Περὶ ἰαμβικοῦ.
(1)
Τὸ ἰαμβικὸν δέχεται κατὰ μὲν τὰς περισσὰς χώρας [τουτέστι πρώτην, τρίτην, πέμπτην] ἴαμβον, τρίβραχυν, καὶ σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κατὰ δὲ τὰς ἀρτίους [τουτέστι δευτέραν, τετάρτην, ἕκτην] ἴαμβον καὶ τρίβραχυν καὶ ἀνάπαιστον· τοῦτον δὲ παρὰ τοῖς κωμικοῖς συνεχῶς, παρὰ δὲ τοῖς ἰαμβοποιοῖς καὶ τραγικοῖς σπανιώτερον. Ὅτε μὲν οὖν ἀκατάληκτόν ἐστιν, ἐπὶ τῆς τελευταίας τὸν ἴαμβον δέχεται μόνον ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, ὅταν δὲ καταληκτικόν, τὸν ἴαμβον παραλήγοντα ― ἢ σπανίως τρίβραχυν ―, ὥστε γίνεσθαι τὴν κατάκλειδα ἤτοι ἀμφίβραχυν ἢ βακχεῖον.(2)
Ἔστι δὲ ἐπίσημα ἐν αὐτῷ ἀκατάληκτα μὲν δίμετρα, οἷον τὰ Ἀνακρεόντεια ὅλα ἄσματα γέγραπται ( 89 )καὶ μαίνομαι κοὐ μαίνομαι·
(3)
Καταληκτικὸν δὲ δίμετρον τὸ καλούμενον Ἀνακρεόντειον οἷον ( Anacr. 92 )πάρεστι γάρ, μαχέσθω·
(4)
Ἔστιν ἐπίσημον ἐν τοῖς ἀκαταλήκτοις καὶ τὸ χωλὸν καλούμενον, ὅπερ τινὲς μὲν Ἱππώνακτος, τινὲς δὲ Ἀνανίου εὕρημά φασι, διαφέρει δὲ τοῦ ὀρθοῦ, ᾗ ἐκεῖνο μὲν τὸν τελευταῖον ἴαμβον ἔχει ἢ πυρρίχιον διὰ τὴν ἀδιάφορον, τοῦτο δὲ ἢ σπονδεῖον ἢ τροχαῖον. τὸ δὲ χωλὸν οὐ δέχεται τοὺς παραλήγοντας τρισυλλάβους πόδας, οὔτε δάκτυλον οὔτε τρίβραχυν οὔτε ἀνάπαιστον, ἀλλὰ μάλιστα μὲν ἴαμβον, ὅτε καὶ εὐπρεπές ἐστιν, ( Callim. 92 )Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.