται τὸν παραλήγοντα τετράσημον ἔχειν.(2)
Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ καταληκτικά· δίμετρον μὲν καταληκτικὸν τὸ καλούμενον Εὐριπίδειον ἢ Ληκύθιον, οἷόν ἐστι ( Eur. Phoen. 239 sq. )θούριος μολὼν Ἄρης·
(3)
Ἔστι δὲ ἐν αὐτῷ ἐπίσημον καὶ τὸ δίμετρον βραχυκατάληκτον, τὸ καλούμενον Ἰθυφαλλικόν· ᾧ πρῶτος μὲν Ἀρχίλοχος κέχρηται, συζεύξας αὐτὸ δακτυλικῷ τετραμέτρῳ οὕτως ( Arch. 100 )ἔμμι τῶ φυγαίχμα.
(4)
ὁμοίως δὲ καὶ τὸ τετράμετρον βραχυκατάληκτόν ἐστιν ἐπίσημον, οἷον ( fr. com. an. 39 )(5)
Τῷ δὲ δακτύλῳ τῷ κατὰ τὰς περιττὰς ἐμπίπτοντι χώρας ἥκιστα οἱ ἰαμβοποιοὶ ἐχρήσαντο ποιηταί, σπανίως δὲ καὶ οἱ τραγικοί, οἱ δὲ κωμικοὶ συνεχῶς ὥσπερ καὶ ἐν τῷ ἰαμβικῷ τῷ ἐπὶ τῆς ἀρτίου ἀναπαίστῳ· ἑκάτερον γὰρ ἄλογον· οὔτε γὰρ ἐν τῷ ἰαμβικῷ ἐχρῆν ἀνάπαιστον ἐπὶ τῆς ἀρτίου χώρας, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ λύσις ἐστὶν ὁ ἀνάπαιστος, οὔτε ἐν τῷ τροχαϊκῷ ἐπὶ τῆς περιττῆς τὸν δάκτυλον, ἐφ’ ἧς οὐδὲ σπονδεῖος ἐγχωρεῖ, οὗ ὁμοίως λύσις ὁ δάκτυλος.(6)
Ἔτι μέντοι καὶ ἐν τοῖς καταληκτικοῖς καὶ ὁ τρίβραχυς ἐγχωρεῖ, καθάπερ προειρήκαμεν, οὐ μόνον ὁ τροχαῖος, ὥς τινες οἴονται· παράδειγμα τόδε ( fr. com. an. 38 )Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.