Περὶ τῆς κατ᾽ ἀντιπάθειαν μίζεως.
(1)
Τῆς δὲ κατ’ ἀντιπάθειαν μίξεως νῦν τὰ πυκνότατα παραθησόμεθα. Ἐπιχοριαμβικὸν μὲν οὖν τὸ Σαπφικὸν καλούμενον ἑνδεκασύλλαβον, οἷον ( Sapph. 1 )βαββ βααβ αβα
(2)
Τοῦτο μὲν οὖν ἀπὸ τροχαϊκῆς ἐστὶν ἐπιχοριαμβικόν, ἀπὸ δὲ ἀντισπαστικῆς τὸ καλούμενον Πινδαρικὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην ἀντισπαστικὴν ἔχει, τὰ δὲ λοιπὰ ὁμοίως τῷ Σαπφικῷ χοριαμβικὴν καὶ ἰαμβικὴν κατάκλειδα, οἷονἄγοις ὦ κλυτὰ θεράποντα Λατοῖ ( Pind. fr. 117 ).
(3)
Ἐπιωνικὸν δὲ ἀπὸ μείζονος τρίμετρον καταληκτικόν ἐστι, τὸ καλούμενον Ἀλκαϊκὸν ἑνδεκασύλλαβον, ὃ τὴν μὲν πρώτην συζυγίαν ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἀπὸ μείζονος ἢ δευτέραν παιωνικήν, τὴν δὲ κατάκλειδα ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου, οἷονββας ββαα βααᵝ
αβαβ αβαα βααᵝ
ββαβ αβαα βααᵝ
(4)
Τρίμετρον δὲ ἀκατάληκτον τὸ τούτου περιττεῦον συλλαβῇ τῇ τελευταίᾳ, καλούμενον δὲ Ἀλκαϊκὸν δωδεκασύλλαβον, οἷον ( Alc. 55 ) ἰόπλοκ’, ἁγνά, μελλιχόμειδε Σαπφοῖ, οὗ κανὼν οὗτος.ββαβ αβαα βαββᵅ
(5)
Τετράμετρον δὲ καταληκτικὸν ἐπιωνικόν, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἢ δευτέραν παιωνικήν, τὴν δὲ τρίτην τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, εἶτα τὴν ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου κατάκλειδα, οἷονββαβ αβαα βαββ βαβᵅ.
(6)
Ἀπ’ ἐλάσσονος δὲ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτόν ἐστι παρ’ Ἀλκμᾶνι, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικὴν ἑξάσημον ἢ ἑπτάσημον, τὰς δὲ ἑξῆς δύο ἰωνικὰς ἑξασήμους καθαράς, οἷονββαβ ααββ ααββᵅ.
(7)
Καθαροῦ μὲν ὄντος τοῦ ἰωνικοῦ τοῦτο· ἀνακλωμένου δὲ ὄντος αὐτοῦ, προταχθεῖσα ἰαμβικὴ ἑξάσημος ἢ ἑπτάσημος ποιεῖ τὸ τοιοῦτον, οἷον παρὰ ΣαπφοῖΨάπφοι τί τὰν πολύολβον Ἀφροδίταν ( 59 )·
ββαβ ααβα βαββᵅ.
Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.