(1)
Τὸ δὲ ἀπ’ ἐλάσσονος ἰωνικὸν συντίθεται μὲν καὶ καθαρόν, συντίθεται δὲ καὶ ἐπίμικτον πρὸς τὰς τροχαϊκὰς [διποδίας] οὕτως, ὥστε τὴν πρὸ τῆς τροχαϊκῆς ἀεὶ γίνεσθαι πεντάσημον, τουτέστι τρίτην παιωνικήν, καὶ τὴν τροχαϊκήν, ὁπόταν προτάττοιτο τῆς ἰωνικῆς, γίνεσθαι ἑπτάσημον [τροχαϊκήν], τὸν καλούμενον δεύτερον ἐπίτριτον· ἔσθ’ ὅτε δὲ ἡ μὲν τρίτη παιωνικὴ συναιρεῖται εἰς παλιμβάκχειον, τῆς δὲ ἐπιφερομένης τροχαϊκῆς ὁ πρότερος λύεται εἰς τρίβραχυν· ἐμπίπτουσι δὲ καὶ οἱ μολοττοὶ ἐπὶ τῶν περιττῶν χωρῶν ἐν τοῖς ἀπ’ ἐλάσσονος ἰωνικοῖς, ὥσπερ ἐν τοῖς ἀπὸ μείζονος ἐπὶ τῶν ἀρτίων.(2)
Καὶ ὅλα μὲν οὖν ἄσματα γέγραπται ἰωνικά, ὥσπερ Ἀλκμᾶνι ( 85ᵃ )(3)
Τῶν δὲ ἐν τῷ μέτρῳ μεγεθῶν τὸ μὲν ἐπισημότατόν ἐστι τὸ τετράμετρον καταληκτικόν, οἷόν ἐστι τὸ Φρυνίχου τοῦ τραγικοῦ τουτί ( 14 )ὀλέσαι, κἀποτεμεῖν ὀξέϊ χαλκῷ κεφαλάν,
αἷς ἔντεα παταγεῖται καὶ χάλκεα κρόταλα.
(4)
Καὶ τῷ βραχυκαταλήκτῳ δὲ Ἀνακρέων ὅλα ᾄσματα συνέθηκεν ( 47 )πελέκει, χειμερίῃ δ’ ἔλουσεν ἐν χαράδρῃ.
λύσις ἐκ πόνων γένοιτ’ οὐδαμὰ τῶνδε.
(5)
Τὸ δὲ 〈δίμετρον τὸ〉 ἀκατάληκτον κατὰ τὸν ἀνακλώμενον χαρακτῆρα πολὺ παρὰ τῷ Ἀνακρέοντί ἐστι ( 61 )κατέδυν ἔρωτα φεύγων·
ποτὶ τὰν ματέρ’ ἔφα.
Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.