Περὶ παιωνικοῦ.
(1)
Τὸ δὲ παιωνικὸν εἴδη μὲν ἔχει τρία, τό τε κρητικὸν καὶ τὸ βακχειακὸν καὶ τὸ παλιμβακχειακόν· ὃ καὶ ἀνεπιτήδειόν ἐστι πρὸς μελοποιίαν, τὸ δὲ κρητικὸν ἐπιτήδειον· δέχεται δὲ καὶ λύσεις τὰς εἰς τοὺς καλου μένους παιῶνας· καλεῖται δὲ καὶ ὑπ’ αὐτῶν τῶν ποιητῶν κρητικόν, ὥσπερ ὑπὸ Κρατίνου ἐν Τροφωνίῳ ( 222 )ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές· ἀλλ’ ὅπως.
(2)
Ἐπιτηδεύουσι δὲ ἔνιοι τῶν ποιητῶν τοὺς πρώτους καλουμένους παιῶνας παραλαμβάνειν πλὴν τῆς τελευταίας χώρας, εἰς ἣν τὸν κρητικὸν παραλαμβάνουσιν· οὕτω γοῦν τὸ πολυθρύλητον τετράμετρον συντιθέασιν, οὗ παραδείγματα ἐκ τῶν Ἀριστοφάνους Γεωργῶν ( 110 )χαῖρε λιπαρὸν δάπεδον, οὖθαρ ἀγαθῆς χθονός.
καὶ πολὺ μέγιστ’ ἀγαθά· ταῦτα δ’ ἀποδείξομεν
(3)
ὅμως δ’ ἐν τοῖς Γεωργοῖς Ἀριστοφάνης ἐποίησέ 〈που〉 τὸν τέταρτον παιῶνα ἀντὶ τοῦ πρώτου, οὐ τηρήσας τὸ πρῶτον † παρατήρημα, ( 111 )μήτε χάριτας βοᾶν εἰς χορὸν Ὀλυμπίας·
ἐνθάδε γάρ εἰσιν, ὥς φησιν ὁ διδάσκαλος.
Δῶρι, κυμοκτύπων ἤραν’ ἁλίων μυχῶν,
δῶκεν αἰχμὰν Ἐνυάλιος εὔσκοπον ἔχειν.
(4)
ἓν δὲ ποίημα ἐπετήδευσε συνθεῖναι, ὥστε ἀμφοτέρας τὰς ἑκατέρωθεν τοῦ κρητικοῦ μακρὰς λύσας τὸν ἐκ πέντε βραχειῶν παραλαμβάνειν πλὴν τῆς τελευταίας, ἐφ’ ἧς τὸν τέταρτον παραλαμβάνει παιῶνα· ― ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τῆς παρατελεύτου κέχρηται· ―(5)
Ὧι δὴ ἔφαμεν ( 40 14 ) τρόπῳ συνεχῶς κεχρῆσθαι αὐτοὺς ἐπὶ τοῦ τετραμέτρου, ὥστε τοῖς τρισὶ παιῶσι τοῖς πρώτοις ἐπάγειν κρητικόν, τούτῳ καὶ ἐπὶ τοῦ πενταμέτρου Θεόπομπος ὁ κωμικὸς ἐχρήσατο ἐν Παισίν ( 38 ), ἀφ’ οὗ καὶ Θεοπόμπειον καλεῖται,(6)
Δύναται δὲ καὶ μέχρι τοῦ ἑξαμέτρου προκόπτειν τὸ μέτρον διὰ τὸ τὸ τριακοντάσημον μὴ ὑπερβάλλειν, καὶ εἴη ἂν ἑξάμετρον καταληκτικὸν τὸ καλούμενον . . . τὸ τοῦ Ἀλκμᾶνος ἐκ μόνων ἀμφιμάκρων ( Alcm. 38 )ἄκρ’ ἐπ’ ἄνθη καβαίνων, ἃ μή μοι θίγῃς, τῶ κυπαιρίσκω.
(7)
Δεδηλώσθω δὲ ὅτι καὶ ὅλα ἄσματα κρητικὰ συντίθεται, ὥσπερ καὶ παρὰ Βακχυλίδῃ ( 31 ═ 16 Blass ) ὦ Περικλειτὲ δᾶλα ἀγνοήσειν μὲν οὔ σ’ ἔλπομαι·(8)
Τὸ δὲ βακχειακὸν σπάνιόν ἐστιν, ὥστε, εἰ καί πού ποτε ἐμπέσοι, ἐπὶ βραχὺ εὑρίσκεσθαι, οἷον ( Aeschyl. 23 )φθάσαντος δ’ ἐπ’ ἔργοις προπηδήσεταί νιν †
Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.