Περὶ ἀντισπαστικοῦ.
(1)
Τὸ ἀντισπαστικὸν τὴν μὲν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα εἰς τὰ τέσσαρα τοῦ δισυλλάβου σχήματα, τὰς δ’ ἐν μέσῳ καθαρὰς ἀντισπαστικάς, τὴν δὲ τελευταίαν, ὁπότε ἐστὶν ἀκατάληκτον, ἰαμβικήν. Ἐὰν δὲ ἀναμίσγηται ταῖς ἰαμβικαῖς, οὐ μόνον τὴν πρώτην συζυγίαν ἔχει τρεπομένην κατὰ τὸν πρότερον πόδα, ἀλλὰ καὶ τὴν ταῖς ἰαμβικαῖς ἑπομένην· ἔστι δὲ ὅτε καὶ λύεται ὁ πρότερος ποὺς εἰς τρίβραχυν.(2)
Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷοντὸν ἐγχώριον·
ἐξευρήματι καινῷ
συμπτύκτοις ἀναπαίστοις.
ὀδόντι σκυλακοκτόνῳ
Κύπριδος θάλος ὤλεσεν·
(3)
Τῶν δὲ τριμέτρων τὸ μὲν καταληκτικὸν τὸ μόνην τὴν πρώτην ἀντισπαστικὴν ἔχον, τὰς δὲ ἑξῆς ἄλλας ἰαμβικὰς Φαλαίκειον καλεῖται, οἷον ( Kratin. 321 )Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων·
λαβὰν τῶ ξίφεος χρυσοδέταν ἔχων·
(4)
Τῶν δὲ τετραμέτρων τὸ μὲν καταληκτικὸν καθαρόν ἐστι τὸ τοιοῦτον ( Sapph. 62 )καττύπτεσθε κόραι καὶ κατερείκεσθε χιτῶνας·
οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν
ψάλλω πηκτίδα, τῇ φίλῃ κωμάζων † παιδὶ ἁβρη.
(5)
ἔστι δὲ πυκνὸν καὶ τὸ τὴν δευτέραν μόνην ἀντισπαστικὴν ἔχον, ᾧ μέτρῳ ἔγραψεν ᾄσματα καὶ Σαπφὼ ἐπὶ † τῆς τοῦ ἑβδόμου ( 90 )πόθῳ δαμεῖσα παιδὸς βραδίναν δι’ Ἀφροδίταν.
(6)
Τὸ δὲ ἀκατάληκτον καλεῖται Σαπφικὸν ἑκκαιδεκασύλλαβον, ᾧ τὸ τρίτον ὅλον Σαπφοῦς γέγραπται, πολλὰ δὲ καὶ Ἀλκαίου ᾄσματα ( 85 )(7)
Ὁ δὲ Ἀλκαῖος ( 48ᵅ ) καὶ πενταμέτρῳ ἀκαταλήκτῳ ἐχρήσατοEnchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.