Περὶ ἰωνικοῦ τοῦ ἀπὸ μείζονος.
(1)
Τὸ δὲ ἀπὸ μείζονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ πρὸς τὰς τροχαϊκὰς ἐπί μικτὸν· ὅτε μέντοι ἀκατάληκτόν ἐστι, καθόλου σπανίως εἰς τὴν ἰωνικὴν περαιοῦται διὰ τὸ ἀπρεπῆ εἶναι τὴν ἰωνικὴν ἐπὶ τέλους οὖσαν.(2)
Ἔστι τοίνυν ἐπίσημα ἐν τῷ ἰωνικῷ ἑφθημιμερῆ μὲν τὰ τοιαῦτα, οἷς ἡ Τελέσιλλα (1) ἐχρήσατο,φεύγοισα τὸν Ἀλφεόν,
ἐψόφησ’; ἐγὼ πίνων,
(3)
καὶ τρίμετρα βραχυκατάληκτα τὰ καλούμενα Πραξίλλεια, ἃ τὴν μὲν πρώτην ἔχει ἰωνικήν, τὴν δὲ δευτέραν τροχαϊκήν, οἷά ἐστι τὰ τοιαῦτα Σαπφοῦς ( 53 )αἱ δ’ ὡς περὶ βωμὸν ἐστάθησαν·
ὠρχεῦντ’ ἀπαλοῖσ’ ἀμφ’ ἐρόεντα βωμόν·
(4)
Τῶν δὲ τετραμέτρων ἐπισημότατόν ἐστι βραχυκατάληκτον τὸ καλούμενον Σωτάδειον· τοῦτο δὲ κατὰ τὰς τρεῖς χώρας δέχεται ἰωνικὴν συζυγίαν, ἢ τροχαϊκήν, ἢ τὴν ἐξ ἀναπαίστου καὶ πυρριχίου, ἢ τὴν ἐκ τριβράχεος καὶ τροχαίου, ἢ τὴν ἐκ μακρᾶς καὶ τεσσάρων βραχειῶν, ἢ τὴν ἐξ ἕξ βραχειῶν, οἷον(5)
καὶ τετράμετρα δὲ ἀκατάληκτα διαφόρως συνέθεσαν· ἢ γὰρ τρισὶν ἰωνικαῖς μίαν τροχαϊκὴν τὴν τελευταίαν ἐπήγαγον ― καλεῖται δὲ Αἰολικόν, ὅτι Σαπφὼ πολλῷ αὐτῷ ἐχρήσατο ― οἷον ( Sapph. 76 . 77 )ἀσαροτέρας οὐδαμά πὤρανα σέθεν τυχοῖσαν·
νύκτες, παρὰ δ’ ἔρχεθ’ ὥρα· ἐγὼ δὲ μόνα καθεύδω.
Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.